Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἡ Ἱερουσαλήμ, καθὰ πολλάκις εἴρηται, εἰς τὴν ἐκκλησίαν μεταλαμβάνεται, ἥτις ἐστὶ πόλις τοῦ θεοῦ οἰκοδομηθεῖσα ἐκ λίθων ζώντων, ἀφ᾿ ἧς τις ἁμαρτάνων ἐκβάλλετια παραδιδόμενος Ναβουχοδονόσορ, τῷ σατανᾷ, λέγει γὰρ περὶ τοῦ πεπορνευκότος ὁ Παῦλος »παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου«· καὶ ἐν τῇ πρὸς Τιμόθεον πρώτῃ περὶ τῶν βλασφήμων· »οὓς παρέδωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν«. ἴστω δὲ ὁ τῆς Ἱερουσαλὴμ ἐκβληθεὶς ὡς, ἐὰν μὴ ποιήσῃ χρόνον αὐτάρκη πράττων ἔξω τῆς ἐκκησίας ἃ δεῖ, οὐκ ἐπάνεισιν ἐπὶ τὴν Ἱερουσαλήμ. ἐκβάλλεται δέ τις ἁμαρτάνων, κἂν μὴ ὑπὸ ἀνθρώπων ἐκβληθῇ. δεῖ δὲ αὐτὸν ἔξω γεγονότα μὴ ἀμελεῖν τοῦ οἰκοδομεῖν οἰκίαν καὶ φυτεύειν παραδείσους. ταῦτα· γὰρ μὴ ποιῶν μηδὲ πληρώσας τὸν συμβολικὸν ἀριθμὸν »τῶν ἐτῶν τῶν ἑβδομήκοντα« σαββάτου καὶ ἀναπαύσεως ὄντα, οὐκ ἐπάνεισι κοινωνήσων τῇ ἐκκλησίᾳ, μένει δὲ καταδεδικασμένος ἔξω λωσεν ὁ περὶ τῆς σοφίας εἰπών· »ταύτην ἐζήτησα νόμφην ἀγαγέσθαι ἐμαυτῷ, καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς«. δεῖ δὲ ταύτης ἐρᾶν, ὥσπερ ἐν Παροιμίαις Σολομὼν εἰσηγήσατο φήσας· »ἐράσθητι αὐτῆς, καὶ τηρήσει σε«, καὶ »περιχαράκωσον αὐτήν, καὶ ὑψώσει σε«. καὶ ἄλλασ δὲ νόει παρὰ τὴν σοφίαν γυναῖκας τὰς λοιπάς ἀρετάς. οὕτω γὰρ ἐξέσται πολλὰς γυναῖκας λαβεῖν· ἐξ ὧν δεῖ τεκνοποι- [*](1f. Vgl. Num. 25, 5.—3 Psal. 13, 1. —7 Vgl. Hom. 1, 3 9, 2 18, 14. —7 ff. Vgl. Hier. Comm. 1042 (gl. TU NF 1, 3, 69ff.) —8 Vgl. 1 Petr. 2, 5 — 11 I Kor. 5, 5. — 11 ff. Hom. 1, 3. — 13 I Tim. 1, 20.—17 ff, Vgl. Hier, Comm. 1042.—19 Vgl. Jerem. 36, 10.—23 Weish. Sal. 8, 2.—25 Prov. 4, 6.—26 Prov. 4, 8.) [*](1 καὶ]< ο||2 ὁ] καὶ c | 5 μηδὲ εἶναι] μὴ εἰδέναι c | 7 ἡ]< c | 15 μὴ| μὲν clo | 16 ἐπάνεισιν 1 ἐπάνισιν co | 17 μὴ ὑπὸ ἀνθρώπων]ὑπὸ ἀνών ὑπὸ ἀνών μὴ ο |γεγνότα]+τοῦ c* (streicht c2 w. e. sch.) | 22 τῆς]τῆι ο |24 ἐναυτῷ ο |)

223
εῖν, ἀπὸ σοφίας λόγον σοφίας ὡς ὰν καὶ ἄλλους οἰκοδομήσῃς, ἀπὸ σωφροσύνης ἔργα σωφροσύνης ἵνα σώφρονας ποιήσῃς βίῳ καὶ λόγῳ, ἀπὸ δικαιοσύνης ἔργα δικαιοσύνης ἐν κοινωνίᾳ καὶ συναλλάγμασιν. ἀλλὰ καὶ δικαίους διδάσκων τεκνοπιήσεις ἀπὸ δικαιοσύνης, υἱοὺς δὲ ποιήσας ἀπὸ τῶν υἱῶν καὶ θυγατέρας, υἱοὺς μὲν τὰ θεῖα γοήματα καὶ τὰ δόγματα, θυγατέρας δὲ τὰς πράξεις.