In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»Κύριε« φησὶν »οἱ ὀφθαλμοί σου εἰς πίστιν« ὡς »ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους«, ἀπὸ γὰρ ἀδίκων ἀποστρέφει αὐτούς, οὕτως οἱ ὀφθαλμοὶ κυρίου εἰς πίστιν, ἀπὸ γὰρ ἀπιστίας ἀποστρέφει αὐτούς. διὸ καλῶς λέλεκται ὑπὸ τοῦ νοοῦντος, τί λέγει ἐν τῇ εὐχῇ, τὸ »κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν«. τὸ μὲν οὖν ἐνταῦθα γεγραμμένον ἐστίν· »κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν«. ἐπεὶ δὲ »λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ᾿ αὐτὸν προσθήσει«, ὅρα πόσα ἐστὶν ποιῆσαι ἀπὸ τοῦ κύριε, οἱ ὀφθαλμοί σου [*](1 Vgl. S. 42, 4. — 5 ff. Vgl. Hier. Comm. 866. — 9 Amos 3, 12. — 23 Psal. 33, 16. — 24 Vgl. Olymp. (Gh I, 448) : ἢ ὅτι πίστιν ἐπιζητεῖ Θεὸς κτλ. — 28 Sir. 21, 15.) [*](1 πρὸ βραχέως ροβραχέως S [sic] πρὸ βραχέος? Diels | 2 εἰς Gh | 7 πένθη S* πένθει Scott. | 20–22 Εἰς—ς΄ nach den andern Überschriften.)

48
εἰς πίστιν«. φησὶν ὁ Παῦλος· »νυνὶ δὲ μένει τὰ τρία ταῦτα, πίστις, ἐλπίς, ἀγάπη· μείζων δὲ τούτων ἡ ἀγάπη«. ὡς ὀφθαλμοὶ κυρίου εἰς πίστιν, ὀφθαλμοὶ κυρίου εἰς ἐλπίδα, ὀφθαλμοὶ κυρίου εἰς ἀγάπην. ἐπεὶ δέ ἐστιν >πνεῦμα δυνάμεως καὶ ἀπάπης καὶ σωφρονισμοῦ<, ὀφθαλμοὶ κυρίου εἰς ἀγάπην, οὕτως ὀφθαλμοὶ κυρίου εἰς δύναμιν, οὕτως οἱ] ὀφθαλμοὶ κυρίου εἰς σωφρονισμόν. . . . ὀφθαλμοὶ κυρίου ἐπὶ δικαιοσύνην. οὕτως ἐπὶ πάσας ἀρετὰς ὀφθαλμοὶ κυρίου. εἰ οὖν βούλει καὶ σὺ τὰς ἀκτῖνας τῶν νοητῶν ὀφθαλμῶν τοῦ θεοῦ φθάνειν ἐπὶ σέ, ἀνάλαβε τὰς ἀρετάς. καὶ ἔσται ὡς τὸ »κύριε, οἱ ὀφθαλμοί σου εἰς πίστιν«, οὕτως »κύριε, οἱ ὀφθαλμοί σου« εἰς ἕκαστον ὡν ἐὰν κτήσῃ ἀγαθῶν. καὶ ἐὰν τηλικοῦτος ᾐς, ὡς τοὺς ὀφθαλμοὺς κυρίου ἐλλάμπειν σοι, ἐρεῖς· »ἐσημειώθη ἐφ’ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κυριε«.

