Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Νῆσοι μακρὰν αἱ κλυδωνιζόμεναι πρὸς τῶν τοῦ βίου κυμάτων, αἳ μακράν εἰσιν ἀληθείας πρὶν ἐπὶ τὴν σωτηρίαν ἐλθε[ν. ἐλυτρώσατο δὲ τὸν Ἰακὼβ ὁ θεός· »ἀφῄρηται« γὰρ »ὁ ζυγὸς ὁ ἐπ᾿ αὐτῶν κείμενος, καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν«, καθά φησιν Ἡσαΐας. δηλοῖ δὲ καὶ ὅτι αὐτὸς τῆς διαβολικῆς ἡμᾶς ἐξουσίας ἐρρύσατο. τί γὰγ ἂν ἐδυνάμεθα πρὸς τὸν εἰπόντα τά τε ἄλλα καὶ τὸ »τὴν οἰκουμένην ὅλην λήψομαι τῇ χειρὶ ὡς νοσσιάν«; πρὸς ὃν διὰ Χριστοῦ φαμεν· »ποῦ σου θάνττε τὸ νῖκος; ποῦ σου ᾅδη τὸ κέντρον«;