Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ὁ Χριστὸς οἰκοδόμος καὶ ἀραχιτέκτιων, περὶ οὗ ἐν προφήταις λέλεκται· »οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοὺ μου ἐπιστρέψει«. φησὶν οὖν Ο κύριος· καὶ οἰκοδομήσω αὐτὸς κὰι οὐ μή καθελῶ. ἀγαθὸς γὰρ ὢν ὁ θεὸς οἰκοδομήματά τινα καθαιρεῖ· δεὶ γὰρ τὴν ἐν ἡμῖν οἰκοδομὴν τῶν ἀκαθάρτων πνευμάτων καταλυθῆναι καὶ οὕτω ναὸν οἰκοδομηθῆναι θεῷ ἐξ ἀρετῶν τε καὶ δογμάτων ὀρθῶν, ἵνα καὶ ὀφθῇ ἡ δόξα αὐτοῦ ἐν αὐτῷ. ἔστι δὲ καὶ γεωργὸς καταφυτεύων καὶ ἐγεκεντρίζων οὕς ἄξιον. φησὶ γὰρ ὁ σωτὴρ ὡς ῥίζα τοὺς κλάδους πάντας ἀνέχων· »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα, ὁ δὲ πατήρ μου ὁ γεργός ἐστιν. πᾶν κλῆμα ἐν ἐμοὶ μένον και ποιοῦν καρπὸν καλόν, ὁ πατήρ μου καθαίρει ἵνα πλείονα καρπὸν φέρῃ· πᾶν δὲ [*](5 I Kor. 5, 6. — 7 Vgl. Matth. 5, 22 25, 41? — 11 Vgl. Olymp. (Gh II, 588): οἰκειότερον επὶ τῆς τοῦ χριστοῦ ἐλεθερίας (ἴσ. ἐλεύσεως) ωοήσεις τοῦτο. — 22 Jes. 45, 13. — 25 ff. Vgl. in Jerem. Hom. 1, 16. — 26 Vgl. Matth. 12, 43. 44?— 27 Vgl. Jes. 6, 1? — 28f. Vgl. Röm. 11, 17. 18. — 30 Joh. 15, 1. 2. 5. 6. (vgl. Matth. 3, 10 7, 19 Luk. 3, 9).) [*](4 κατατήσει ο | 10 ἑώρακεν] τεθέαται ο | 16 τὸν πονηρὸν ὄψη ο | 18 ὁμοιῶσθαι ο | 25 καθαίρει ο | τὴν . . οἰκοδομὴν 1 τῆς . . οἰκοδομῆς co | 28 ἔστι c1o ἐπι c* ἔτι l | 31 ὁ c2l < c*o.)

210
κλῆμα ἐν ἐμοὶ μένον μὴ φέρον δὲ καρπόν, ὁ πατήρ μου ἐκκόπτει καὶ εἰς πῦρ αὐτὸ βάλλει«. οὐκ ἐν ἐθνικοῖς, ἀλλ᾿ ἐν τοῖς πιστοῖς ἐστι τὸ >ἐν αὐτῷ μένον καὶ μὴ φέρον καρπόν<· οἷός ἐστιν ὁ λέγων εἶναι πιστὸς καὶ πλημμελῶν ἐπ᾿ ἀδείας, ὅστις εἰκότως ἐκκόπτεται· καθαίρει δὲ τὸ καρπὸν φέρον, ἵνα κἄν τι παρορᾷ ὡς ἄνθρωπος διορθώσειεν.