In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»Ἐὰν περιέλῃ τὰ βδελύγματα<αὐτοῦ>ἀπὸ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ«. ἴδωμεν ἡμεῖς ἑαυτοὺς οἱ ὀμνύοντες, τίνα τρόπον οὐκ ἐν κρίσει ὀμνύομεν ἀλλ᾿ ἀκρίτω, ὥστε γενέσθαι ἡμῶν τοὺς ὅρκους ἔθει μᾶλλον ἢ κρίσει. συναρπαζόμεθα γοῦν, καὶ τοῦτο ἐλέγχων ὁ λόγος φησίν· »καὶ ἐὰν ὀμόσῃ· ζῇ κύριος ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ«. οἴδαμεν ἐν τῷ εὐαγγε- [*](4ff. Vgl. Olymp. (Gh I, 338): ἐὰν ἐπὶ ὅλης καρδίας μετανοήσῃ. — 14 Vgl. I Petr. 2, 1. — 15 Matth. 12, 36. 37. — 26 Vgl. psal. 33, 17.) [*](4 ἐὰν Co | 5 οὐκ ἐὰν Blass | 9 εὐλογήσουσιν Hu | 21—27 Hierzu Fragm. 13 in C: Καλῶς—αὐτῶν | 26 πρόσωπρον S | 29 αὐτοῦ1 Co | 31 ἴδωμεν] οἶδα μὲν [sic] Hu| 35—S. 41, 19 Hierzu Fragm. 14 in C: Πῶς—ἔθνη.)

41
λίῳ εἰρημένον ὑπὸ τοῦ κυρίου πρὸς τοὺς μαθητάς· »ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως«, ἴδωμεν δὲ καὶ τοῦτο τὸ ῥητόν· καὶ ἐὰν διδῷ θεός, συνεξετασθήσεται τὰ ἀμφότερα. τάχα γὰρ πρῶτον δεῖ ὀμόσαι »ἐν ἀληθείᾳ καὶ ἐν κρίσει καὶ ἐν δικαιρσύνῃ«, ἵνα μετὰ τοῦτο προκόψας τις ἄξιος γένηται τοῦ μὴ ὀμνύειν ὅλως, ἀλλ᾿ ἔχειν »ναὶ« μὴ δεόμενον μαρτύρων τοῦ εἶναι τοῦτο, καὶ ἔχειν αὐτὸν »οὒ« μὴ δεόμενον μαρτύρων τοῦ εἶναι αὐτὸ ἀληθῶς »οὔ«. »καὶ ὀμόσῃ« οὖν »ζῇ κύριος ἐν ἀληθίᾳ«. ἐν τῷ ὀμνύοντι πρῶτον ζητῶ τὸ μὴ ψεῦδος, ἀλλὰ τὸ ἀληθές, ἵνα μετὰ ἀληθείας ὀμόσῃ· ἡμεῖς δὲ οἱ τάλανες καὶ ἐπιορκοῦμεν. ἀλλ᾿ ἔστω »μετὰ ἀληθείας« οὐδὲ οὕτως καλῶς ὅρκος γίνεται, ἀλλ᾿ »ἐν κρίσει«. δεδόσθω γάρ, ἔθει ὀμνύω· οὐκ ὀμνύω »ἐν κρίσει«. εἰ δέοι παραλαμβάνειν εἰς, τὸν τοιοῦτον ὅρκον τὸν θεὸν τὸν τοῦ παντός, καὶ τὸν Χριστὸν αὐτοῦ ἐπὶ τόδε τὸ πρᾶγμα, πηλίκον δεῖ εἶναι τὸ πρᾶγμα, ἵνα γόνατα θῶ καὶ ὀμόσω; πρὸς τὴν ἀπιστίαν γενομένην ἔν τισιν περὶ τοῦ λόγου μου θεραπεύων τοῦτο ποιήσαιμί ποτε, εἰ δὲ ὡς ἔτυχεν, εἰ οὕτως ὀμνύοιμι, ἁμάρτοιμι ἄν.

