Fragmenta In Jeremiam (In Catenis)
Origen
Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Πρόβατόν φησιν ὡς ἑνὸς πεπλανημένου. καὶ ἐν εὐαγγελίῳ δέ φησιν· »ὁ υἱὸς τοῦ ἀνθρώπου ἦλθεν ἐκζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός«. καὶ ἐν τῇ παραβολῇ δὲ ἕν ἐκ τῶν ἑκατὸν ἀπώλετο μόνον, ὅπερ ἦλθεν εὑρεῖν ὁ ἐπιδημήσας ποιμήν, ὅς καὶ ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἀπέδωκε τῷ ἀριθμῷ τῦν ἐνενήκοντα καὶ ἐννέα. οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ ἕν πρόβατον· ὁ μέν τίς ἐστι πούς, ὁ δὲ καφαλή, ὁ δὲ ἄλλο τι, ὁ δὲ ποιμὴν ἐλθὼν συνήγαγεν ]>ὀστέον πρὸς ὀστέον καὶ ἁρμονίαν πρὸς ἁρμονίαν< καὶ ἑνώσας ἀνέλαβεν ἐπὶ τὴν χώραν αὐτοῦ. ἡ δὲ ἑνότης γίνεται δἰ ἀγάπης καὶ ἀληθείας καὶ [*](1 Vgl. Onom sacra I, 174, 91: Βαβυλὼν σύγχυσις u. ö. — 2 Jes. 31, 9. — 2.6 Jes. 32, 20. — 14 II Kor. 10, 6. — 15 II Kor. 10, 5. — 21 Luk. 19, 10. — 22ff. Vgl. Luk. 15, 3—5 (Matth. 18, 12f.). — 24 Vgl. I Kor. 10, 17. — 26 Vgl. Ezech. 37, 7. Zur Form d. Citats vgl. Sel. in Psal. 21, 15: ὁ δὲ τῷ τελείῳ θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν u. Euseb. h. e. 10, 3, 2.) [*](4 κἄν] καὶ c | 5 ὅ] ὥ c | 6 λουτρῶ c | 7 Ἰσραηλίτης] + καὶ ο | 11 Κατέχει] vorher τοῦ αὐτοῦ c 11 τῷ] τὸ c | 12 γῆς τῆς ἁγίας] ἁγίας γῆς ο | καὶ θερίσαι c* (a. R. ἐκκλησίας c1) καὶ θερίσαι τῆς ἀκκλησίας ο | 13 ἀλοθρεύσομεν c | 14 ἐν ἑτοίμῳ ο ἑτοίμως c (vgl. NT cod. D*) | 17 ἀποδικτικῷ ο | 22 τῇ δὲ παραβολῇ ἕν ο | 23 εὔρει ο | 27 ὀστοῦν ο | 28 τὴν χώραν] l. τῶν χειρῶν? τῶν ὤμων Riedel (vgl. Z. 23).)
Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἅ δεῖ παθεῖν ὑπὲρ τῆς τῶν πεπονθότων κακῶς ἐκδικήσεως. μὴ πάντως δὲ ἐπὶ τῶν διάβολον ἤ τὸν ἀντίχριστον ἐκλάβῃς τὸν λόγον· ἐν ἐμοὶ γὰρ ἀναιρεθήτω >συντριβόμενος ὁ σατανᾶς ὑπὸ τοὺς πόδας μου ἐν τάχει<. ὅταν δὲ ἀνέλῃ τοὺς δύο τούτους καὶ τοὺς μεταξύ, ἀποκαταστήσει τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· ὅτε καὶ νεμήσεται ἐν τῷ Καρ- [*](3 Vgl. I Kor. 10, 17. — 5ff. Vgl. Hom. 5, 16. — 8 I Peter. 5, 8. — 10 Psal. 103, 21. — 12f. Vgl. I Sam. 17, 34. 35. — 18 Vgl. II Kön. 17, 23. — 19 Vgl. II Kön. 25, 7? 11. — 21 Vgl. Joh. 8, 44. — 22 II Thess. 2, 3. 4. — Vgl. Röm. 16, 20.) [*](1 ἀγαθῆς] ἀγάπης ο | 6 τῷ 1u. 2] τὸ c | 8 ὑπὸ] ἀπὸ c | 9 καταπίῃ cod. Vat. gr. 1153/54 καταπίει c καταπιεῖν ο | 10 θεῷ | c | 12 ὡς ὁ δᾶδ ο | 13 χρηστόν ο | 14 ἐκζητήσωμεν c | 17 ἀπώκισε l ἀπώκησε co | 28 ἐκλάβης | ἐκλαμβάνης c* ἐκλάβοις c1o | 28/29 ἀναιρέθη τὸ συντριβόμ° ο | 30 τοὺς2 l τούτους co | ἀποκαταστήσει cod. Vat. gr. 1153/54 ἀποκαταστήσηι l ἀποκαταστῆσαι co | 31 ὅτε co τότε l.)
