In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Σαφῶς μὲν ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσιν, ὅτι οἱ ἀπόστολοι εἰσῄεσαν πρῶτον εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν καταγγέλλοντες αὐτοῖς, ὡς συγγενέσι διὰ τὸν Ἀβραὰμ καὶ Ἰσαὰν καὶ Ἰακώβ, τῶν γεγραμμένων τὰ περὶ τῆς παρουσίας Ἰησοῦ Χριστοῦ. ὅτε δὲ ἐκείνων τὰ λεγόμενα μὴ δεχομένων ἔδει ἑτέρους εἶναι τοὺς ἀκροατὰς τῶν λεγομένων, τότε ἀπολογησάμενοι ἐκείνοις κατελίμπανον αὐτούς· γέγραπται γὰρ ὅτι »ὑμῖν ἔδει καταγγελθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπεὶ δὲ οὐκ ἀξίους κρίνετε ἑαυτούς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθην«. τοῦτο δὲ σαφῶς εἰρημένον έν ταῖς Πράξεσι τῶν ἀποστόλων δυνάμει πολλαχοῦ καὶ τῶν προφητῶν λέλεκται· καὶ γὰρ προηγουμένως μὲν λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον ἅγιον τῶν προφητῶν τοῖς ἀπὸ τοῦ λαοῦ ἐκείνου, εἰ δέ ποτε μετὰ τὸ πολλὰ εἰρηκέναι οὐκ ἠκούσθη, προφητεύει τὸν λόγον τὸν κηρυσσόμενον τοῖς ἔθνεσι.

Τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀρχῆς τοῦ σήμερον ἀναγνώσματος γεγένηται, ἐπειδήπερ πρὸ μὲν [τοῦ] αὐτοῦ τοῖς ἀπὸ τοῦ Ἰσραὴλ λέγεται τὸ »εἰ καὶ πατέρα με καλέσεις, καὶ ἀπ᾿ ἐμοῦ οὐκ ἀποστραφήσῃ. πλὴν ὡς ἀθετεῖ γυνὴ εἰς τὸν συνόντα αὐτῇ, οὕτως ἠθέτησεν εἰς ἐμὲ ὁ οἶκος Ἰσραήλ, λέγει κύριος«. καὶ ὅτε προηγουμένως ταῦτα εἴρηται τὰ περὶ τοῦ Ἰσραὴλ καὶ ἤκουσαν οἱ υἱοὶ Ἰσραήλ· »ὅτι ἠδίκησαν ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ἐπελάθοντο θεοῦ ἁγίου αὐτῶν«, ἑξῆς [καὶ] τὸ πνεῦμα τὸ ἅγιον μετατίησι τὸν λόγον ἐφ’ ἡμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν καί φησιν· »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοτες, καὶ ἰάσομαι τὰ συντρίμματα [*](1 Joh. 10, 16. — 8ff. Vgl. Act. 13, 46. — 14 Act. 13, 46. — 23 Jerem. 3, 19. 20. — 26 Jerem. 3, 21.) [*](1 διδάσκων] + in commune populum siium Η | 2 παντοκράτορα θεὸν] auch Η (omnipotentem Dcum) vgl. Huet Orig. II, 2, 2, 29 (Lo 22, 208) | 20 ὅτι Co LXX ἣν S | 27 καὶ streicht Blass.)

