Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἔστι τις ἀνὴρ Βαβυλώνιος καὶ νήπιον Βαβυλώνιον, καὶ δεῖ πρὸς τούτους ἀγωνίζεσθαι, τουτέστιν ἢ πρὸς μεγάλα ἢ πρὸς νῦν ἀρχόμενα πάθη. πλὴν >μακάριος, ὃς ἂν κρατήσας ἐδαφίσῃ πρὸς τὴν πέτραν (τὸν Χριστὸν) τὰ νήπια Βαβυλῶνος<, πρὶν εἰς ἄνδρας προέλθωσιν. ἔτι δὲ μακαριώτερον ἐξολοθρεῦσαι Βαβυλώνιον [*](5 Psal. 10, 2. — 12ff. Vgl. Pseudoeustath. l. c. 44 ed. Al.: ἐὰν ὄφεις πλείονες κατακλεισθῶσιν ὁμοῦ καὶ λοιμώζωσιν [sic] . . . . ἕκαστος τὸν πλησίον κατεσθίει. καὶ ὁ ἰσχυρότερος ἀναλίσκων ὄφεις [l. ὄφις] τὸν ἀσθενέστερον καὶ πληρωθεὶς πάντων τῶν ὄφεων ἰοῦ, ὧν κατεδήδακε [sic], βασιλίσκος γίγνεται ἰὸν ἔχων χαλεπώτατον, ὡς καὶ ἀπὸ μόνου τοῦ ὀφθαλμοῦ θανατοῦν. — 18 Vgl. I Kor. 15, 26. — 19 Psal. 90, 13. — 20 Luk. 10, 19. — 23 Vgl. Hom. 21, 6 = lat. III, 6 (Lo 15, 403 MPL XXV, 615): Nuper diximus de parvulis Babyloniis, de viris Babyloniis, de semine Babylonio. — Vgl. Psal. 136, 9. — 25 Vgl. Psal. 136, 9. — 26 Vgl. I Kor. 10, 4.) [*](3 ἐλαμίτης c | 6 ἑτοίμασαν c | 10 ἐλαμίτας o | ἐπῆγεν c | 13 εἰ κατακλείσεις cod. Vat. gr. 1153/54 ἡ κατάκλεισις c ἡ κατάκλησις o | 13 οἱ] < c | 14 ὑπὸ] ἰοῦ Koetschau nach Pseudoeustath. | 16 ξηραίνονται ο | 17 τελευταῖαν o | 27 μακαριότερον ο.)

212
σπέρμα, λογισμὸν δηλονότι Συγχυτικόν (ἐναντίον δὲ τούτῳ σπέρμα περὶ οὗ λέλεκται· »μακάριος ὅς ἔχει ἐν Σιὼν σπέρμα« καὶ »μακάριοι οἱ σπείροντες ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ«). οὐ νόμνον ἄνδρα τινὰ οὐδὲ παιδίον, ἀλλὰ κἄν μόνον σπέρμα· δύναται γὰρ καρποφορεῖν γεωργούμενον. ποῖον δὲ τὸ ὕδωρ, ἐφ' ὅ σπείρειν δεῖ τὸ καλὸν σπέρμα; τὸ τῆς παλιγγενεσίας λουτρόν. ἐκεῖ »βοῦς καὶ ὄνος πατεῖ«, βοῦς ὁ καθαρὸς καὶ Ἰσραηλίτης, ὄνος ὁ ἐκ γένους ἀκά- θαρτός τε καὶ ἐθνικός. σύμβολα δὲ τὰ ζῶα ταῦτα τοῦ τε καταγ- γελλομένου λόγου τοῖς Ἰσραηλίταις καὶ τοῦ κεκηρυγμένου τοῖς ἔθνεσιν.

Κατέχει δὲ δρέπανον ὁ Βαβυλώνιος οὐκ ἐπὶ τῷ σῶσαι, ἀλλ' ἐπὶ τῷ ἐκτεμεῖν τῆς τῆς ἁγίας καὶ θερίσαι ἐκκλησίας· ὅν πρὶν τοῦτο παθεῖν ὀλοθρεύσωμεν, τοὺς τῶν αἱρετικῶν ἐξαφανίσαντες λόγους. οἷος ἦν ὁ Παῦλος λέγων· »ἐν ἑτοἰμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν«, ὁ λέγων· »πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καθαιροῦντες«. εἶτα μαρτυρεῖ τῷ Ἑλληνικῷ λόγῳ δύναμιν, ὡς πάντα τὰ ἔθνη τούτῳ παραχωρεῖν ἀποδεικτικῷ πως εἶναι δοκοῦντι.