»Ἐὰν« οὖν »ὀμόσῃ· ζῇ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει« μὴ ἀκρίτως »καὶ ἐν δικαιοσύνῃ« μὴ ἀδίκως, »καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη«. ἥνωσεν ἀμφότερα, τοὺς ἀπὸ τῶν ἐθνῶν καὶ τὸν Ἰσραήλ. εἶπεν περὶ τῶν ἐθνῶν, εἶπεν καὶ περὶ τοῦ Ἰσραήλ.

ἐπιφέρει· »καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσιν τῷ θεῷ ἐν Ἱερουσαλήμ. ὅτι τάδε λέγει κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ«. εἴρηκεν τοῖς ἀπὸ τῶν ἐθνῶν, εἴρηκεν καὶ τοῖς ἀπὸ τοῦ Ἰσραήλ, λέγει τοῖς ἀπὸ τοῦ Ἰούδα. μέμνημαι τῶν πρώην εἰρημένων περὶ τοῦ Ἰούδα καὶ τῶν κατοικούντων ἐν Ἱερουσαλὴμ τροπολογιῶν. κατοικοῦμεν γὰρ ἡμεῖς, ἐὰν ὁ θεὸς διδῷ, ἐν τῇ Ἱερουσαλήμ. ἐπεὶ >ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία< ἐὰν θησαυρίζωμεν ἐν οὐρανῷ, καὶ ἔχομεν τὴν καρδίαν ἐν Ἱερουσαλὴμ τῇ ἄνω, περὶ ἧς ὁ ἀπόστολός φησιν· »ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν, ὡς γέγραπται« καὶ τὰ ἑξῆς.

»Τάδε« οὖν »λέγει κύριος τοῖς ἀνδράσιν Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλήμ· νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ᾿ ἀκάν- [*](1 Matth. 5, 34.—5ff. Vgl. Matth. 5, 34. 37.—8ff. Vgl. Philo de decal. I, 194ff. M — 17ff. Vgl. Olymp. (Gh I, 345): οὐ γὰρ ἀδίκως ἢ ἀκρίτως δεῖ προσφέρειν τοῦ θεοῦ τὸ ὄνομα. — 24ff. Vgl. S. 26, 3ff.? — 27 Vgl. Luk. 12, 34. — 29 Gal. 4, 26.) [*](5 ἔχειν] ἔχη S | 6 μαρτύρων Co | τοῦτο] τὸ οὔ S τὸ ναί Co | 7 τοῦ Co τὸ S | ὀμόσῃ Co ὁμόση S| 11 γίνεται Gh γένηται S | 13 καὶ Co | 14 τὴν Gh ἣν S | 15 θεραπεύων] l. μαρτυρῶν? | 16 ἁμάρτοιμι V Co ἁμάρτιμοι S | 17 ζῇ Gh Co | 18 εὐλογήσουσιν Gh εὐλογήσωσιν S | 19 ἀμφότερα] ἀμφοτέρονς C | 20 εἶπεν 2 V εἶπερ S | 28 ἔχομεν] ἔχωμεν S.)

42
θαις«. ὁ λόγος οὗτος μάλιστα τοῖς διδάσκουσι λέγεται, ἵνα μὴ πρότερον ἐμπιστεύσωσιν τὰ λεγόμενα τοῖς ἀκροαταῖς πρὸ τοῦ νεώματα ποιῆσαι ἐν ταῖς ψυχαῖς αὐτῶν. ὅταν γὰρ >ἀρότρῳ ἐπιβαλόντες τὴν χεῖρα< νιώματα ποιήσωσιν έν ταῖς ψυχαῖς, κατὰ >τὴν γῆν καλὴν καὶ ἀγαθὴν< τούτων ἀκουόντων, τότε σπείροντες οὐ ἐπ' ἀκάνθαις. ἐὰν δὲ πρὸ τοῦ ἀρότρου καὶ πρὸ τοῦ νεώματα ποιῆσαι έν τῷ ἡγεμονικῷ τῶν ἀκουόντων, λάβῃ τις τὰ σπέρματα τὰ ἅγιαι. τὸν περὶ τοῦ πατρὸς λόγον, τὸν περὶ τοῦ υἱοῦ, τὸν περὶ τοῦ ἁγίου πνεύματος, τὸν λόγον τὸν περὶ ἀναστάσεως, τὸν λόγον τὸν περὶ κολάσεως, τὸν λόγον τὸν περὶ ἀναπαύσεως, τὸν περὶ νόμου, τὸν περὶ προφητῶν, καὶ ἁπαξαπλῶς ἑκάστου τῶν γεγραμμένων, καὶ σπείρῃ, παραβαίνει τὴν λέγουσαν ἐντολὴν πρῶτον »νεώσατε ἑαυτοῖς νεώματα«, δεύτερον »καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις«.

