Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Προφητεύει περὶ συσσεισμοῦ καὶ ὀργῆς κυρίου ἐκπορευομένης ἐπὶ τοὺς ἀσεβεῖς. ὁ θυμὸς οὐκ ἀπεστράφη, οὐχ [*](1 Vgl. Chrysost. (Gh II, 552)? — 1/2 Vgl. Gen. 1, 26. — Vgl. Olymp. (Gh II, 552): ἐὰν . . . . ἀγαθὰς ἐργάσηται πράξεις. τοῦτο γάρ ἐστι τὸ ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου. — 3 Vgl. Matth. 25, 33. — 3/4 Vgl. Luk. 15, 22. — 6 Jerem. 21, 9. — 8 ff. Vgl. II Kön. 24, 12. — 10 Vgl. Röm. 4, 11. — 14ff. II Kön. 25, 27—30. — 9 Vgl. Hier. Comm. 1001. — 27 Vgl. I Kor. 14, 15.) [*](1 πᾶς] πως ζ c | 2 ἀναλαμπρύνων c | 4 Ἰεχονίας l ϊεχωνίας co | 5 ἐγίνετο ο | 18 προφητῶν ο | ἀλλὰ]+καὶ ο | 20 μωσέως l μωυσέως co | 21 τῷ l τὸ co | 27 προσῇ l προσείη co | 27 προσεύχομαι] + c | 31 ἀπεστράφη c (η in Ras.) ἀποστράφει ο.)

206
ἁπλῶς ἀλλ᾿ ἕως ἂν ποιήσῃ αὐτό, ὡς ἀποστρέφοντος ἐπὰν ποιήσῃ. ὃ δὲ μὴ πεποίηκε >λόγος κυρίου<, θυμὸς κυρίου ποιεῖ. τί δὲ θυμὸς κυρίου ποιεῖ, λέγει Δαβὶδ ἐν τῷ »κύριε, μὴ τῷ θυμῷ δου ἐλέγξῃς με«. οὐκοῦν ἐλέγχων οὐ παύεται, ἕως οὗ ποιήσῃ δι᾿ ὃ ἐλέγχει, ὡς οὐδὲ ἡ ὀργή μέχρι τελείως παιδεύσῃ. οὐ μόνον δὲ ποιήσει, ἀλλὰ καὶ στήσει καὶ βεβαιώσει. τὸ δὲ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ αἴνιγμα ὂν ἐπ᾿ ἐσχάτου, φησί, νοηθήσεται, δηλαδὴ περὶ τῶν εἰρημένων περί τε θυμοῦ καὶ ὀργῆς. χάρις οὖν τῷ ἡμῖν ἀποκαλύμαντι τὰ μέχρι τοῦ παρόντος κε- κρυμμένα.

Διὰ τοῦτο οὐκ ἔλαθόν με εἰς πονηρίαν τὸν λαόν μου ὠθήσαντες. ὁ γὰρ καὶ προφήτῃ διδοὺς εἰδέναι τὰ πανταχοῦ, πολλῷ μᾶλλον οἶδεν αὐτό. »πνεῦμα« γὰρ »κυρίου πεπλήρωκε τὴν οἰκουμένην«· καὶ »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν«, ὡς ὁ Παῦλος πρὸς Ἀθηναίους ἔφη. τοιοῦτον καὶ τὸ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος; τῇ δυνάμει γὰρ αὐτοῦ πᾶσιν ἐγγίζει. καὶ εὐχαὶ ἄρα οὐχ ὡς πρὸς πόρρω ὄντα γίγνονται τὸν θεόν. καὶ περὶ τοῦ υἱοῦ δὲ λέγεται· »ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾿ αὐτοῦ ἐγένετο«. αὐτὸς γὰρ ὁ καὶ λέγων· θεὸς ἐγγίζων ἐγώ εἰμι· καὶ γὰρ ἔφησεν· »ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, κἀγώ εἰμι ἐν μέσῳ αὐτῶν«, ὁ καὶ λέγων· »ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«.

Ὡς γὰρ τῆς ἡμετέρας ψυχῆς οὐδὲν τοῦ σώματος ἔρημον, ἀλλ᾿ ὅπου αἴσθησις ἐκεῖ καὶ ψυχή, καὶ ἐπὶ πᾶν φθάνει τὸ σῶμα, οὕτως καὶ οὐδὲν κενὸν τοῦ θεοῦ. καὶ ὅμως πάντα πληρῶν οὐ πληροῖ τὸν ἁμαρτωλόν, πνευμάτων γὰρ ἀκαθάρτων πεπλήρωται· [*](2 Vgl. Jerem. 23, 17. — 3 Psal. 6, 2. — 5 Vgl. Psal. 6, 2b. — 12ff. Vgl. Chrysost. (Gh II, 574f.): ὅτι εἰς πονηρίας αὐτοὺς ὤθησαν, οἶδα. πόθεν οἶδα; παρὼν ἐγά εἰμι, πανταχοῦ πάρειμι. εἰ γὰρ τοῖς μὴ παροῦσι προφήταις δίδωσιν εἰδέναι τὰ πανταχοῦ πολλάκις, πολλῷ μᾶλλον αὐτὸς οἶδεν. Vgl. Sever. Antioch. ebenda. — 14 Weish. Sal. l, 7. — 15 Act. 17, 28. — 19 Joh. l, 10. — 21 Matth. 18, 20. — 22 Matth. 28, 20.) [*](1 ὡς] ὡ ο | 4 ποιήσει ο | δι᾿ ὃ] διὸ c l o | 5 ὡς] 〈 o | παιδεύσῃ Gh παιδεύσει c l o | 6 ἐγχρήματος ο | 7 ὂν] ὢν ο | 7/8 νοηθήσεταί φησι ο | 8 περὶ1] μετὰ ο | τε] 〈 ο | 12 τὸν λαὸν εἰς πονηρίαν ὠηθήσαντες ο | 28 καὶ1] 〈 ο | ὕμως] + καὶ ο.)

