In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»Ἀνήγαγεν« οὐν »νεφέλας ἐξ ἐσχάτου τῆς γῆς, καὶ άστραπὰς εἰς ὑετὸν ἐποίησεν, καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ«. καὶ ἡμεῖς διὰ τὸν θεὸν ἐπὶ τοὺς θησαυροὺς τούτους ἐλπίζομεν καταντή- [*](1ff. Vgl. Anecdota Maredsolana ed. G. Morin III, 2, 143, 4 ff. — 21ff. Vgl. Jes. 11, 2. 3. — 22 Vgl. II Tim. 1, 7. — 25 Kol. 2, 3. Vgl. Hier. Comm. 914. — 29 | Kor. 12, 8. 9.) [*](1–8 Hierzu Fragm. 26 in C: Δέγουσιν— ἀστραπῆς Ι 3/4 ἐπὶ λίθων C | 13/14 οὕτως — συνάγαγε] Poles et fu ipse ... inrenire H | 18 ἆρα οὖν nach Η: Ergone ὅρα οὖν S | θησαυροῖς] + Dei H | 19 ἢ Co et H ἠ S | 20-31 Hierzu Fragm. 27 in C: Κατὰ — ἑξῆς | 24/25 τὰ -- ἔστίν et istorum spirituum inrenire thcsauros H.)

61
σεσθαι. καὶ ἐπεὶ εἰσίν τινες πολλοὶ θησαυροί, τάχα κατὰ τῶν ἀνισταμένων ἔσονται ἀναπαύσεις ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. ὅ δὲ λέγω τοιοῦτόν ἐστιν. ἡ ἀνάστασις τῶν νεκρῶν ἐν τάγμασίν τισιν γίνεται· φησὶ γὰρ ὁ ἀπόστολος »ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάματι«. καὶ ἐπεὶ μὴ ὡς ἔτυχεν συμφύρεται τὰ τάγματα, τόδε τὸ τάγμα ἔσται ἔν τινι θησαυρῷ θεοῦ καὶ τόδε τὸ τάγμα ἐν ἑτέρῳ θησαυρῷ θεοῦ καὶ τρίτον ἕτερον τάγμα ἔσται ἐν ἄλλῳ θησαυρῷ. οὗτοι μέντοιγε πάντες οἱ θησαυροὶ ἕνα ἔχουσιν θησαυρόν, ἐν ᾦ κατοικοῦσιν. διὸ παρὰ τῷ Παύλῳ λέλεκται· »ἐν ᾠ εἰσιν οἱ θησαυροὶ καὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι«. καὶ ὥσπερ κτῶμαι τὸν »ἕνα πολύτι- μον μαργαρίτην(( διὰ τῶν πολλῶν μαργαριτῶν, οὕτως ἔρχομαι ἐπὶ τὸν θησαυρὸν τῶν θησαυρῶν, τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλέων, ἐπὰν γένωμαι ἄξιος τῶν πνευμάτων τῶν ἀπὸ θησαυρῶν τοῦ θεοῦ· »ἐξήγαγεν« γὰρ »ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ».

»Ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως((. εἰ πᾶς ἄνθρωπος ἐμωράνθη ἀπὸ γνώσεως, καὶ Παῦλός ἐστιν ἄνθρωπος, Παῦλος ἐμωράνθη ἀπὸ γνώσεως >ἐκ μέρους γινώσκων καὶ ἐκ μέρους ἐμωράνθη ἀπὸ γνώσεως >δἰ ἐσόπτρου βλέπων< ἐν πολλοστημόριον καί, εἰ ἔστιν εἰπεῖν, ἀπειροστημόριον βλέπων καὶ καταλαμβάνων τῶν πραγμάτων. ἐκ τοῦ ἐναντίου δὲ νοήσεις τὸ »ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«. ἔστιν ἁμαρτήματα τῆς Ιερουσαλήμ, ἁμαρτήματα καὶ Σοδόμων, ἀλλὰ συφκρίσει τῶν χειρόνων ἁμαρτημάτων τῆς Ἱερουσαλὴμ δικαιοσύνη ἐστὶν τὰ Σοδόμων ἁμαρτή- ματα· »ἐδικαιώθη« γάρ φησι »Σόδομα ἐκ σοῦ«. ὥσπερ οὐν οὐχὶ δικαιοσύνη τὰ Σοδόμων ἁμαρτήματα ἀλλὰ ἀλλὰ ὡς πρὸς τὴν πλείονα δὲ ἀδικίαν δικαιοσύνη ἐστίν, οὕτως ἐκ τοῦ τοῦ γνῶσις, ἡ Παύλῳ γνῶσις, ὡς πρὸς τὴν γνῶσιν ἐκείνην τὴν οὖσαν έν τοῖς οὐρα- νοῖς, ὡς πρὸς τὴν τελείαν γνῶσιν μωρία ἐστίν. διὰ τοῦτο »ἐμωράνθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«. τοιοῦτόν τι οἶμαι καταλαμβάνων ὁ Ἐκκλησιαστὴς ἔλεγεν. »εἶπα. σοφισθήσομαι. καὶ αὐτὴ ἐμακρύνθη ἀπ ἐμοῦ μακρὰν ὑπὲρ ὅ ἠν, καὶ βαθὺ βάθος, τίς εὑρήσει αὐτό«;

