Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἐφρόνουν γὰρ ἐπὶ τοξείᾳ, μὴ μαθόντες ψάλλειν· »οὐ γὰρ ἐπὶ τὸ τόξον μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με«. ἔθνη δὲ πανταχόθεν ἀπειλεῖ κινεῖν ἐπ᾿ αὐτόν, ὅθεν ἀνέμους ἐκ τῶν ὅθεν ὡρμῶντο καλεῖ. ἕκαστος ἡμῶν ἀναλόγως τῇ καταστάσει ᾒ Αἰλαμίτης ὁμωνύμως ἐστὶν ἢ Ἰδουμαῖος ἢ Μωαβίτης ἢ Αἰγύπτιος ἢ Ἰσραηλίτης. δυνατὸν δὲ μεταβάλλειν ἐξ ἑτέρου ἔθνους εἰς ἕτερον κρεῖττον ἢ χεῖρον· τὰ ψυχικὰ γὰρ ἔθνη μεταπίπτειν οἶδεν εἰς ἄλληλα. πλὴν ἕκαστος ἡμῶν ἀναλόγως οἷς ἐθησαύρισε πίεται τὸ τῆς ὀργῆς κυρίου ποτήριον ἀκράτου ἢ κεκερασμένης· πάντες γὰρ ἡμάρτομεν πλέον ἢ ἔλαττον. ὡς δὲ Ἰσραὴλ ἐπώνυμος γέγονεν ᾧ πεποίηκεν, ἰσχύσας πρὸς τὸν θεὸν ἐν τῇ πάλῃ, οὕτω τινές εἰσι Παραβεβλημένοι Ψεκτοὶ Αἰλαμῖται· οὕτω γὰρ ἑρμηνεύονται. παραβάλλοννοῦν, εἰς πάθη ἀτιμίας< δηλοῖ δέ, τίνες οἱ περὶ ὧν ὁ λόγος ἄνεμοι, καὶ Παῦλος εἰπών· »ἵνα μηκέτι ὦμεν κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων, πρὸς τὴν μεθοδίαν τῆς πλάνης«. περιφέρεται δὲ παντὶ ἀνέμῳ ὁ Παρα- [*](12 Psal. 42, 7. — 16/17 Vgl. Jerem. 25, 14 26, 2 29, 8 31, 1 37,4. — 19ff. Vgl. Hom. 12, 2. — 20 Vgl. Psal. 74, 9 Jerem. 32, 1. — 21 Vgl. Gen. 32, 24. 28. Vgl. Philo de migr. Abr. I, 467 M: παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος· ὅταν δὲ τὸν θεὸν ὁρὰν ἱκανὸς εἶναι δόξας Ἰσραὴλ μετονομασθῇ κτλ., u. ö. Vgl. auch Onom. sacra sub Ἰακώβ u. Ἰσραήλ. — 22. 23. 28 Vgl. Onom. sacra. I, 186, 1: Αἰλαμῖται παραβλέποντες [sic] Ι, 56, 29: Aelamitae adpositi sive conlati aut objecti. — 24 Vgl. Röm. 1, 28. 26. — Eph. 4, 14.) [*](1 κλῆμα] + τὸ ο | καρπὸν δὲ μὴ φέρον ο | 2 ἐμβάλει ο | 4 ὅστις τε ἰκότως ο | 6 διορθώσειεν c1o διορθώσεται c* | 12 τοξία co | 13 τὸ τόξον] τῷ τόξῳ c | 16 ἐλαμήτης c | ὁμωνύμως] < c*, a. R. c1 ὁμώνυμ o | αἴγυπτος ο | 20 ποτήριον α τὸ τῆς ὀργῆς κݲυݲ ο | 22 περιβεβλημένοι c | 23 ἐλαμιται c | 24 δὲ] < ο | παραδέδωκεν ο | 25 ἄνεμοι καὶ] ἀνέμοις co | 26 κλυδονιζόμενοι ο | 27/28 ἐν τῇ μεθοδείᾳ c.)

211
βεβλημένος, εἴτε διδασκαλίας εἴτε θυμοῦ εἴτε ἐπιθυμίας. ἄνεμοι δὲ τέσσαρες γενικοί, ταράσσουντες τὴν ἀνθρώπου ψυχήν, ἐπιθυμία, φόβος, ἠδονή, λύπη, οἷς Αἰλαμίτης ἐκ τοῦ θεοῦ καταλειφθεὶς παραδίδοται. ἀλλὰ τί τὸ τόξον Αἰλάμ, ἐν ᾧ ἡ ἀρχὴ τῆς δυναστείας, αὐτὸς ἔφη μελῳδῶν ὁ Δαβίδ· »ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ«.

  • Καὶ μετ᾿ ὀλίγα·
  • Ἀλλ᾿ ὁ σωτὴρ ἐπιδημήσας τοὺς τέσσαρας ἀνέμους ἐπὶ τοὺς Αἰλαμίτας ἐπήγαγε κυκλοῦντας ἡμᾶς, ἵνα τούτους διασκορπίσειε. παραδίδονται γὰρ δυνάμεις ἀντικείμεναι δυνάμεσιν ἑτέραις ἀντικειμέναις εἰς κόλασιν, ὡς ὁ Φαραὼ τῷ Ναβουχοδονόσορ· καὶ ὄφεις γὰρ ἰοβόλους εἰ κατακλείσεις, ὑπὸ τῶν δυνατωτέρων οἱ ἀσθενεῖς ὑπὸ λιμοῦ κατεσθίονται, ἕως οὗ ὁ πάντων ἰσχυρότατος πληρωθεὶς ὑπὸ τῶν ὄφεων οὓς κατεδήδοκεν, ὁ καλούμενος γένηται βασιλίσκος, ἰὸν ἔχων ἐκ μόνης θέας καρποφόρον δένδρον ξηραίνοντα. οὕτως αἱ πονηραὶ δυνάμεις ὑπ᾿ ἀλλήλων κολάζονται, μέχρι καταλειφθῇ τελευταῖον ὀ >ἔσχατος ἔχθρὸς Χριστοῦ θάνατος,> βασιλίσκος περὶ οὗ φησιν· »ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ«. ὁ γὰρ Χριστὸς ἰσχυρότερος ὢν τοῦ βασιλίσκου, ἐπιβέβηκεν αὐτῷ καὶ δέδωκεν ἡμῖν »ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων«.