Fragmenta In Jeremiam (In Catenis)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Μὴ αἴρειν ἁμαρτιῶν παραγγέλλει βάσταγμα μηδὲ λέγειν· »ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ«, ὡς ἂν γενώμεθα βασιλεῖς τε καὶ ἄρχοντες καθήμενοι παγίως ἐπὶ θρόνου Δαβίδ, τῆς τοῦ χριστοῦ ἐκκλησίας, ὡς λέγεσθαι περὶ ἡμῶν· »ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτῶν στέφανον ἐκ λίθου τιμίου«. τοιοῦτοι δὲ καὶ ἐπιβεβήκασιν ἐφ᾿ ἅρμασί τε καὶ ἵπποις, χαλιναγωγοῦντες τὸ σῶμα καὶ τὰς ἀλόγους κινήσεις ἀπείργοντες, ὡς ἂν καὶ ἡ πόλις εἰς τὸν αἰῶνα κατοικηθήσεται, καὶ πανταχόθεν αὐτῇ διὰ τὴν τῶν καθηγουμένων ἀρετὴν καὶ τὴν τῶν οἰκητόρων ἀρίστην πολιτείαν ἥξουσιν οἱ δῶρα προσφέροντες, ἔκ τε τῶν πόλεων Ἰούδα, τῶν Ἐξομολογουμένων τῷ θεῷ, καὶ κυκλούντων τὴν Ἱερουσαλήμ, τῆς Ὁράσεως τὴν εἰρήνην, καὶ ἐκ γῆς Βενιαμίν, τοῦ Υἱοῦ πεδινῆς, τῆς μηδὲν ἐχούσης >ὕψωμα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενον<, καὶ ἐκ τοῦ ὄρους, τοῦ εὐαγγελικοῦ λόγου, καὶ ἐκ [*](2 vgl. Matth.25,1—12?—4 Vgl.I Kor.4,15.—vgl.Gal.4,19.— 5 vgl.I Kor. 3,2 Hebr. 5,13.14.—7 Heber.11,12.11vgl.Basil.(Gh II, 461): τουτέστι μὴ τῷ βάρει τῆς ἁμαρτίας καταφορτίζεσθαι.—12 Psal.37,5.— 14 Psal. 20,4.—16f. vgl. Jak. 3,2.—20ff.vgl.Hier. Comm.964.965.—21 vgl. onom.sacra I,169,82:Ἰουδας ἐξομολόγησις, ἐξομολογουμένου, u.ö.—Vgl. Onom.sacra I,169,66: Ἱερουσαλημ ὅρασις εἰρήνης κτλ. u.ö.—22 vgl. onom. sacra I, 177, 83: Βενιαμὶν τέκνον ὀδύνης ἢ υἱὸς δεξιᾶς, u.ö.—23 vgl. II Kor. 10,5.) [*](2 δ᾿ ἄν] δ᾿ οὖν c| 7 ἀλλὰ ο|8 πιπτόντων]θνησκόντον ο|11 βαστάγματα 1|11/12 μηδὲ—ἐμέ]〈1|12βαρὺν c| 14 τῆι.. ἐκκλησία ο|ὡς 1 καὶ co| 15 τοιοῦτοι]οὗτοι 1 |16 ἅρμ α καὶ ἵππους 1|17 ἀνείργοντες ο|ὡς 1 καὶ ὡς co| 18 καὶ]〈1|αὐτῇ]+φησι 1|21 τῶν]〈1|22 1. τὴν Ὅρασιν τῆς εἰρήνης?| βενιαμεῖν c| 24 μηδὲν]μὴ 1.)

203
τῆς πρὸς νότον, τῆς ἀντικειμένης τῷ ἀπὸ βορρᾶ πνέοντι. οὗτοι γὰρ καὶ οἴσουσι θυσίαν >ἁγίαν εὐάρεστον τῷ θεῷ<, τὴν τῆς ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσανν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν >, τὴν ψυχῆς ἀφιέρωσιν, καὶ ὁλοκαυτώματα λογικά, πᾶσαν ὕλην καταφλέγοντες ὑπόδικον τῷ αἰωνίῳ πυρὶ διὰ τοῦ πνεύματος. ὧν >ἡ προσευχὴ ὡς θυμίαμα καὶ ἡ ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή<. οἳ καὶ προσφέρουσι λίβανον, ὅπερ ἑρμνηνεύεται Λευκασμός, πᾶσαν ἀποβάλλοντες ζοφώδη διάθεσιν, ὡς ἁρμόττειν αὐτοῖς τὸ »τίς αὕτη ἡ ἀναβαίνουσα λελευκανθισμένη«· οὕτω γὰρ καὶ τὴν αἴνεσιν δυνήσονται φέρειν εἰς οἶκον κυρίου, >μὴ ἔχοντες οπῖλον ἢ ῥυτίδα ἢ τι τῶν τοιούτων< προστριβομένων τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ. μηδενὸς δὲ τοιούτου γινομένου παρ᾿ ἡμῶν τὰ τῆς ἐπαγομένης ἀπειλῆς ὑπομενοῦμεν.