Σφύραν τὴν Βαβυλῶνα καλεῖ, ταῖς ἰδίαις πλεονεξίαις τοὺς ἐπὶ γῆς κατατρίψασαν. ὅτε δὲ τὸν θεῖον νεὼν Ὁ Σολομὼν κατεσκεύαζεν, ἐν ἐπαἰνῳ τῶν Βασιλειῶν ἡ τρίτη φησὶν ὅτι >σφύρα καὶ πάλεκυς οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ τοῦ θεοῦ<. οἶκος δὲ ἡ ἐκκλησία θεοῦ, ἐν ᾗ μὴ δεῖ ἀκούεσθαι σφύρα. ἔστι δὲ σφύρα πάσης τῆς γῆς ὁ διάβολος, καὶ ἔστιν ὁ μὴ φροντίζων αὐτῆς οἱονεί τις ὕλη τυπτομένη παρ' αὐτῆς καὶ μὴ πάσχουσα. »ἐκοὺ« γάρ φησιν »ἀνὴρ ἑστηκὼν ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας«· ὅστις ἀδάμας ὑπ' οὐδεμιᾶς συντρίβεται σφύρας. κἄν ἐφεστήκῃ γοῦν ὁ διάβολος ἡ σφύρα, καὶ ὐποκείμενος ᾖ δράκων »ὥσπερ ἄκμων ἀνήλατος«, οὐδὲν ὁ ἐν τῇ χειρὶ κυρίου καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἀδάμας πείσεται. τεῖχος γὰρ ὁ ἅγιος ἀδμάντινον, καὶ ἐν χερσὶ κυρίου μένων ἀπαθής, κἄν μέσος ληφθῇ τῆς τε σφύρας καὶ τοῦ δράδοντος. ὅσον δὲ τύπτεται, λαμπροτέραν αὐτοῦ τὴν ἀρετήν ἐπιδείκνυσιν· ὁ γὰρ διάβολος οἷά τις λέθων ἀγνοῶν φύσιν διὰ πολλῶν δοκιμάζει πληγῶν τὸν οἷον ἀδάμαντα, θεοῦ μόνου καλῶς τὴν τούτων φύσιν εἰδότος. εἰ σφύρα μὴ ἦν, >σάλπιγξ ἐλατὴ< ἡ κατὰ τὸν νόμον οὐκ ἦν ἦν, διεγείρουσα ἐπὶ τὰς ἑορτὰς τοῦ θεοῦ ἤ παροξύνουσα εἰς πόλεμον τοὺς ἀκούοντας. τοιοῦτον ἐποίησε τὸν Παῦλον διὰ πειρασμῶν ποικίλων ἡ σφύρα, μηδὲν μὲν ἐξ αὐτῆς παθόντα, μεγάλῃ δὲ φωνῇ πρὸς τὸν τῆς κακίας διεγείροντα πόλεμον. ἐργάζεται μὲν οὖν ἡ σφύρα τὸν πειρασμόν, ὑπηρετεῖ δὲ τῇ σφύρᾳ ὁ ἀπὸ τοῦ Κάϊν »σφυροκότος, ὁ χαλκεὺς χαλκοῦ καὶ σικήρου«. τοιοῦτος ἑπὶ τοῦ σωτήρος Ἰούδας καὶ οἱ »σταύρου, σταύρου αὐτόν« κεκραρότες, διὰ τῶν τοιούτων ὑπηρετοῦντες τῇ σφύρᾳ.