Εἶτα περὶ τῶν ἁμαρτωλῶν ἵδωμεν τὸ λεγόμενον »ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνησαν«. αὗται αἱ αἰσθηταὶ μάστιγες ζῶσιν προσφερόμεναι σώμασιν, εἴτε βούλονται εἴτε μὴ βούλονται οἱ μαστιγούμενοι, πόνον ἐμποιοῦσιν αὐτοῖς· αἱ δὲ τοῦ θεοῦ μάστιγες τοιαῦταί εἰσιν ὥς τινας μὲν τῶν μαστιγουμένων πονεῖν , τινὰς δὲ τῶν μαστιγουμένων μὴ πονεῖν. ἴδωμεν εἰ δυνάμεθα διηγήσασθαι, τί ἐστιν τὸ πονεῖν ἀπὸ μαστίγων θεοῦ καὶ τί τὸ μὴ πονεῖν, καὶ ὅτι κακοδαίμονες οἱ μὴ πονοῦντες ἀπὸ μαστίγων θεοῦ, μακάριοι δὲ οἱ πονοῦντες ἀπὸ μαστίγων θεοῦ. φησὶν γάρ ἡ Σοφία· »τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανούργων, ἵνα ἐπὶ τοῖς ἀγνοήμασίν μου μὴ φείσωνται, καὶ αἱ ἁμαρτίαι μου μὴ ἀπολέσωσίν με«; πρόσχες τῷ »τίς δώσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας«; οὐκοῦν εἰσι μάστιγες τὸ διανόημα μαστιγοῦσαι. αἱ μάστιγες τοῦ Μοῦ τὸ διανόημα μαστιγοῦσιν· λόγος γὰρ καθαπτόμενος τῆς ψυχῆς καὶ εἰς συναίσ〈θησ〉ιν αὐτὴν ἄγων τῶν ἡμαρτημένων μαστιγοῖ· μαστιγοῖ δὲ τὸν μὲν μακάριον πονοῦντα ἐπὶ ταῖς μάστιξι, καθικνεῖται γὰρ αὐτοῦ τὰ λεγόμενα, καὶ οὐκ ἐξευτελίζει τὸν ἐλέγχοντα ἀπ’ αὐτοῦ. ἐπὰν δέ τις εὑρεθῇ, ἱν οὕτως εἴπω, ἀναίσθητος, λεχθήσεται περὶ αὐτοῦ· »ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνησαν( τοῦ αὐτοῦ [*](1 1 Kor. 13, 13. - 4 Vgl. II Tim. 1, 7. — 12 Psal. 4, 7. — 22 Sir. 22, 27 23, 2. 3. — 25 Sir. 22, 27 23, 2. 3.) [*](6 . . . ὀφθαλμοὶ hier scheint ein Vordersatz zu fehlen, etwa ἐπεὶ δέ ἐστι καὶ »ἐκ πίστεως δικαιοσύνη« öm. 10, 6), ὡς ὀφθαλμοὶ κυρίου »εἰς πίστιν«, οὓτως oder ὡς δὲ »ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους« (Psal. 33, 16), οὕτως καὶ | 17 τοιαῦται V Co τοιαῦτα S | 21 — 28 Hierzu Fragm. 19 inC: Μακάριον—μαστιγοῖ | 22 ff. Das Citat soll w. e. seh. wörtlich sein; vgl. übrigens in LXX codd. 55 254 | 28 συναίσθησιν (vgl. S. 36, 11) σύνεσιν S | 30 αὐτοῦ Gh αὐτῶ S.)