Πρόβατόν φησιν ὡς ἑνὸς πεπλανημένου. καὶ ἐν εὐαγγελίῳ δέ φησιν· »ὁ υἱὸς τοῦ ἀνθρώπου ἦλθεν ἐκζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός«. καὶ ἐν τῇ παραβολῇ δὲ ἕν ἐκ τῶν ἑκατὸν ἀπώλετο μόνον, ὅπερ ἦλθεν εὑρεῖν ὁ ἐπιδημήσας ποιμήν, ὅς καὶ ἐπὶ τῶν ὤμων ἀναλαβὼν ἀπέδωκε τῷ ἀριθμῷ τῦν ἐνενήκοντα καὶ ἐννέα. οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ ἕν πρόβατον· ὁ μέν τίς ἐστι πούς, ὁ δὲ καφαλή, ὁ δὲ ἄλλο τι, ὁ δὲ ποιμὴν ἐλθὼν συνήγαγεν ]>ὀστέον πρὸς ὀστέον καὶ ἁρμονίαν πρὸς ἁρμονίαν< καὶ ἑνώσας ἀνέλαβεν ἐπὶ τὴν χώραν αὐτοῦ. ἡ δὲ ἑνότης γίνεται δἰ ἀγάπης καὶ ἀληθείας καὶ [*](1 Vgl. Onom sacra I, 174, 91: Βαβυλὼν σύγχυσις u. ö. — 2 Jes. 31, 9. — 2.6 Jes. 32, 20. — 14 II Kor. 10, 6. — 15 II Kor. 10, 5. — 21 Luk. 19, 10. — 22ff. Vgl. Luk. 15, 3—5 (Matth. 18, 12f.). — 24 Vgl. I Kor. 10, 17. — 26 Vgl. Ezech. 37, 7. Zur Form d. Citats vgl. Sel. in Psal. 21, 15: ὁ δὲ τῷ τελείῳ θεὸς συνάγει ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἁρμονίαν u. Euseb. h. e. 10, 3, 2.) [*](4 κἄν] καὶ c | 5 ὅ] ὥ c | 6 λουτρῶ c | 7 Ἰσραηλίτης] + καὶ ο | 11 Κατέχει] vorher τοῦ αὐτοῦ c 11 τῷ] τὸ c | 12 γῆς τῆς ἁγίας] ἁγίας γῆς ο | καὶ θερίσαι c* (a. R. ἐκκλησίας c1) καὶ θερίσαι τῆς ἀκκλησίας ο | 13 ἀλοθρεύσομεν c | 14 ἐν ἑτοίμῳ ο ἑτοίμως c (vgl. NT cod. D*) | 17 ἀποδικτικῷ ο | 22 τῇ δὲ παραβολῇ ἕν ο | 23 εὔρει ο | 27 ὀστοῦν ο | 28 τὴν χώραν] l. τῶν χειρῶν? τῶν ὤμων Riedel (vgl. Z. 23).)

213
προαιρέσεως ἀγαθῆς. τῷ ἰδίῳ μὲν οὖν λόγῳ πάντας ἥνωσεν. εἰ δέ τινες ἀπειθοῦντες ἐφάνησαν, ἀνίατον τὸ πάθος ἐκτήσαντο. εἷς οὖν ὁ πᾶς Ἰσραηλίτης κατὰ τὴν συγγένειαν τὴν ἀληθινήν, >οἱ γὰρ πάντες ἕν σῶμά ἐσμεν καὶ εἷς ἄρτος καὶ τοῦ ἑνὸς μετέχομεν πνεύματος<. πλανώμενον δὲ πρόβατον ὁ μὴ τυγχάνων τῆς τοῦ καθήκοντος θήρας ἔν τε λόγῳ καὶ πράξει, ἤ τῷ μὴ ζητεῖν ἤ τῷ μὴ εὑρεῖν. ὁ δὲ εἰδῶς καὶ ποιῶν τὰ τῆς ἐπιγνώσεως οὐ πλανᾶται· ὁ δὲ πλανώμενος ὑπὸ λεόντων ἐξωθεῖται. »ὁ« γὰρ »ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ξητῶν τίνα καταπίῃ«. ἤδη δὲ καὶ »σκύμνοι λένοτος ὠρυόμενοι ἁράσαι καὶ ζητῆαι παρὰ θεοῦ βρῶσιν αὐτοῖς« ἐπιβουλεύουσι τοῖς δικαίοις, βουλόμενοι ἐξῶσαι ἡμᾶς ἀπὸ τῶν ῤρῶν τῆς εἰρήωης. ἀλλ' ὡς Δαβίδ λαβὼν τοῦ πώγωνος τὸν λέοντα ἔπνιξεν, οὕτω τὸν πνευματικὸν Δαβίδ, τὸν Κριστόν, ἐξαιτήσωμεν λαβόντα τὸν λέοντα καὶ πᾶν τὸ τῶν θηρίων συνέδριον ἀνελεῖν. δύο δὲ νῦν λαμβάνει λέοντας γενικούς, τόν τε Ἀσσύριον καὶ τὸν Βαβυλώνιον. κατὰ τῆν ἱστρίαν τὴν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν δύο εἰσίν· ὁ μὲν γὰρ Ἀσσύριος ἀπᾠκισε τοὺς υἱοὺς Ἰσραὴλ >εἰς Ἀσσυρίους ἕως τῆς σήμερον<, ὁ δὲ Βαβυλώνιος τοὺς υἱοὺς Ἰούδα >εἰς Βαβυλῶνα>. πλὴν οὐκ ἔφη νῦν πρῶτος καὶ δεύτερος, ἀλλὰ πρῶτος καὶ ἔσχατος. πρῶτος γὰρ λέων ὁ ἀντικείμενος διάβολος, αὐτὸς ὁ »ἀνθρωποκτόνος«· τελευταῖος δὲ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος »Ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἐπαιρόμενος ἐπὶ πάντα λεγόμενον θεὸν ἤ σέβασμα«.