Μέλλει τι ἐπιτολμᾶν ὁ λόγος καὶ λέγειν, ὅτι τὸ ἐπιδημῆσαν τῷ βίῳ ἐκώνωσεν ἑαυτό, ἵνα τῷ κενώματι αὐτοῦ πληρωθῇ ὁ κός- [*](4 Ι Kor. 15, 23. — 9 Κοί. 2, 3. — 10 Vgl. Matth. 13, 46. — 12 Vgl. Apok. 17, 14 19, 16. — 17ff. Vgl. I Kor. 13, 9. — 24 Vgl. Ezech. 16, 51. 52. Vgl. in Matth. Comm. 76 (Lo 4, 391): Et quod dicit Ezechiel ad Jerusalem: »justificata est magis Sodoma ex «. Const. Apost. II, 60. Ropes Tu XIV, 2, 42 f. - 30 Pred. Sal. 7, 24. 25. — 33 Vgl. Phil. 2, 7.) [*](1 ἐπεὶ] nach H: quia Ι 5 συμφύρεται Ru miscentur Η συμφέρεται S | 9 καὶ] <H | 11 πολλῶν] + alias H | 26 δὲ Co sed H | γνῶσις] < Η, Recht | 33 ἑαυτὸ] ἐαυτὸν S.)

62
μος. εἰ δὲ ἐκένωσεν ἑαυτὸ ἐκεῖνο τὸ ἐπιδημῆσαν τῷ βίῳ, ἐκεῖνο τὸ κένωμα σοφία ἠν. »ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν«. εἰ ἐγὼ εἰρήκειν· »τὸ μωρὸν τοῦ θεοῦ«, πῶς ἂν οἱ φιλαίτιοι ἐνεκάλεσάν μοι; πῶς ἂν ἐμέμψαντό μοι; πῶς ἂν μὲν εἰρημένων τῶν νομιξομένων καὶ αὐτοῖς καλῶν, τούτου δὲ ὡς οἴονται οὐ Ι καλῶς εἰρημένου κατηγορήθην, διότι εἶπον »τὸ μωρὸν τοῦ θεοῦ«; νυνὶ δὲ Παῦλος ὡς σοφὸς καὶ ἐξουσίαν ἔχων ἀποστολικὴν ἐτόλμησεν εἰπεῖν πᾶσαν τὴν ἐπὶ γὴν σοφίαν, καὶ τὴν ἐν αὐτῷ καὶ τὴν ἐν Πέτρῳ καὶ τοῖς ἀποστόλοις, πᾶσαν τὴν ἐπιδημήασαν τῷ κόσμῳ εἰναι »τὸ μωρὸν τοῦ θεοῦ«. ὡς γὰρ πρὸς ἐκείνην τὴν σοφίαν, ἣν οὐ χωρεῖ ἐπὶ γῆς τόπος, ὡς πρὸς ἐκείνην τὴν σοφίαν τὴν ὑπερουράνιον, τὴν ὑπερκόσμιον, τοῦτο τὸ ἐπιδημῆσαν μωρὸν τοῦ θεοῦ. ἀλλὰ τοῦτο »τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν«. ποίων ἀνθρώπων; οὐ τῶν μωρῶν λέγω, ἀλλὰ σοφώτερόν ἐστι καὶ τῶν σοφῶν ἀνθρώπων. κἂν τοὺς σοφοὺς εἴπῃς τοῦ αἰῶνος τούτου εἴτε ἄρχοντας εἴτε προφήτας, τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου »τὸ μωρὸν τοῦ θεοῦ«, ὅ διηγησάμην, »σοφώτερον τῶν ἀνθρώπων ἐστίν«.

