Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Πρόβατόν φησιν ὡς ἑνὸς πεπλανημένου. καὶ ἐν εὐαγγελίῳ δέ φησιν· »ὁ υἱὸς τοῦ ἀνθρώπου ἦλθεν ἐκζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός«. καὶ ἐν τῇ παραβολῇ δὲ ἕν ἐκ τῶν ἑκατὸν ἀπώλετο μόνον, ὅπερ ἦλθεν εὑρεῖν ὁ ἐπιδημήσας ποιμήν, ὅς καὶ ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἀπέδωκε τῷ ἀριθμῷ τῦν ἐνενήκοντα καὶ ἐννέα. οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ ἕν πρόβατον· ὁ μέν τίς ἐστι πούς, ὁ δὲ καφαλή, ὁ δὲ ἄλλο τι, ὁ δὲ ποιμὴν ἐλθὼν συνήγαγεν ]>ὀστέον πρὸς ὀστέον καὶ ἁρμονίαν πρὸς ἁρμονίαν< καὶ ἑνώσας ἀνέλαβεν ἐπὶ τὴν χώραν αὐτοῦ. ἡ δὲ ἑνότης γίνεται δἰ ἀγάπης καὶ ἀληθείας καὶ [*](1 Vgl. Onom sacra I, 174, 91: Βαβυλὼν σύγχυσις u. ö. — 2 Jes. 31, 9. — 2.6 Jes. 32, 20. — 14 II Kor. 10, 6. — 15 II Kor. 10, 5. — 21 Luk. 19, 10. — 22ff. Vgl. Luk. 15, 3—5 (Matth. 18, 12f.). — 24 Vgl. I Kor. 10, 17. — 26 Vgl. Ezech. 37, 7. Zur Form d. Citats vgl. Sel. in Psal. 21, 15: ὁ δὲ τῷ τελείῳ θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν u. Euseb. h. e. 10, 3, 2.) [*](4 κἄν] καὶ c | 5 ὅ] ὥ c | 6 λουτρῶ c | 7 Ἰσραηλίτης] + καὶ ο | 11 Κατέχει] vorher τοῦ αὐτοῦ c 11 τῷ] τὸ c | 12 γῆς τῆς ἁγίας] ἁγίας γῆς ο | καὶ θερίσαι c* (a. R. ἐκκλησίας c1) καὶ θερίσαι τῆς ἀκκλησίας ο | 13 ἀλοθρεύσομεν c | 14 ἐν ἑτοίμῳ ο ἑτοίμως c (vgl. NT cod. D*) | 17 ἀποδικτικῷ ο | 22 τῇ δὲ παραβολῇ ἕν ο | 23 εὔρει ο | 27 ὀστοῦν ο | 28 τὴν χώραν] l. τῶν χειρῶν? τῶν ὤμων Riedel (vgl. Z. 23).)

213
προαιρέσεως ἀγαθῆς. τῷ ἰδίῳ μὲν οὖν λόγῳ πάντας ἥνωσεν. εἰ δέ τινες ἀπειθοῦντες ἐφάνησαν, ἀνίατον τὸ πάθος ἐκτήσαντο. εἷς οὖν ὁ πᾶς Ἰσραηλίτης κατὰ τὴν συγγένειαν τὴν ἀληθινήν, >οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ εἷς ἄρτος καὶ τοῦ ἑνὸς μετέχομεν πνεύματος<. πλανώμενον δὲ πρόβατον ὁ μὴ τυγχάνων τῆς τοῦ καθήκοντος θήρας ἔν τε λόγῳ καὶ πράξει, ἤ τῷ μὴ ζητεῖν ἤ τῷ μὴ εὑρεῖν. ὁ δὲ εἰδῶς καὶ ποιῶν τὰ τῆς ἐπιγνώσεως οὐ πλανᾶται· ὁ δὲ πλανώμενος ὑπὸ λεόντων ἐξωθεῖται. »ὁ« γὰρ »ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ξητῶν τίνα καταπίῃ«. ἤδη δὲ καὶ »σκύμνοι λένοτος ὠρυόμενοι ἁράσαι καὶ ζητῆαι παρὰ θεοῦ βρῶσιν αὐτοῖς« ἐπιβουλεύουσι τοῖς δικαίοις, βουλόμενοι ἐξῶσαι ἡμᾶς ἀπὸ τῶν ῤρῶν τῆς εἰρήωης. ἀλλ' ὡς Δαβίδ λαβὼν τοῦ πώγωνος τὸν λέοντα ἔπνιξεν, οὕτω τὸν πνευματικὸν Δαβίδ, τὸν Κριστόν, ἐξαιτήσωμεν λαβόντα τὸν λέοντα καὶ πᾶν τὸ τῶν θηρίων συνέδριον ἀνελεῖν. δύο δὲ νῦν λαμβάνει λέοντας γενικούς, τόν τε Ἀσσύριον καὶ τὸν Βαβυλώνιον. κατὰ τῆν ἱστρίαν τὴν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν δύο εἰσίν· ὁ μὲν γὰρ Ἀσσύριος ἀπᾠκισε τοὺς υἱοὺς Ἰσραὴλ >εἰς Ἀσσυρίους ἕως τῆς σήμερον<, ὁ δὲ Βαβυλώνιος τοὺς υἱοὺς Ἰούδα >εἰς Βαβυλῶνα>. πλὴν οὐκ ἔφη νῦν πρῶτος καὶ δεύτερος, ἀλλὰ πρῶτος καὶ ἔσχατος. πρῶτος γὰρ λέων ὁ ἀντικείμενος διάβολος, αὐτὸς ὁ »ἀνθρωποκτόνος«· τελευταῖος δὲ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος »Ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἤ σέβασμα«.