Ἀλλὰ ἐρεῖ τις τῶν ἀκουόντων· ἐγὼ οὐ διδάσκω, οὐχ ὑπόκειμαι ταύτῃ τῇ ἐντολῇ. καὶ σὺ γεωργὸς γενοῦ σεαυτοῦ, καὶ μὴ σπείρῃς ἐπ ἀκάνθαις, ἀλλὰ νέωμα ποίησόν μοι τὸ χωρίον, ὃ πεπίστευκέν σοι ὁ θεὸς τῶν ὅλων. κατανόησον τὸ χωρίον, ἴδε ποῦ εἰσιν ἄκανθαι, ποῦ >μέριμναι βιωτικαὶ καὶ πλούτου ἀπάτη καὶ φιληδονία. καὶ κατανοήσας τὰς ἀκάνθας τὰς ἐν τῇ ψυχῇ σου ζήτησον τὸ λογικὸν ἄροτρον, περὶ οὑ ὁ Ἰησοῦς φησιν τὸ »οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ( ζητήσας αὐτὸ καὶ εὑρών, ἀπὸ τῶν γραφῶν συναγαγὼν τοὺς βοῦς τοὺς ἐργάτας τοὺς καθαρούς, ἀροτρίασον καὶ νέωσον τὴν γῆν, καὶ ἵνα μηκέτι ᾐ παλαιά, ποίησον αὐτὴν νέαν >ἐκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ καὶ ἐναυσάμενος τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν ποιήσεις σεαυτῷ νέωμα, καὶ ἐὰν ποιήσῃς τὸ νέωμα, λάβε σπέρματα ἀπὸ τῶν διδασκόντων, λάβι σπέρματα ἀπὸ τοῦ νόμου, λάβε ἀπὸ τῶν προ- φητῶν, ἀπὸ τῶν εὐαγγελικῶν γραφῶν,αὐτοῦ ἀποστολικῶν λόγων, καὶ λαβὼν ταῦτα τὰ σπέρματα σπεῖρον τὴν ψυχὴν διὰ τῆς μνήμης καὶ τῆς μελέτης. αὐτόματα ταῦτα δόξει ἀνατέλλειν· τὸ δ᾿ ἀληθὲς οὐκ [*](1ff. Vgl. in I Kor. 9, 10 (Cat. Cram. V, 170, 3 ff.): ἀροτριᾷ Παῦλος ὁ γεωργὸς κατηχουμένου ψυχὴν νεώματα ποιῶν ἐν τῇ ψυχῇ αὺτοῦ, κατὰ τὸν θεῖον Ἱερεμίαν κτλ. — 3/4 Vgl. Luk. 9, 62. — 4/5 Vgl. Matth. 13, 8 Luk. 8, 8. — 8 ff. Vgl. Kunze, Glaubensregel S. 49 f. — 15 ff. Vgl. in Matth. 13, 21 (Cat. Cram. I, 104, 23 f.): ὁ μὴ νεώσας τὴν ἑαυτοῦ γῆν, ἀλλὰ ἀμελῶς τὸν λόγον δεχόμενος. — 17 ff. Vgl. Exhort. 49 (Orig. Ι, 44, 22ff.): οὔτε »ἡ τοῦ αἰῶνος τούτου μέριμνα« οὔτε »ἡ τοῦ πλούτου ἀπάτη« οὔτε αἱ τοῦ βίου ἡδοναὶ κτλ. — Vgl. Mark. 4, 19 — 20 Luk. 9, 62. — 21/22 Vgl. Luk. 11, 9. — 24 Vgl. Kol. 3, 9. 10. — 30 Vgl. Mark. 4, 28.) [*](1—30 Hierzu Fragm. 15 in C: Ὁ—αὐτά | 10 ἀναπαύσεως VCo ἀναπαύσεων 11 τὸν 1 VCo τῶν S | 15 σὺ Gh σοῦ S | 18 ἀπάτη καὶ nach Mattk 13, 22 Mark. 4, 19 vgl. Exhort. 49 (s. ob.) | 20 Ἰησοῦς] Χριστός C | 30 δόξει ἀνατέλλειν Gh δόξη ἀναστέλλειν S | δ’ ἀληθὲς] ἀληθῶς S.)