31
ὑμῶν«. ἡμεῖς γὰρ ἐσμεν οἱ πεπληρωμένοι συντριμμάτων, ἕκαστος εἴποι ἄν, εἰ καὶ νῦν κεκαθάρισται καὶ ἴαται ἀπὸ τῶν συντριμμάτων· »ἦμεν γὰρ καὶ ἡμεῖς ἀνόητοι, ἀνόητοι, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς πολλαῖς καὶ ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διά- γοντες, στυγητοί, μισοῦντες ἀλλήλους· ὅτε δὲ ἡ χρηστότης καὶ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, διὰ λουτροῦ παλιγγενεσίας ἐπέχεε τὸν ἔλεον αὐτοῦ ἐφ᾿ ἡμᾶς( καίτοιγε κἀκεῖνο τὸ ἀποστολικὸν ἅπαξ μνησθεὶς σαφέστερον πειράσομαι παραστῆσαι. οὐ γὰρ εἴρηκεν· ἦμεν γάρ ποτε ἀνόητοι, ἀπειθεῖς· ἀλλὰ Παῦλος, ὁ ἀπόστολος, ὁ ἀπὸ τοῦ Ἰσραήλ, ὁ »κατὰ τὴν ἐν νόμῳ διακαιοσύνην γενόμενος ἄμεμπτος« λέγει· »ἠμεν γὰρ καὶ ἡμεῖς ποτε (οἱ ἀπὸ τοῦ Ἰσραὴλ) ἀπειθεῖς, ἀνόητοι«· ἀλλ’ οὐ μόνον οἱ ἀπὸ τῶν ἐθνῶν ἀνόητοι ἦσαν οὐδὲ μόνοι οἱ ἀπὸ τῶν Μνῶν ἀπειθεῖς οὐδὲ μόνοι ἐκεῖνοι ἁμαρτωλοί, καὶ ἡμεῖς δὲ οἱ τὸν νόμον δεδιδαγμένοι τοιοῦτοι ἐτυγχάνομεν πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ. λέγεται οὖν μετὰ τὰ εἰρημένα τῷ Ἰσραὴλ πρὸς ἡμᾶς τοὺς ἀπὸ τῶν Μνῶν· »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν«.

Ἀλλ᾿ ἐρεῖ τις· ταῦτα εἴρηται πρὸς τὸν Ἰσραήλ, σὺ δὲ αὐτὰ ἕλκεις ἐπὶ τοὺς ἀπὸ τῶν Μνῶν. θέλομεν παραστῆσαι ὅτι οὐ μετὰ πολλά, ἀλλ’ εὐθύς, ὅπου βούλεται πρὸς τὸν Ἰσραὴλ λέγειν τὰ περὶ ἐπιστροφῆς, προστίθησι τὸ τοῦ Ἰσραὴλ ὄνομα. ἑξῆς γοῦν λέγεται· »ἐὰν ἐπιστραφῇ Ἰσραὴλ, λέγει κύριος, πρός με, καὶ ἐπιστραφήσεται· καὶ ἐὰν περιέλῃ τὰ βδελύγματα αὐτοῦ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀπὸ τοῦ προσώπου μου εὐλαβηθῇ, καὶ ὀμόσῆ· ζῇ κύριος μετὰ ἀληθείας καὶ ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ, καὶ εὐλογήσουσιν ἐν αὐτῷ ἔθην«. τὰ πρῶτα τοίνυν εἴρηται πρὸς τοὺς ἀπὸ τῶν ἐθνῶν· ἐθνῶν· ἐπεὶ ἐὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται<, κατὰ τά εἰρημένα παρὰ τῷ ἀποστόλῳ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ. πρόσχες τίνα τρόπον ὁ μὲν θεὸς προτρέπει ἡμᾶς ἐπιστρέφοντας τελείως ἐπιστρέφειν, ἐπαγγελλόμενος ὅτι ἐὰν »ἐπιστρέφοντες« ἐπιστρέψωμεν πρὸς αὐτόν, ἰάσεται ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ »τὰ συντρίμ- ματα«· ἡμεῖς δὲ ἀποκρινόμενοι, οἱ μὴ μέλλοντες μηδὲ βραδύνοντες περὶ τῆς σωτηρίας ὡς ἐκεῖνος ὁ Ἰσραήλ, φαμέν· »οἵδε ἡμεῖς ἐσόμεθά σοι«. ὁ μὲν θεὸς εἶπεν· ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσο- [*](3 Vgl. Tit. 3, 3—6. — 7 f. Vgl. Hom. 5, 4 (S. 34, 25). - 9 Vgl. Tit. 3, 3. Vgl. Rom. 1, 1? — 10 Vgl. Phil. 3, 5. 0. — 11 Vgl. Tit. 3, 3. — 26 Vgl. Rom. 11, 25. 26.) [*](6 τοῦ] + κυρίου καὶ V | 19 οὐ μετὰ Hu οὐ μετ’ οὐ S | εἶτ᾿ ἐπεὶ ἐὰν ückenhaft w. e. seh. εἶτα λέγει πρὸς τὸν Ἱσραήλ, ἐπεὶ ἐὰν Blass εἶτ’ ἐπειδὰν Lietzmann.)