207
καὶ τὸν τοιοῦτον ἀδύνατον ὑπὸ θεοῦ πληρωθῆναι, μὴ τῶν ἄλλων τῶν πληρούντων ἀπηλλαγμένον. τοὺς γὰρ ἀξίους πληροῖ ἐν οὐρανῷ τε καὶ γῇ. »τοῦ« γὰρ »κυρίου« οὐχὶ ἡ γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, ἀλλ᾿ »ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς«, ὡς ὄντων ἐν αὐτῇ τινων οἳ μὴ εἰσὶ πλήρωμα γῆς. πλήρωμα γὰρ τῆς γῆς οἱ πεπληρωμένοι ἀπὸ τοῦ εἰπόντος· οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος.

Ἐπειδὴ καὶ οἱ ψευδοπροφῆται ἀπεχρῶντο τῷ »τάδε λέγει κύριος«, τοὺς ἀληθεῖς προφήτας ὑποκρινόμενοι, ἔδει σημείων διαστελλόντων ἑκατέρους. ἦν μὲν οὖν, κατὰ τὸν ἀπόστολον, πνευμάτων διακρίσεως χάρισμα, καὶ ὁ τοῦτο ἔχων διέκρινε πνεύματα, τά τε θεῖα ὄντα καὶ τὰ πονηρά, καθάπερ ἀργυραμοιβὸς τὸ νόμισμα τὸ δόκιμόν τε καὶ κίβδηλον. χωρὶς δὲ τῆς καθολικῆς ἐπιστήμης καὶ τὸ νῦν εἰρημένον ἀρκεῖ πρὸς διάκρισιν. ὁ γὰρ λόγος μου, φησίν, οὐ διάκενος καὶ τρόφιμος ἀλόγων, ἀλλ᾿ οἱονεὶ σῖτος καὶ λογικῶν τροφή.

Τί δὲ τὸ ἄχυρον πρὸς τὸν | σῖτον εἶπεν, ἀλλ᾿ οὐ πρὸς κριθήν· παρέθηκε γὰρ ὁ κύριος ἄρτους, τοὺς μὲν κριθίνους τοῖς ἀλογωτέροις, τοὺς δὲ πυρίνους τοῖς λογικοῖς. διὸ καὶ νῦν οὐκ ἔφη· τί τὸ ἄχυρον πρὸς τὴν κριθήν, ἀλλὰ πρὸς τὸν σῖτον, τὴν λογικὴν ἀκριβῶς παραστήσας τροφήν. ἔστι δὲ καὶ ἄλλο σημεῖον, ὅτι οἱ λόγοι κυρίου ὡς πέλυξ κόπτων πέτραν. ὅταν ὁ ἀκροατὴς ἐλεγμενος καίηται ὥστε λέγειν· »οὐχὶ ἡ καρδία μου καιομένη ἦν ἐν ἐμοί«, πῦρ καὶ σῖτός ἐστιν ὁ λόγος· εἰ δὲ τέρπεται τῶν καθ᾿ Ἡδονὴν ἀκροώμενος, ἄχυρα. ἀλλὰ καὶ πέλυξ ἐστὶν ὁ τοῦ θεοῦ λόγος, οὐ ξύλα μόνον δυνατὸς ἀλλὰ καὶ πέτραν διελεῖν, οὐ τὴν· λόγος, Χριστὸν νοουμένην, ἀλλὰ τὴν ἐναντίαν ἣν δεῖ τέμνεσθαι κατὰ τὸ »συντριβήσονται πέτραι ἐνώπιον κυρίου«.

[*](3ff. Psal. 23, 1. — 9 Vgl. Jerem. 2, 2 u. ö. — 9 ff. Vgl. Olymp. (Gh II, 580). — 19ff. Vgl. Philo de sept. II, 294 M. Vgl. Hier. Comm. 1005. 1006. — 20 Vgl. Joh. 6, 9. 13. — 25 Luck. 24, 32. — 28 Vgl. I Kor. 10, 4. — 30 Judith 16, 15 ??)[*](2 ἀπηλλαγμένων o w. e sch. | 5 μὴ] μὲν clo | εἰσὶ] εἰσ ο }| πλήρωμα² —γῆς²] < ο | 9 τῷ l τὸ co | 13 τὰ] < ο | ἀργυρόμοιβος c | 19 Τί] anonym am Anfang d. Seite o | 20 κριθίνους 1 κριθήνους co | 24 κόπειν ο | ὅταν] ἐὰν ο | 25 ἦν καιομένη ο | 26 εἰ] ἡ c | τέρπεται l τέρπηται co 20 | 27 καὶ Blass Koetschau.)
208