[*](5 Vgl. Olymp. (Gh II, 886): ἡ σφύρα πάσης τῆς γῆς ἡ τὴν οἰκουμένην συν- τρίψασα Βαβυλών. — 7 Vgl. I Kön. 6, 12. — 11 Amos 7, 7. — 13 Vgl. Xeno- crates bei Hieron. Comm. in Amos 7, 7. — 15 Vgl. Hiob 41, 15. — 21 Vgl. Hom. 5, 16. — 21 ff. Vgl. Num. 10, 2.8.9. — 21 Gen. 4, 22. — 28 Vgl. Joh. 19, 15.)[*](5 ff. Vgl. hierzu Cat. Regn. (siehe unten) u. Hom. 21, 1 = lat. III, 1 (Lo 15, 389ff. MPL XXV, 606ff.) | 5/6 Σφύραν—κατατρίψασαν] <Η w. e. sch. | 5—8 Σφύραν — θεοῦ] < Cat. Regn. | 5 σφύρα ο| 8 ἐκκλησία] + τοῦ Cat. Regn. | 9 ἀκουσθῆναι σφύραν Cat. Regn. | σφύρα c1o σφύραν c* | 12 ἐπὶ] + τοῦ Cat Regn. | 14 ἡ] < Cat. Regn. | 15 σκέπην] ἐπισκοπὴν ο Cat. Regn. | 16 πεσεῖται ο | χερσὶ] χειρὶ Cat. Regn. | 17 μένον ἀπαθές Cat. Regn. | 18 ὅσῳ Cat. Regn. | ἐπιδείκνσιν c1o ἐπιδείκυνται c* | 20 τούτου Cat. Regn. | 21—29 εἰ—σφύρᾳ] < Cat. Regn.| 21 ἧν] ἥν ο ἧ c esset H | 29 ὑπηρετοῦωτες] ὑπηρετούντων c o.)Σκεύη ὀργῆς καὶ ὁ ἀπόστολος οἶδε »κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους«. πάντας γὰρ ἀνθρώπους εἰς δύο ταῦτα διεῖλε σκεύη, τὰ μὲν ὀργῆς, τὰ δὲ ἐλέους· τὰ μὲν οἷος ὁ Φαραὼ καὶ οἱ Αἰγύπτιοι, τὰ δὲ οἷος ὁ Παῦλος καὶ οἱ πιστεύσαντες. ἀλλὰ τίς ὁ θησαυρὸς κυρίου, ἐν ᾧ τὰ σκεύη τῆς ὀργῆς; ἴσως ἡ ἐκκλησία, ἐν ᾗ τοιοῦτοι πολλάκις λανθάνουσιν. ἔσται δὲ καιρός, ὅτε ἀνοίγει τὴν ἐκκλησίαν. νῦν γὰρ κέκλεισται, καὶ τὰ σκεύη τῆς ὀργῆς μετὰ τῶν σκευῶν τοῦ ἐλέους νέμεται, καὶ τὰ ἄχυρα μετὰ τοῦ σίτου σἰσί, καὶ ἐν μιᾷ σαγήνῃ οἵ τε ἀπόβλητοι καὶ οἱ ἐκλεκτοὶ ἰχθύες. ἀνοίγει δὲ τὸν θησαυρὸν αὐτοῦ ὁ κύριος κατὰ τὸν καιρὸν τῆς κρίσεως, ὅτε τῶν σκευῶν τῆς ὀργῆς ἐκβαλλομένων, ὁ ἐλέους σκεῦος ὑπάρχων εἴποι ἂν εἰκότως· >ἐξῆλθον ἀφ᾿ ἡμῶν, οὐ γὰρ ἦσαν ἐξ ἡμῶν<. τὰ δὲ ἔξω τοῦ θησαυροῦ ἁμαρτάνοντα σκεύη οὔπω σκεύη ὀργῆς ἐστιν, ἀλλ᾿ ἐλάττονα· <δοῦλοι> γὰρ εἰσι >μὴ εἰδότες τὸ θέλημα τοῦ κυρίου αὐτῶν καὶ μὴ ποιοῦντες αὐτό<. σκεύη τοίνυν εἰσὶν ἁπλῶς εἰς ἄλλα τηρούμενα.
Ἥξουσι, φησί, τῶν αἰχμαλώτων τινὲς τῆς Ἰουδαίας, εὐαγγελιζόμενοι τὴν κατὰ Βαβυλῶνος ἐκδίκησιν. λέγοι δ᾿ ἂν καὶ περὶ τῶν ἐξ εἰδωλολατρείας ἐπιστρεφόντων, ἣν καλεῖ Βαβυλπωνα· οἵτινες ἐλυόντες εἰς Σιών, τὸ Σκοπευτήριον, τὴν ἐκκλησίαν, τὴν παρὰ κυρίου θεοῦ ἡμῶν ἐκδίκησιν ἀναγγέλλουσιν.