32
μαι τὰ συντρίμματα ὑμῶν«· οἱ δὲ ἀπὸ τῶν ἐθνῶν· >δοῦλοι ἐσόμεθα ἡμεὶς<, οὐ πρότερον ὄντες »σοί«, ἀλλὰ δαιμόνων ὄντες, ἀλλὰ δυνάμεων ἀντικειμένων τυγχάνοντες. >ὅτε< γὰρ >διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἐγενήθημεν ἡμεῖς οὐ μερίς σου οὐδὲ μετὰ τοῦ λαοῦ Ἰακώβ σχοίνισμα κληρονομίας , ἀλλὰ γεγόναμεν ἄλλων μερίδες· ὅμως δὲ ἡμεῖς οἱ γενόμενοι ποτὲ ποτὲ μερίδες, σοῦ εἰπόντος ἡμῖν »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἐάσομαι τὰ συντρίμματα ὑμῶν« ἀποκρινόμεθα· »οἵδε ἡμεῖς«· τοῦτο γὰρ περιεμένομεν, τὴν κλῆσιν, οὐχ ὡς ἐκεῖνοι ἐκλήθησαν καὶ παρῃτήσαντο, οὕτω καὶ ἡμεῖς καλούμενοι παραιτούμεθα. ἔχομεν γὰρ ἐν ταῖς τοῦ εὐαγγελίου παραβολαῖς, ὅτι τινῶν κεκλημένων προηγουμένως >ὁ μέν τις ἔλεγε· γυναῖκα ἔχε με παρῃτημένον, ὁ δέ τις· ζεύγη βοῶν ἠγόρασα πέντε, πορεύομαι δοκιμάσαι αὐτά, ἔχε με παρῃτημένον<. οὐχ οὕτως οὖν ἡμεῖς, οἱ ἀπὸ τῶν Μνῶν, ἐκλήθημεν καὶ παραιτούμεθα. διὰ τί; περὶ ποῖον ἀγρὸν ἵνα καταγενώμεθα; περὶ ποίαν γυναῖκα σοφήν; ἀλλὰ περὶ τί ἄλλο ἀσχοληθῶμεν;

Εἴρηκεν οὖν ὁ θεὸς ἡμῖν· »ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν«· καὶ βλέποντες ἑαυτῶν τὰ συντρίμματα καὶ περὶ τῆς ἰάσεως ἐπαγγελίαν, εὐθέως ἡμεῖς ἁποκρινόμεθα καὶ λέγομεν· »ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν«. ἐπακούσαντες οὖν καὶ εἰπόντες »ἐσόμεθά σοι« μνημονεύωμεν, ὅτι ὑπεσχόμεθ θεῷ, λέγοντες αὐτῷ τὸ »ἐσόμεθά σοι«· καὶ εἰπόντες αὐτῷ τὸ »ἐσόμεθά σοι« μηδενὸς ἄλλου γενώμεθα, μὴ πνεύματος ὀργῆς, μὴ πνεύματος λύπης, μὴ πνεύματος ἐπιθυμίας, μὴ τοῦ διαβόλου γενώμεθα, μὴ τῶν ἀΠέλων αὐτοῦ· ἀλλὰ κληθέντες καὶ εἰπόντες· 224V »ἰδοὺ ἡμεῖς ἐσόμεθά σοι«, δείξωμεν τοῖς ἔρηοις, ὅτι | γενέσθαι αὐτοῦ, οὐδενὶ ἄλλῳ ἢ αὐτῷ ἑαυτοὺς ἀνεθήκαμεν. καὶ λέγομεν· »ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν εἶ«· οὐδένα γὰρ θεὸν ἡμεῖς ὁμολογοῦμεν (οὐ τὴν κοιλίαν ὡς οἱ γαστρίμαργοι, »ὧν ὁ θεὸς ἡ κοιλία«· [*](2ff. Vgl. in Luc. Hom. 35 (Lo 5, 219 f.). — Vgl. Euseb. (Gh I, 327; das Fragment sieht fast aus, als Wäre d. Name Euseb. nur ein Fehler für: μὴ πρότερον ὄντες σοι, ἀλλὰ δαιμόνων μερίς. — 3 Vgl. Deut. 32, 8. 