49
λόγου λεγομένου ἐλεγκτικῶς, φέρε εἰπεῖν, ἐπὶ τῷ καθικέσθαι διανοίας τοῦ τὴν συνείδησιν μεμολυσμένου ἐπί τινι ἁμαρτίᾳ τὸ λεγόμενον, ἐὰν ὁ μέν τις τῶν ἀκουόντων ἀλγήσῃ, ὥστε λεχθῆναι περὶ αὐτοῦ· »ἑώρακας ὡς κατενύγη« ὁ δεῖνα, ὁ δέ τις τῶν ἀκουόντων μὴ ἀλγήσῃ, ἀλλὰ ἀναισθητῇ τῶν ἐλεγχόντων , δῆλον ὅτι λεχθήσεται περὶ τοῦ μηδ᾿ αἰσθανομένου· ἐμαστίγωσας αὐτοὺς καὶ οὐκ ἐπόνησαν«. Μία μὲν διήγησις αὕτη περὶ τοῦ »οὐκ ἐπόνησαν« ἢ ἐπόνησαν· ἴδωμεν δὲ εἰ ἔχομεν καὶ ἑτέραν. γίνονταί τινες έν τοῖς σώμασιν μερῶν τινων νεκρότητες καὶ ξηρότητες, καὶ πολλάκις τοιαῦτα πάσχει τὰ νενεκρωμένα μέλη παρὰ τὰ ζῶντα, ὥστε προσαγομένων μὲν τῶν πόνον ποιῆσαι δυναμένων τῷ ζῶντι μέλει ἀλγεῖν ἐκεῖνον ᾧ προσάγεται τὸ ποιοῦν πονεῖν , προσαγομένων δὲ τῶν ποιούντων πονεῖν τῷ μέλει τῷ ἀναισθήτῳ οὐκ αἰσθάνεται ἐκεῖνος, ὅταν ᾖ νεκρότης περὶ αὐτό. ταῦτα εἴπερ εἶδες ἐπὶ τοῦ σώματος, μετάθες ἐπὶ τὴν ψυχὴν καὶ ὅρα ὅτι ἔστιν τις καὶ ψυχὴ νεκρουμένη τὰ μέλη, ὥστε μὴ αἰσθάνεσθαι ἀπὸ τῶν μαστίγων, κἂν ἐπίπονα προσφέρηταί τινα. δεινὰ προσφέρεται, ἀλλ’ οὐκ αἰσθανθήσεται ἡ δεῖνα ψυχή, ἄλλη δὲ αἰσθανθήσεται. καὶ τάχα ὡσπερεὶ λυπεῖται μᾶλλον ἐπὶ τῷ μὴ αἰσθάνεσθαι ἤπερ ἐπὶ τῷ αἰσθάνεσθαι ὁ μὴ αἰσθανόμενος ἀπὸ πόνων αὐτῷ προσφερομένων, εὐχόμενος μᾶλλον πονεῖν εἰ προσάγοιτο τὰ ἐπίπονα ἐπεὶ σημεῖόν ἐστι τοῦτο τοῦ ζῆν αὐτόν), ἀηδιζόμενος δὲ ἐπὶ τῷ μὴ αἰσθάνεσθαι ἐπὶ τοῖς ἐπιπόνοις. ὥσπερ δὴ τοῦτο γίνεται ἐπὶ τῶν σωμάτων, οὕτω νομίςω ἐν τῷ »θελήσωσιν εἰ ἐγένοντο πυρίκαυστοι« τοιοῦτόν τι δηλοῦσθαι· οἷον τοῦ πυρὸς προσφερομένου τινὶ καὶ μὴ αἰσθανομένου τοῦ καιομένου, θελήσωσιν ἐκεῖνοι, καταλαβόντες σύγκρισιν μὴ αἰσθανομένων ἐπὶ ταῖς ἀλγηδόσιν καὶ αἰσθανομένων, μᾶλλον αἰσθάνεσθαι ἐπὶ τῷ πυρὶ ἢ μὴ αἰσθάνεσθαι. καὶ εὔξαιτο ἄν τις προσαγομένου κἀκείνου τοῦ κεκριμένου πυρὸς ἐπὶ τοὺς ἁμαρτωλοὺς αἰσθάνεσθαι μᾶλλον ἢ μὴ αἰσθάνεσθαι. ταῦτα διὰ τὸ »ἐμαστίγωσας αὐτούς, καὶ οὐκ ἐπόνησαν«.