Οὐ δύναται ὁ Ἰσραὴλ ἀποκαταστῆναι εἰς τὴν νομὴν αὐτοῦ, ἐὰν μὴ πάθωσιν οἱ δύο βασιλεῖς ἅ δεῖ παθεῖν ὑπὲρ τῆς τῶν πεπονθότων κακῶς ἐκδικήσεως. μὴ πάντως δὲ ἐπὶ τῶν διάβολον ἤ τὸν ἀντίχριστον ἐκλάβῃς τὸν λόγον· ἐν ἐμοὶ γὰρ ἀναιρεθήτω >συντριβόμενος ὁ σατανᾶς ὑπὸ τοὺς πόδας μου ἐν τάχει<. ὅταν δὲ ἀνέλῃ τοὺς δύο τούτους καὶ τοὺς μεταξύ, ἀποκαταστήσει τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ· ὅτε καὶ νεμήσεται ἐν τῷ Καρ- [*](3 Vgl. I Kor. 10, 17. — 5ff. Vgl. Hom. 5, 16. — 8 I Peter. 5, 8. — 10 Psal. 103, 21. — 12f. Vgl. I Sam. 17, 34. 35. — 18 Vgl. II Kön. 17, 23. — 19 Vgl. II Kön. 25, 7? 11. — 21 Vgl. Joh. 8, 44. — 22 II Thess. 2, 3. 4. — Vgl. Röm. 16, 20.) [*](1 ἀγαθῆς] ἀγάπης ο | 6 τῷ 1u. 2] τὸ c | 8 ὑπὸ] ἀπὸ c | 9 καταπίῃ cod. Vat. gr. 1153/54 καταπίει c καταπιεῖν ο | 10 θεῷ | c | 12 ὡς ὁ δᾶδ ο | 13 χρηστόν ο | 14 ἐκζητήσωμεν c | 17 ἀπώκισε l ἀπώκησε co | 28 ἐκλάβης | ἐκλαμβάνης c* ἐκλάβοις c1o | 28/29 ἀναιρέθη τὸ συντριβόμ° ο | 30 τοὺς2 l τούτους co | ἀποκαταστήσει cod. Vat. gr. 1153/54 ἀποκαταστήσηι l ἀποκαταστῆσαι co | 31 ὅτε co τότε l.)

214
μήλῳ καὶ τῇ Βασὰν καὶ ἐν ὄρει Ἐφραὶμ καὶ ἐν Γαλαάδ. τοσούτων τόπων ἄντων τῆς Ἰουδαίας καὶ τῆς τῆς τῆς καλρονομουμένης, ταῦτα μόνον ὠνόμασεν.

