Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ὡς ἐπὶ σπανίου φησίν.

Ἔθος δὲ τῇ γραφῇ μετὰ τὰ πικρὰ λέγειν φιλάνθρωπα πρὸς

[*](3 vgl. Röm. 11, 22. — 5 Matth. 5, 14. Vgl. Hier. Comm. 1057.—8 Vgl. Matth. 6, 19?—Vgl. Kol. 3, 1.—12ff. Vgl. S. 14, 5 15, 8.)[*](1 Vorher in co folgendes Fragment zu Jerem. 36, 22. 23 (Vgl. ep. ad Afric. 7, 8 Hier. Comm. 1047. 1048. Olymp. (Gh II, 647): οὗτοι λέγονται οἱ κατὰ Σωσάνναν πρεσβύτεροι):)

Ὠριγένους ἐκ τῆς πρὸς Ἀφρικανὸν ἐπιστολῆς περὶ Σωσάννας (σουσαννας ο).

Μέμνημαι (μέμνηται ο) δὲ φιλομαθεῖ Ἑβραίῳ χρηματίζοντι παρ᾿ αὐτοῖς σοφῷ (σοφοῦ ο, lies σοφοῦ υἱῷ?) συμμίξας περὶ πλειόνων· ἀφ᾿ οὐ ὡς μὴ (ὡς μὴ < c) ἀθετουμένης τῆς περὶ Σωσάννας (σουσάννας ο) ἱστορίας ἐμάνθανον καὶ τὰ τῶν πρεσβυτέρων ὀνόματα ὡς παρὰ τῷ Ἱερεμίᾳ κείμενα, τοῦτον ἔχοντα τὸν τρόπον· »ποιήσαι σε κύριος ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς Ἀχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί, δι᾿ ἢν ἐποίησαν ἀνομίαν Ἱερουσαλήμ (ἐν ἐῆλ c) (Jer. 36, 22. 23).

  • Καὶ μετ᾿ ὀλίγα·
  • Καὶ ἕτερον δὲ οἶδα Εβραῖον περὶ τῶν πρεσβυτέρων τούτων τοιαίτας παραδόσεις φέροντα, ὅτι τοῖς ἐν τῇ αἰχμαλωσίᾳ ἐλπίζουσι διὰ τῆς τοῦ Χριστοῦ ἐπῖ ἐλευθερωθήσεσθαι ἀπὸ τῆς (+ὑπὸ ο) τοῦ ἐχθροῦ (τοῖς ἐχθροῖς ο) δουλείας προσεποιῦντο οἱ πρεσβύτεροι οὖτοι ὡς εἰδότες τὰ περὶ Χριστοῦ σαφηνίζειν, ἑν ἀποροήτῳ δῆθεν ἔφασκεν, ὡς ἄρα δέδοται αὐτῷ τοῦ (<ο) θεοῦ σπεῖραι τὸν Χριτσόν. εἶτ᾿ (εἶτα ο) ἀπατωμένη τῇ ἐλπίδι τοῦ γεννῆσαι τὸν Χριστὸν ἡ γυνὴ ἐπεδίδου ἑαυτὴν τῷ ἀπατῶντι, καὶ οὕτως »ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν« (Jerem. 36, 23) οἱ πρεσβύτεροι Ἀχιὰβ καὶ Σεδεκίας. διὸ καλῶς ὑπὸ του Δανιὴλ ὁ μὲν εἴρηται >πεπαλαιωμένος κακῶν ἡμερῶν (ἡμερῶν κακῶν ο)< (Sus 52 LXX Θ΄) ὁ δὲ ἤκουσε τὸ »οὕτως ἐποιεῖτε ταῖς θυγατράσιν Ἰσραήλ« καὶ τὰ ἑξῆς (Sus. 57 LXX Θ΄). οὖτοι οὖν εἰσιν οἱ δύο περσβύτεροι οἱ Σωσάνναν (σουσάνυας ο) ψευδομαρτυρήσαντες.

    [*](4 ἀλγεινὸν] ἀλγηρὸν ο |φησιν]1. γῇ καὶ] <ο |8 Χριστῷ Ru θῶ co.)
    225

    παραμυθίαν καὶ μετὰ τὰ χρηστὰ πάλιν πικρότερα, ἵνα μὴ »τοῦ πλούτου τῆς χρηστότητος« τοῦ θεοῦ καταφρονήσαντες θησαυρίσωσιν ἑαυτοῖς »ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς«. διό φησιν· >ἐὰν ἔλθῃ ἡ ὀργή, οὐκ ἀποστήσεται, ἐὰν μὴ δράσειεν ἃ θέλῃ θεός<. θέλει δὲ ὁ θεός, καὶ ὀργὴ γίνεται, ἵνα γένηται ἃ θέλει θεός. ἐὰν γάρ τις μὴ θέλῃ γενέσθαι ἐν τῷ θελήματι τοῦ θεοῦ λόγου, ἀπολύεται ἐπ᾿ αὐτὸν ἡ ὀργήμὴ δεηθῶμεν οὖν παιδευούσης ὀργῆς ἢ θυμοῦ.