43
αὐτὰ ἀνατελεῖ μετὰ τὴν μνήμην αὐτῶν, ἀλλ' ὁ θεὸς αὐτὰ αὐζήσει· »ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλ' ὁ θεὸς ηὕξησεν«. καὶ εἴ τίς γε δεδύνηται κατανοῆσαι τὰς γραφάς, οὑτος πεποίηκεν νέωμα καὶ ποιήσας νέωμα ἔσπειρεν οὐκ ἐν ἀκάνθαις. ταῦτα τὰ σπέρματα οἰκονομεῖται ὑπὸ θεοῦ οὐκ αἰφνίδιον γενέσθαι στάχυς, ἀλλ᾿ ὡς ἐν τῷ κατά Μάρκον εὐαγγελίῳ >πρῶτον χόρτος, εἶτα στάχυς, εἶτα γίνεται πρὸς x003C;. ὅταν γένηται ἕτοιμον πρὸς θερισμόν, ἐλεύσονται οἱ ἐπὶ τὸν θερισμὸν ἐξαποστελλόμενοι· ὅταν γένηται ἕτοιμον πρὸς θερισμόν, ἐλεύσονται πρὸς οὓς ὁ λόγος φησίν· ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη«. φησὶν οὐν ἡμῖν· »νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε ἐπ' ἀκάνθαις«. ἐὰν δὲ πρὶν καθάρῃς σου τὴν ψυχὴν ἔτι ἔχων ἀκάνθας προσίῃς τῷ διδάσκειν ἢ δυναμένῳ ἢ νομιζομένῳ ἢ καὶ αἰτῇς μαθήματα καὶ σπέρματα πνευματικά, παραβαίνεις τὴν λέγουσαν ἐντολήν· »μὴ σπείρετε ἐπ' ἀκάνθαις«.