Σφύραν τὴν Βαβυλῶνα καλεῖ, ταῖς ἰδίαις πλεονεξίαις τοὺς ἐπὶ γῆς κατατρίψασαν. ὅτε δὲ τὸν θεῖον νεὼν Ὁ Σολομὼν κατεσκεύαζεν, ἐν ἐπαἰνῳ τῶν Βασιλειῶν ἡ τρίτη φησὶν ὅτι >σφύρα καὶ πάλεκυς οὐκ ἠκούσθη ἐν τῷ οἴκῳ τοῦ θεοῦ<. οἶκος δὲ ἡ ἐκκλησία θεοῦ, ἐν ᾗ μὴ δεῖ ἀκούεσθαι σφύρα. ἔστι δὲ σφύρα πάσης τῆς γῆς ὁ διάβολος, καὶ ἔστιν ὁ μὴ φροντίζων αὐτῆς οἱονεί τις ὕλη τυπτομένη παρ' αὐτῆς καὶ μὴ πάσχουσα. »ἐκοὺ« γάρ φησιν »ἀνὴρ ἑστηκὼν ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας«· ὅστις ἀδάμας ὑπ' οὐδεμιᾶς συντρίβεται σφύρας. κἄν ἐφεστήκῃ γοῦν ὁ διάβολος ἡ σφύρα, καὶ ὐποκείμενος ᾖ δράκων »ὥσπερ ἄκμων ἀνήλατος«, οὐδὲν ὁ ἐν τῇ χειρὶ κυρίου καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἀδάμας πείσεται. τεῖχος γὰρ ὁ ἅγιος ἀδμάντινον, καὶ ἐν χερσὶ κυρίου μένων ἀπαθής, κἄν μέσος ληφθῇ τῆς τε σφύρας καὶ τοῦ δράδοντος. ὅσον δὲ τύπτεται, λαμπροτέραν αὐτοῦ τὴν ἀρετήν ἐπιδείκνυσιν· ὁ γὰρ διάβολος οἷά τις λέθων ἀγνοῶν φύσιν διὰ πολλῶν δοκιμάζει πληγῶν τὸν οἷον ἀδάμαντα, θεοῦ μόνου καλῶς τὴν τούτων φύσιν εἰδότος. εἰ σφύρα μὴ ἦν, >σάλπιγξ ἐλατὴ< ἡ κατὰ τὸν νόμον οὐκ ἦν ἦν, διεγείρουσα ἐπὶ τὰς ἑορτὰς τοῦ θεοῦ ἤ παροξύνουσα εἰς πόλεμον τοὺς ἀκούοντας. τοιοῦτον ἐποίησε τὸν Παῦλον διὰ πειρασμῶν ποικίλων ἡ σφύρα, μηδὲν μὲν ἐξ αὐτῆς παθόντα, μεγάλῃ δὲ φωνῇ πρὸς τὸν τῆς κακίας διεγείροντα πόλεμον. ἐργάζεται μὲν οὖν ἡ σφύρα τὸν πειρασμόν, ὑπηρετεῖ δὲ τῇ σφύρᾳ ὁ ἀπὸ τοῦ Κάϊν »σφυροκότος, ὁ χαλκεὺς χαλκοῦ καὶ σικήρου«. τοιοῦτος ἑπὶ τοῦ σωτήρος Ἰούδας καὶ οἱ »σταύρου, σταύρου αὐτόν« κεκραρότες, διὰ τῶν τοιούτων ὑπηρετοῦντες τῇ σφύρᾳ.

[*](5 Vgl. Olymp. (Gh II, 886): ἡ σφύρα πάσης τῆς γῆς ἡ τὴν οἰκουμένην συν- τρίψασα Βαβυλών. — 7 Vgl. I Kön. 6, 12. — 11 Amos 7, 7. — 13 Vgl. Xeno- crates bei Hieron. Comm. in Amos 7, 7. — 15 Vgl. Hiob 41, 15. — 21 Vgl. Hom. 5, 16. — 21 ff. Vgl. Num. 10, 2.8.9. — 21 Gen. 4, 22. — 28 Vgl. Joh. 19, 15.)[*](5 ff. Vgl. hierzu Cat. Regn. (siehe unten) u. Hom. 21, 1 = lat. III, 1 (Lo 15, 389ff. MPL XXV, 606ff.) | 5/6 Σφύραν—κατατρίψασαν] <Η w. e. sch. | 5—8 Σφύραν — θεοῦ] < Cat. Regn. | 5 σφύρα ο| 8 ἐκκλησία] + τοῦ Cat. Regn. | 9 ἀκουσθῆναι σφύραν Cat. Regn. | σφύρα c1o σφύραν c* | 12 ἐπὶ] + τοῦ Cat Regn. | 14 ἡ] < Cat. Regn. | 15 σκέπην] ἐπισκοπὴν ο Cat. Regn. | 16 πεσεῖται ο | χερσὶ] χειρὶ Cat. Regn. | 17 μένον ἀπαθές Cat. Regn. | 18 ὅσῳ Cat. Regn. | ἐπιδείκνσιν c1o ἐπιδείκυνται c* | 20 τούτου Cat. Regn. | 21—29 εἰ—σφύρᾳ] < Cat. Regn.| 21 ἧν] ἥν ο ἧ c esset H | 29 ὑπηρετοῦωτες] ὑπηρετούντων c o.)
215