»Συνετέλεσας αὐτούς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν«. ὅτε τά καθαρτικὰ ποιεῖ ὁ προνοῶν τῶν ὅλων θεὸς ἐπὶ ψυχῆς σωτηρίᾳ, τὸ ἐπ᾿ αὐτῷ συνετέλεσεν. νοήσεις δὲ τὸ »συνετέλεσας αὐτοὺς [*](4 Vgl. I ön. 20, 29. — 22 ff. Vgl. Sel. in Psal. 2, 10 (Lo 11, 405): Τάχα δὲ καὶ εἰς συναίσθαησιν ἐλθόντες τῶν ἰδίων πταισμάτων τινὲς παραδιδόασιν ἑαυτοὺς . . . . τοῖς ἐπιπονωτάτοις καὶ βελτιῶσαι δυναμένοις. οἶμαι δὲ τούτων εἶναι τοὺς παρὰ τῷ Ἠσαίᾳ λεγομένους· »θελήσουσιν κτλ.« — 23 Jes. 9, 5. — 25 Vgl. Jes. 9, 5.) [*](5 ἀναισθητεῖ S | 8 ἴδωμεν V ἴδομεν S | 11 πόνον Ru πόνων S | 13 ᾖ] ἡ S | νεκρότης Co νεκρώτης S | 14 αὐτὸ Gh αὐτόν S | εἶδες V ἴδες S | 16/17 δεινὰ προσφέρεται Gh διαπροσφέρεται S διαπρισθήσεται Co | 19 ἤπερ V εἴπερ S | 21 τῷ Gh τοῦ S | 33 τὸ ἐπ’ αὐτῷ Gh τὸ ἐπ’ αὐτὸ S τότε αὐτήν Co.)

50
οὐκ ἠθέλησαν δέξασθαι παιδείαν« ἀπὸ παραδείγματος τοῦ κατὰ τὸν παραδιδόντα τὴν έπιστήμην καὶ τὸν μὴ βουλόμενον παραλαβεῖν τὴν ἐπιστήμην ἀπὸ τοῦ παραδιδόντος. πάντα γὰρ τὰ παρ’ αὐτῷ ποιείτω ὁ διδάσκαλος καὶ συντελείτω πάντα εἰς παράδοσιν ἐπιστήμης, ἐκεῖνος δὲ μὴ παραδεχέσθω τὰ λεγόμενα· εἴποιμ ἂν περὶ τοῦ τοιούτου τῷ διδασκάλῳ· συνετέλεσας τόνδε καὶ οὐκ ἠθέλησεν δέξασθαι παιδείαν<. οὖν τὰ ἀπὸ τῆς προνοίας γίνηται πάντα εἰς ἡμᾶς, ἵνα συντελεσθῶμεν καὶ τελειωθῶμεν , ἡμεῖς δὲ μὴ παραδεχώμεθα τὰ τῆς προνοίας τῆς ἐπὶ τελειότητα ἡμᾶς ἑλκούσης, λεχθείη ἂν ὑπὸ τοῦ νοοῦντος τῷ θεῷ· κύριε, συνετέλεσας αὐτοὺς καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν«.

»Ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν( νοήσεις καὶ τοῦτο ἀπὸ τῶν σωματικωτέρων. τῶν ἁμαρτανόντων οἱ μὲν ἀκούοντες λόγους ἐλεγκτικοὺς ἐπὶ τῇ ἁμαρτίᾳ ἐρυθριῶσιν καὶ καταδύονται καὶ ὑποπίπτουσιν ἁπτομένου τοῦ λόγου τ·οῦ ἐλεγκτικοῦ αὐτῶν· οἱ δὲ τοιοῦτοί εἰσιν, ὥστε αὐτοὺς ἀνερυθριάστους εἶναι, μὴ αἰδουμένους ἐφ᾿ οἷς ἐλέγχονται, ἐφ᾿ οἷς ἡμαρτήκασιν. εἴποις ἂν οὖν περὶ τούτων οἳ οὐκ αἰδοῦνται· »ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν« εἰ νενόηκας ἐπὶ τῶν σωματικῶν αὐτό, μετάβα μοι τῷ λόγῳ ἐπὶ τὴν ψυχὴν νοήσας πρόσωπον, περὶ οὗ λέγεται· »τότε δὲ πρόσωπον πρὸς πρόσωπον«. καὶ ὅρα ψυχὴν στερεάν, ὁποία ἦν ἡ καρδία Φαραὼ ἐσκλη- ρυμμένη, ὥστε αὐτὴν ἐπὶ τοῖς ἀπαγγελλομένοις ἑστάναι ἀντίτυπον καὶ ὥσπερ ἀποβάλλουσαν τὰ λεγόμενα μὴ μορφουμένην κατὰ τὰ ἀπαγγελλόμενα. ἐκεῖ γὰρ εὑρήσεις ὅτι ἁρμόζει τὸ »ἐστερέωσαν τὰ πρόσωπα αὐτῶν ὑπὲρ πέτραν καὶ οὐκ ἡθέλσαν ἐπιστραφῆναι. κἀγὼ εἶπα. ἴσως πτωχοί εἰσιν, ὅτι οὐκ ἡθέλησαν γνῶναι ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ. πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς«. ταῦτα νοήσας περὶ τῶν μὴ θελόντων παιδευθῆναι, μὴ νοούντων ἐπὶ ταῖς μάστιξιν τοῦ θεοῦ, φησὶν νενοηκὼς τὸ τούτων αἴτιον. πτωχή ἐστιν αὐτῶν ἡ ψυχή. »κἀγὼ εἶπα. ἴσως πτωχοί εἰσιν, διότι οὐκ ἠδυνήθησαν,ξ ὅτι οὐκ ἔγνωσαν ὁδὸν κυρίου καὶ κρίσιν θεοῦ«.

»Πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λαλήσω αὐτοῖς«. οἱ ἁδροὶ ταῖς ψυχαῖς ἐν ἐπαίνῳ λέγονται. καὶ παρ' Ἕλλησι γὰρ τὸ ἁδρὸν συνεχῶς ὀνομάζεται καὶ τὸ μεγαλεῖον τῆς λογικῆς ψυχῆς. ὅταν γάρ τις μεγάλοις ἐπιβάλλῃ πράγμασιν καὶ προθέσεις ἔχῃ ἀξιολόγους καὶ σκοπῇ ἀεὶ τὰ δέοντα, πῶς βιώσῃ κατὰ τὸν ὀρθὸν λόγον, μηδὲν ταπεινὸν καὶ μικρὸν θέλων μηδὲ ὁρ΄ῶν, ὁ τοιοῦτος τὸ ἁδρὸν καὶ τὸ μεγαλεῖον [*](19 Ι Kor. 13, 12. — 20 Vgl. Exod. 4, 21.) [*](3 παρ' αὐτῷ Gh παρ’ αὐτόν S | 7 γίγνηται S vgl. S. 9, 8 | 12 ἀκούοντες VCo ἀκούοῦντες S [sic] | 18/19 τῆς ψυχῆς Gh Ι 31 — S. 51, 6 Hierzu Fragm. 20 in C: Πρὁς—ἀκροατάς Ι 33 καὶ] κατὰ V, doch vgl. Ζ. 36 Ι 34 προθέσεις V1? a. R. Co προσθέσεις S.)

51
ἔχει ἐν τῇ ψυχῇ οὑτοι οὐν, Ι ἐπεὶ ἡσαν πτωχοί, οἱ πρότεροι οὓς ἔψεξεν ὁ λόγος, οὐκ ἤκουσαν, φησὶν ὁ προφήτης. διὰ τοῦτο οὐκ ἤκουσαν, ἐπεὶ πτωχοί εἰσιν. πορεύσομαι πρὸς τοὺς ἁδροὺς καὶ λα- λήσω αὐτοῖς((. καὶ εἰ ἔστιν μακάριον εἶναι ἐπὶ τῷ λέγειν »εἰς ὦτα ἀκουόντων«, μακάριόν έστιν ἐάνπερ τύχῃ τις ἁδροῦ καὶ μεγάλου ἀκροατοῦ. διὰ τοῦτο τούτων οὕτως λεγομένων, εἰδότες ὅτι οὐ ζημία τοῖς λέγουσιν ὅσον τοῖς ἀκούουσίν ἐστιν τὸ μὴ παραδέχεσθαι τὰ ἁπαγγελλόμενα, καὶ κατηγορεῖ πτωχείας τοῦ νοῦ αὐτῶν καὶ τῆς διανοίας, παρακαλέσωμεν ἀπὸ τοῦ θεοῦ λαβεῖν αὕξοντος τοῦ λόγου ἐν ἡμῖν ἁδρότητα καὶ μεγαλειότητα έν Χριστῷ Ἰησοῦ, ἴνα ἀκοῦσαι τῶν ἱερῶν καὶ ἁγίων λόγων δυνηθῶμεν, ᾠ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.