9. — 11 Vgl. Luk. 14, 18—20. — 15 Vgl. Sei. in Luc. (Lo 5, 241): ὁ δοκῶν εὑρηκέναι σοφίαν — 21 ff. Vgl. Euseb. 1. c: φυλακτέον οὖν ἔργοις τὴν τοῦ ἐσομένου σοι ὑπόσχεσιν, μηδενὸς ἄλλου γινόμενοι, εἶτα τὰ πρὶν εἴδωλα δοκοῦντα μὲν ἡμῖν ὑψηλά τε καὶ θαυμαστά, καλούμενα δὲ ψευδῆ έν ὄρεσι κατοικεῖ, ἤγουν τοὺς δαίμονας, τοῦ διαβόλου μηδὲν καταλιπόντος τῆς κτήσεως [sic] ἀπροσκύνητον. — 25 Vgl. Matth. 25, 41 — 24 ff. Vgl. Kunze, Glaubensregel S. 44 Anm. — 29 Vgl PhiL 3, 19.) [*](3 διεμέριζεν Co διεμέριζες S | 8 οἵδε] vgl. S. 31, 33 μερίδες σου Co | 15 ἀλλὰ] + καὶ Co | 19 καὶ] vielleicht ist τὴν úgen | 21 μνημονεύωμεν Co μνημονεύομεν S | 24 μὴ των τοῦ S | κύριος] vgl. S. 33, G. 14 #x772; S | 29 ὁ] < Gh.)

33
οὐ τὸ ἀργύριον ὡς οἱ φιλάργυροι, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, οὐδὲ ἄλλο τι ἐκθεοῦμεν καὶ θεοποιοῦμεν, ὡν οἱ πολλοὶ θεοποιοῦσιν, ἀλλὰ ἡμῖν ὁ ἐπὶ πᾶσι θεός, >ὁ ἐπὶ πάντων, ὁ διὰ ὁ ἐν πᾶσι< θεός ἐστιν, καὶ ἐπεὶ ἠρτήμεθα τῆς πρὸς τὸν θεόν ἡ γὰρ ἀγάπη κολλᾷ ἡμᾶς θεῷ) θεῷ) λέγομεν· οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν«.

Εἶτα καταγνόντες τῶν προτέρων ἡμῶν κακῶν (ὅτε μεγάλα μὲν ἐνομίζομεν καὶ ὑψηλὰ τὰ εἴδωλα, προσεκυνοῦμεν καὶ θαυμαστὰ ἐνομίζομεν οἷς ἐλατρεύομεν· νυνὶ δὲ κατέγνωμεν ὅτι ἐκεῖνα πάντα ψευδῆ ἦν καὶ οὐδὲν ἐτύγχανεν), λέγομεν ἐπιστρέφοντες· »ὔντως εἰς ψεῦδος ἠσαν οἱ βουνοί«, καὶ ἡμεῖς καταγνόντες τῶν προτέρων ὑψηλῶν καὶ τῶν προτέρων θαυμασίων. καὶ τάχα ἐὰν φιλοτεχνῶμεν, εὑρήσομεν τὴν διαφορὰν τῶν ἐν τοῖς ἔθνεσι βουνῶν καὶ ὀρέων, ἅτινα καταλιπόντες οἱ εἰπόντες· »ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι ὅτι κύριος ὁ θεὸς ἡμῶν εἶ«, κατηγοροῦσιν αὐτῶν ὡς ψευδῶν, καὶ τῶν βουνῶν καὶ τῶν ὀρέων. τίς οὐν ἡ διαφορὰ τῶν