Καὶ ἑξῆς τούτῳ λέγεται· »περιτμήθητε τῷ θεῷ ὑμῶν, περιτέμεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν«. »περιτμήθητε τῷ θεῷ ὑμῶν«· ἀναγκαίως πρόσκειται τὸ »περιτμήθητε τῷ θεῷ ὑμῶν«. νοήσεις δὲ αὐτὸ ἀπὸ τοῦ παραδείγματος τοῦ αἰσθητοῦ· περιτέμνονται, κατὰ τὸ αἰσθητὸν λέγω, οὐ μόνον οἱ ἐκ περιτομῆς κατὰ τὸν Μωσέως νόμον, ἀλλὰ καὶ ἄλλοι πολλοί. τῶν Αἰγυπτίων εἰδώλοις] οἱ ἱερεῖς περιτέμνονται, ἀλλ' ἐκείνη ἡ περιτομὴ εἰδώλοις περιτομή ἐστιν καὶ οὐκ ἔστιν τῷ θεῷ γινομένη περιτομή· ἡ δὲ Ἰουδαίων τάχα, πάντως δὲ τότε τῷ θεῷ ἐγίνετο. ἐὰν οὖν λέγῃ ὁ λόγος· »περιτμήθητε τῷ θεῷ ὑμῶν«, νοήσας τὸ ῥητὸν μετάβηθι καὶ ἐπὶ τὴν τροπολογίαν, ἵνα εὕρῃς πῶς τῶν περιτεμνομένων τροπολογιῶν (ὥστ᾿ ἂν εἰπεῖν τάχα τινὰς αὐτῶν· >ἡμεῖς ἐσμεν ἡ περιτομή<) οἱ μὲν περιτέμνονται τῷ θεῷ, οἱ δὲ περιττέμνοναι μέν. οὐ τῷ θεῷ δέ. εἰσὶν γε καὶ ἄλλοι λόγοι παρὰ τὸν λόγον τὸν τῆς ἀληθείας, παρὰ τὸν λόγον τὸν τῆς ἐκκλησίας. περιτέμνονται τὰ ἤθη καὶ τὴν καρδίαν ὥς τε εἰπεῖν σωφρονίζουσιν οἱ φιλοσοφοῦντες, σωφρονίζουσιν οἱ ἀπὸ τῶν αἱρέσεων καὶ γίνεται αὐτοῖς περιτομή. ἀλλὰ περιτομὴ μέν, οὐ τῷ θεῷ δέ· περιτομὴ γὰρ λόγῳ ψευδεῖ παρ' ἐκείνοις γίνεται. ὅταν δὲ κατὰ τὸν ἐκ- [*](2 Ι Kor. 3, 6. — 6 Vgl. Mark. 4, 28. — 7 Vgl. Joh. 4, 35. — 8 Vgl. Matth. 0, 38. — 9 Joh. 4, 35. — 27 Vgl. Phil. 3, 3. — 28 ff. Vgl. z. B. in I Kor. 7, 20 (Cat. Cram. V, 138, 29 ff.): νῦν δὲ ἔστιν εὑρεῖν καὶ μοχθηρᾷ προθέσει ἀγάμους· οἱ γοῦν ἀπὸ Μαρκίωνος ἀσκοῦσι καὶ αὐτοὶ τὴν ἀγαμίαν καὶ τὴν καθαρότητα, ἀλλ’ οὐχ ὡς οἱ ἐκκλησιαστικοί· οὗτοι γὰρ ἵν’ ἀρέσωσι τῷ κτίσαντι τὸν κόσμον θεῷ κτλ.) [*](1 αὐτὰ VCo ἄττα S w. e. seh. | ἀνατελεῖ Blass ἀναστέλλει S | 5 ἀλλ’ Co | 14 αἰτῇς Hu αἰτεῖς S | 16 ὑμῶν Co | 21— S. 45, 5 Hierzu Fragm. 16 in C: — γενήσεται | 25 ὑμῶν V ἡμῶν S.)

44
κλησιαστικὸν κανόνα, κατὰ τὴν πρόθεσιν τῆς ὑγιοῦς διδασκαλίας κοινωνικὸς ᾐς, οὐ περιτέτμησαι μόνον, ἀλλὰ περιτέτμησαι »τῷ θεῷ«.

»Περιτμήθητε« οὐν τῷ θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν( τίς ταῦτα οὐ παρέρχεται ὡς σαφῆ; οὐκοῦν έ)στιν τις ἀκροβυστία τῆς καρδίας καὶ ταύτην δεῖ περιτέμνεσθαι. ὁ ἀκριβώσας τὸν λόγον τοιαῦτα ςητῶν ἐν τῷ τόπῳ ἐξετάσει· ἡ ἀκροβυστία συγγεννᾶται, ἡ περιτομὴ ἐπίκτητός ἐστιν, καὶ ὅπερ ἐκ γενέσεως ἐλήλυθεν, τοῦτο περιαιρεῖ ἡ περιτομή. εἰ τοίνυν περιαιρεῖσθαι κελεύει ὁ λόγος »τὴν ἀκροβυστίαν τῆς καρδίας«, ὀφείλει τι εἶναι συγγεγεννημένον τῇ καρδίᾳ, ὃ λέγει ἀκροβυστίαν, ὅπερ περιαιρεθῆναι δεῖ, ἵνα τις περιτετμῆται »τὴν ἀκροβυστίαν τῆς καρδίας«. ἐάν τις νοήσῃ τὸ »ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ ολιποί«, ἐάν τις νοήσῃ »τὸ σῶμα τῆς ταπεινώσεως‘ ἐν ᾠ γεγεννήμεθα, ἐάν τις νοήσῃ τὸ »οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδὲ εἰ μία ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ· ἀριθμητοὶ δὲ μῆνες αὐτοῦτ, ὄψεται τίνα τρόπον γεγεννήμεθα μετὰ ἀκαθαρσίας καὶ ἀκροβυστίας τῆς καρδίας ἡμῶν.