Παράδοξόν τι μέλλει λέγειν ὁ λόγος, ὅτι »ἡ σοφία τοῦ κόσμοι μωρία παρὰ τῷ θεῷ ἐστιν«, καὶ »ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου«. ἀρα ἐν σοφίᾳ ἐφώρανει. τὴν σοφίαν τοῦ κόσμου; καὶ δύναται χωρῆσαι τὴν σοφίαν, ἱν ἐλεγχθῇ μωρὰ εἶναι, ἡ τοῦ κόσμου σοφία; ἀγωνίζεται γὰρ ἡ σοφία τοῦ θεοῦ πρὸς τὴν σοφίαν τοῦ κόσμου, ἵνα ἐλεγχθῇ πρὸς αὐτήν; ἀλλ' ὀλίγου τινὸς χρεία ἐστὶν ὅπερ ὀλίγον μωρὸν τοῦ θεοῦ έστιν, ἵνα τούτῳ τῷ βραχεῖ μωρῷ τοῦ θεοῦ μωρανθῇ ἡ σοφία τοῦ κόσμου καὶ ἐλεγχθη οὐ γὰρ ἔφερεν ἡ σοφία τοῦ κόσμου τούτου τὴν σοφίαν τοῦ θεοῦ. οἷον ἐπὶ παραδείγματος, ἵνα νοήσῃς ὅτι »τὸ μωρὸν τοῦ θεοῦ« »ἐμώρανεν τὴν σοφίαν τοῦ κόσμου«, δεδόσθω με ἀγωνίξεσθαι, δοκοῦντά με εἰδέναι πολλὰ καὶ πλείονα, πρός τινα ἀνόητον καὶ ἀπαίδευτον καὶ μηδὲν συνιέντα καὶ μὴ ἀγωνιξόμενον ὑπὲρ λόγων γενναίων ὁποιωνδήποτε. ἆρα χρείαν ἔχω διαλεκτικῆς | πρὸς ἐκεῖνον ἢ θεωρημάτων βαθυτέρων, ἐὰν ᾖ μωρὰ αὐτοῦ τά νοή- ματα; οὐχ ἑνός μοι λεξιδίου χρεία ἐστὶν ὀλίγῳ δριμυτέρου παρὰ τὴν [*](2f. Ι Kor. 1, 25. — 6 Vgl. Ι Kor. 1, 25. — 7 Vgl. Ι Kor. 3, 10? — Vgl. Ι Kor. 9 — 5? — 13. 17 Ι Kor. 1, 25. — 16 Vgl. Ι Kor. 2, S. — 19 Vgl. Ι Kor. 3, 19. Vgl. Hier. Comm. 914. — 20f. Vgl. I Kor. 1, 20. — 24f. 28 Vgl. I Kor. 1, 25. — 28 Vgl. I Kor. 1, 20.) [*](1 ἑαυτὸ nach H: se Ι 9 ἀποστόλοις, πᾶσαν] cactcris apostolis H, vielleicht richtig | 11 οὐ nach H: non o=yn S | 17/18 τῶν ἀνθρώπων] honunibiis Η, zu streichen? | 22 δύναται potestYL δύνασαι S | σοφίαν] + Dci H | 24 ὁσπερ S* ὁπερ S1 | 32 ἐàν — νοήματα] < H | 33 ὀλίγῳ] ὀλίγου S.)

63
ἐκείνου λέξιν,, ἵνα ἐλέγξαι δυνηθῶ τὴν ἐκείνου μωρίαν; οὕτως ἕνα μωρανθῇ ἡ σοφία τοῦ κόσμου τούτου, οὐ χρεία τῆς σοφίας τοῦ θεοῦ ἀγωνιζομένης πρὸς αὐτήν αὐτὴ γὰρ κάτω ἐστίν), ἀλλὰ ἀρκεῖ τὸ μωρὸν τοῦ θεοῦ, ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστίν((. καὶ πάντα τὰ ἐναντία ὁ σωτήρ μου καὶ κύριος ἀνείληφεν, ἵνα τοῖς ἐναντίοις λύσῃ τὰ ἐναντία, καὶ ὴμεῖς ἰσχυροποιηθῶμεν ἀπὸ τῆς ἀσθενείας Ἰησοῦ καὶ σοφισθῶμεν ἀπὸ τοῦ μωροῦ τοῦ θεοῦ καὶ εἰσαχθέντες ἐν τούτοις δυνηθῶμεν ἀναβῆναι ἐπὶ τὴν σοφίαν, ἐπὶ τὴν ἰσχὺν τοῦ θεοῦ, Χριστὸν Ἰησοῦν, ᾦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Άμήν.