ἐν τοῖς ἔθνεσιν ὀρέων καὶ βουνῶν, ὡν κατεγνωκότες λέγομεν· »ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«; τοῦτο λέγομεν ἡμεῖς καταγνόντες τῶν προτέρων. τὰ προσκυνούμενα παρὰ τοῖς ἔθνεσι τὰ μὲν προσκυνεῖται ὡς θεοί, τὰ δὲ ὡς ἥρωες. ὁμολογοῦσι γὰρ καὶ αὐτοὶ περί τινων, ὅτι ἀνθρωποι πρότερον ἠσαν καὶ ἀπεθεώθησαν. Ἡρακλέα προσκυνοῦσιν οὐχ ὡς γεγεννημένον θεόν, ἀλλ᾿ ὡς ἐξ ἀνθρώπου εἰς θεὸν μεταβληθέντα· Ἀσκληπιὸν προσκυνοῦσιν ὡς ἐξ ἀνθρώπων δι’ ἀρετὴν εἰς θεὸν μεταβεβληκότα. ὅταν δὲ προσκυνῶσι τοὺς πατέρας τούτων ὀνομαζομένους παρ᾿ αὐτοῖς θεούς, προσκυνοῦσιν οὐχ ὡς μεταβαλόν- τας ἐξ ἀνθρώπων εἰς θεούς, ἀλλ’, ὡς ἐκεῖνοι οἴονται, θεοὺς ἀρχῆθεν ὄντας. ἔσονται μὲν οὖν οἱ ἀρχῆθεν μὲν θεοὶ νομιζόμενοι [*](1 Vgl. Eph. 5, 5. Vgl. in Eph. 5, 4. 5 (Cat. Cram. VI, 190 ff.): τὴν πλεονεξίαν δὲ ἤτοι ἁπλούστερον ἐκδεικτέον [!], ἢ ὡς ἐν ἄλλοις παρεστήσαμεν τὴν μοιχείαν . . . . ζητοῦμεν ἐκ τοῦ »ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης« πότερον ἀνατρέπεται ἐκείνη ἡ ἐκδοχὴ, ἢ ἔτι δύναται χώραν ἔχειν. εὕρομεν δὴ πολλαχοῦ τῶν προφητῶν τὴν εἰδωλολατρείαν πορνείαν ὠνομασμένην . . . . . ἐὰν δὲ πλεονέκτης ᾖ, ὁ ὅθεν μὴ δεῖ περιποιῶν ἑαυτῷ ἀργύριον, εἰδωλολατρία λέγεται ἡ πλεονεξία (οἱονεὶ λατρευόντων τοῖς ἐγγεγραμμένοις εἰδώλοις ἐν τοῖς ἀργυρίοις) καὶ τὰ ἐν αὐτοῖς ἐντετυπωμένα εἴδωλα. οἶμαι δέ που καὶ τὴν φιλαργυρίαν εἰδωλολατρείαν ὠνομᾶσθαι παρὰ τῷ Ἀποστόλῳ. — 3 Vgl. Rom. 9, 5? — Vgl. Eph. 4, 6. Vgl. in Eph. 4,6 (Cat. Cram. VI, 170, 4 ff.): τὴν μὲν ὑπεροχὴν οἰόμεθα δηλοῦσθαι διὰ τὸ »ἐπὶ πάντων«· τὸ δὲ διαρκὲς [1. διέρχεσθαι vgl. Hier. Comm. zu Eph. 4, 6: transcurrit] πρὸς ἕκαστον ἐν τῷ »διὰ πάντων«· τὸ δὲ καὶ φθάνειν »ἐν πᾶσι« τῆς δυνάμεώς ἐστι τοῦ θεοῦ.) [*](10 ἐτύγχανε καὶ Gh | 21 ὅτι ἄνθρωποι vgl. S. 34, 2 ὅτι θνητοὶ Gh. ὅτι Ru | πρότερον] + θνητοί Ru | 22 γεγεννημένον Lo γεγενημένον S | 24 μεταβεβηκότα S | 27 μὲν] streicht Blass | οἱ Gh.)