Οἱ μὲν ἐν Βαβυλῶνι πολλοί, οἱ δὲ ἐν Ἱερουσαλὴμ ἐλάχιστοι. εἴρηται γάρ· »οὐ παρὰ τοῦτο ἠγάπησεν ὑμᾶς κύριος ὁ θεὸς ὑμῶν, παρὰ τὸ εἶναι πολλοστούς· ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ [*](2 Röm. 9, 22. 23. – 10 Vgl. Matth. 3, 12 Luk. 3, 17. – Vgl. Matth. 13, 47—49. – 14 Vgl. I Joh. 2, 19. – 16 Vgl. Luk. 12, 47. 48. — 22 Vgl. Onom. sacra I, 174, 90: Σιὼν σκοπευτήριον κτλ. u. ö. — 26 Deut. 7, 7.) [*](2 ff. Vgl. Hom. 21, 3 = lat. III, 3 (Lo 15, 396 f. MPL XXV, 611) | 4 ἐλελέους c (ς in Ras.) ἐλέου ο | εἷλε c. | 5. 9 ἐλέους c (ς in Ras.) ἐλέου ο | 8 ἔσται l ἔστι c o | 9 κέκλεισται — σκεύη] κέκλιται κατασκευὴ ο | 10 καὶ 2] < ο | 13 ἐλέου ο | 16 δοῦλοι] δηλοὶ ο | 19 ff. Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 402 MPL XXV, 614) | 19/20 Ἥξουσι — ἐκδίκησιν] < Η | 19 τῆς Ἰουδαίας] εἰς ὀυδαίαν ο | 20 λέγει c | 25 ff. Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 402 MPL XXV, 605) | 27 πολοστούς c (λοστο in Ras.) | 27 ἔσται ο.)
Ὅσους τις ἔχει λογισμοὺς ἀνθεστηκότας θεοσεβείᾳ, πολλοί εἰσι Βαβυλώνιοι· οὓς ἀναιρετέον ἁμαρτωλοὺς ὄντας τῆς γῆς. ἐξ ὧν ὁ καθαρεύσας ἐν τῇ πόλει γίνεται τοῦ θεοῦ τοῦ ἐκδικοῦντος τῆς Βαβυλῶνος τὴν ὕβριν· ᾤετο γὰρ οἰκείᾳ δυνάμει κεκρατηκέναι καὶ κατηλαζονεύετο τοῦ θεοῦ. ἐμπρησθέντος γὰρ τοῦ ναοῦ, τὰ σκεύη τὰ ἱερὰ ταῖς παλλακαῖς εἰς χρῆσιν ἐδόθη. διόπερ πυρὶ τὸ ἄκαρπον ἔθνος καθάπερ δή τινα δρυμὸν κατηνάλωσε. ταύτῃ τοί φησιν· ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν, λέγει κύριος τῶν δυνάμεων.
Προφητεύει τὴν συντέλειαν ἀθρόως γενηθησομένην· >ὥσπερ γὰρ ἐν ταῖς ἡμέραις τοῦ κατακλυσμοῦ< καὶ ìἐν ταῖς ἡμέραις τοῦ Λὼτ< τὰ βιωτικὰ πάντες ἐποίουν, >ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ τὸ πῦρ καὶ ἦρεν ἅπαντας<, οὕτως ἔσται τὸ τῆς συντελείας αἰφνίδιον. οὗ δὴ σύμβολον ἦν ἡ ἀθρόως πεσοῦσα φωνῇ καὶ μόνῃ σαλπίγγων Ἱεριχώ. καὶ παρὰ τὸν καιρὸν δὲ τοῦ σωτηρίου πάθους ἄφνω ἔπεσε Βαβυλών, Χριστοῦ τὰ περὶ τῶν ἐθνικῶν εἰδώλων καταργήσαντος δόγματα καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ῥυσαμένου πιστεύσαντας.
Χρυσοῦν ἐστι τοῦ Ναβουχοδονόσορ τὸ ποτήριον εἰς »ἀπάτην ἀνθρώπων, ἵνα δεξάμενοι πίωσιν, ὁρῶντες τὸν χρυσὸν, τὸ δὲ κρίμα τὸ ἐν τούτῳ μὴ λογεζόμενοι. τὰ μοχθηρὰ γὰρ αὐτοῦ δόγματα καλ- [*](1 Vgl. Luk. 13, 23. 24—2 Vgl. Matth. 7, 13,—10f. Vgl. Dan. 5, 2. 3 Jos. 6, 20.—26 Vgl. Gen. 3, 6.) [*](2—4 παραγγέλλεται—περιπουήσασθαι]< H w. e. sch. | 3 ἐντεἰνον ο ἐκτεύνειν καὶ ο (?) | περιποιεῖσθαι c | 6ff. Vgl. Hom. 21, 6— (Lo 15, 403 MPL XXV, 615) | 7 ἀναίρετε ο |8—14 τοῦ2—δυνάμεων] < H | 12 κατηνάλωσι 10 κατανάλωσιν co | 16ff. Vgl. Hom. 22, 11—lak. II, 11 (Lo 15, 413 MPL XXV, 604) | 17 'ἐν2]1 Η < co 16ff. vgl. Hom. 22, 7—9—lat. II, 7—9 (Lo 15, 411ff. MPL XXV, 603f.) | 26 πίωσιν] ποσὶν o | τὸν]τὸ c.)
