Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Οὗτος ποιεῖ βιβλίον κτήσεως, ὅπερ ἴσως ἐστὶν αἱ νοήσεις, αἱ μνήμαι, τὰ δόγματα, δι’ ὧν κεκτήμεθα τὸν ἀγρόν, τουτέστι τῆς πολιτείας τοὺς πόνους. δεῖ γὰρ τὸν πράξοντα δικαιοσύνην προειδέναι περὶ δικααιοσύνης, ὅπερ λεγέσθω καὶ περὶ τῶν λοιπῶν ἀρετῶν. φροντίζει δὲ θεὂς ἐν ἀγγείῳ τὸ βιβλίον βληθῆναι πρὸς διαμονὴν πλείονα. »ἔχομεν« γὰρ »τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν«, ἤ τοῖς ἡμετέροις ἀγγείοις, ἤ τῷ εὐτελεῖ τῆς γραφικῆς λέξεως. ὅθεν ὁ >ἄρχων ἠπάτηται τοῦ κόσμου τούτου<, καταφρονήσας τοῦ λόγου τῆς θεοσεβείας, ἐπεὶ μὴ ἦν ἐν χρυσοῖς σκεύεσι κεκαλλωπιμένοις λέξει καὶ πιθανότητι φράσεως· διὸ καὶ πλείους ἡμέρας διέμεινεν. »ὁ λόγος« γὰρ »καὶ τὸ κήρυγμά μου«, φησὶν ὁ ἔχων τὸ βιβλίον τῆς κτήσεως, »οὐκ ἐν πειθοῖ σοφίας λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«. τὸ ἐνταλθὲν δὲ ποιήσας Ἱερεμίας εὐχαριδτεῖ τῷ θεῷ. ὅρα δὲ τὴν ὑπακοὴν τοῦ προφήτου πρὸ τοῦ φαινομένου συμφέροντος, ὅπερ ἐπάγει, προθεσπίζων τῆς γῆς τὴν ἀνάκτησιν. ἡ γὰρ δι’ ἔργων προφητεά τὸ ἀκουστὸν καθίστησιν ὁρατὸν καὶ τὸ μέλλον οἱονεὶ παρόν, ἐν τῷ μέρει δηλοῦσα τὸ ὅλον.