Εἰ δὲ Βαβυλὼν οὐκ ἀπέγνσται (οὐ γὰρ ἂν ἔλεγεν· εἴ πως ἰαθήσεται), ποίαν ψυχὴν ἑτέραν ἀπογνωσόμεθα; δἰ δὲ μὴ σέσωσται, τοῦτο γέγονε παρ᾿ αὐτήν, ὡς τοὺς ἀρίστους ἰατροὺς ἀπολογεῖσθαι καὶ λέγειν· ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐγκαταλείπωμεν αὐτήν. οὐ παρ᾿ αὐτοὺς γάρ, οὐδὲ παρὰ τὴν ἰατροὶ οὐδὲ παρὰ τὴν ῥητίνην τὸ μὴ ταύτην θεραπεύεσθαι. ἰατροὶ δὲ ἄγγελοι, ὐπὸ τὸν μέγαν ὄντες ἰατρὸν τὸν θεὸν καὶ θεραπεῦσαι τοὺς πειθομένους ἐθέλοντες. εἰ δὲ μή, ἐροῦσιν· ἐγκατΑΛΊΠΩΜΕΝ αὐτήν, ἀπέλθωμεν ἕκαστος εἰς τὴν οἰκείαν πρᾶξιν, ὅτι ἤγγικεν εἰς τὸν τὸν οἰκεῖον τόπον καὶ τὴν οἰκείαν πρᾶξιν, ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρίμα αὐτῆς, καταδικάσαντες αὐτὴν ὡς ἀνίατον καὶ πεισομένην τὰ τῆς ἀπογνώσεως. καὶ οἱ τῶν σωμάτων γὰρ ἰατροὶ τοὺς ἀνιάτους ἐγκαταλείπουσι, μήπως ἐν ταῖς αὐτῶν χερσὶ τελευτήσωσιν· ὃ δὴ ποιοῦσιν οἱ ἄγγελοι. ὅσῳ δὲ ἁμαρτάνομεν, τὸ κρίμα ἡμῶν αὔξει, καὶ ἐξαίρει ἕως τῶν ἄστρων, τῶν ἁγίων δηλαδή. [*](6 ΙΙ Kor. 4, 7. – 9 Vgl. Hiob 2, 5. – 12 Vgl. Phil. 3, 20. – 13 Gem. 3, 19.– 15 Vgl. I Kor. 15, 49.) [*](3 αἰσχρολολογίαις c | 4 χρυσίου ο | 9 ἀπὸ1]+τῆς ο |10 καὶ]<ο |14 τῶν εἰκότων] τῶν ἐναντίων Koetschau | 17 ff. Vgl. Hom. 22, 12–lat. II, 12 (Lo 15, 415 ff. MPL XXV, 605f.) 17 Εἰ] ἡ c | 19 αὐτήν Blass αὐτῇ co | 22 τὸ μὴ] τὸυμὴ [sic] c | θεραπευθῆναι ο |24 ἐγκαταλίπωμεν cod. Vat. gr. 1153/54 ἐγκαταλείπωμεν co 25 ἀπέλθο ABBREV μεν c | 27 καταδικάσαν ο w. e. sch. | 30 ὅσῳ] ὅσα c | 31 αὔξη ο.)
Καὶ Ἡσαΐας ἐθέσπισεν· »ἐπ᾿ ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς· παρακαλεῖτε τῇ χειρί«. ταῦτα δὲ Πέρσαις καὶ Μήδοις οἱ προφῆται παρεκελεύοντο, ὡς κρατήσουσιν ἤδη Βαβυλῶνος, ἐπὶ τῶν αὐτῆς τειχῶν ὡς ἁλωσομένης ἀνατείνειν τοῦ πολέμου τὸ σύνθημα, δι᾿ οὗ δηλοῦσι τοῖς στρατιώταις τὴν ἔφοδον. καὶ τὰ ὅπλα ἔχειν ἐν ἑτοίμῳ παρακελεύεται· τὰ τόξα τοῖς Μήδοις φησίν.