34
ἔθνεσιν τὰ ὄρη καὶ »ἡ δύναμις τῶν ὀρέων«, οἱ δὲ νομιζόμενοι παρ’ αὐτοῖς νῦν μὲν εἶναι θεοί, πρότερον δ᾿ ἄνθρωποι γεγονέναι, οὑτοί εἰσιν »οἱ βουνοί«.

Ἐγνωκότες οὖν ἀμφότερα τὰ προσκυνούμενα τάγματά »ὄντως εἰς ψεῦδος ἠσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων‘. οὐ γὰρ ὑπολαμβάνουσιν οἱ αὐτοῖς λατρεύοντες, ὅτι ψευδῆ ἐστι ταῦτα. διόπερ οἴονται τοὺς χρησμοὺς καὶ τὰς θεραπείας ἀληθινὰς εἶναι θεραπείας, οὐχ ὁρῶντες διαφορὰν πάσης δυνάμεως καὶ σημείων καὶ τεράτων ψεύδους ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις γινομένωντὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραλὴ σωθήσεται Χριστὸς Ἰησοῦς, ταῦτα ἦν σημεῖα ἀληθείας, καὶ πρὸ αὐτοῦ δὲ ἃ ἐποίει Μωσῆς, δύναμις ἦν ἀληθείας. ἃ δὲ ἐποίουν οἱ Αἰγύπτιοι σημεῖα μὲν ἦν καὶ τέρατα, ἀλλὰ ψεύδους. οὕτως δὲ καὶ ἃ ἐποίει Σίμων μετὰ τὸν Ἰησοῦν ὁ μάγος, ὥστε ἀποπλανᾶν τὸ ἔθνος τῆς Σαμαρείας καὶ νομίζεσθαι αὐτὸν εἶναι δύναμιν θεοῦ, καὶ αὐτὰ ἦν σημεῖα καὶ τέρατα ψεύδους. ὅταν οὖν καταγνῶμεν ἐκείνων, λέγομεν οἱ κατεγνωκότες· »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«.

Εἶτα ἐπεὶ ἡμεῖς, οἱ ἀπὸ τῶν ἐθνῶν, ἴσμεν ὅτι τῷ »παραπτώματι τοῦ Ἰσραὴλ ὁδὸν ἐλάβομεν σωτηρίας«, καὶ ἐκεῖνοι ἔξω εἰσὶν ἐκβεβλημένοι μέχρι τὸ πλήρωμα ἡμῶν εἰσέλθῃ, ἴσμεν δὲ ὅτι ἐὰν >τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, μετὰ τοῦτο πᾶς Ἰσραὴλ σωθήσεται<, διὰ τοῦτό φαμεν πρῶτον μὲν τὸ »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἠ δύναμις τῶν ὀρένω«, δεύτερον δὲ περὶ τοῦ Ἰσραὴλ μετὰ τὸ πλήρωμα τῶν Μνῶν· πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ Ἰσραήλ«. ἐπεὶ δὲ ἅπαξ ἐμνήσθημεν τοῦ ἀποστολικοῦ ῥητοῦ λέγοντος ὅτι τῷ παραπτώματι, ᾧ παρέπεσεν ὁ Ἰσραήλ, ἡ σωτηρία γέγονε τοῖς ἔθνεσιν<, καὶ ὅταν »τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ«, ἔξω μένοντος τοῦ Ἰσραήλ, μετὰ τὸ εἰσερχόμενον πλήρωμα τῶν ἐθνῶν >τότε πᾶς Ἰσραὴλ σωθήσεται<, φέρε τὰ κατὰ τοὺς τόπους τούτους ἀναπτύξωμεν. ἦν Ἰσραὴλ σῳζόμενος. ἐξέπεσεν ὁ πολὺς Ἰσραήλ, ἀλλὰ »λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν«, περὶ οὗ λείμμα- [*](4ff. Vgl. Euseb. 1. c: τὰ δὲ εἴδωλα δύναμιν ὀρέων καλεῖ, καὶ οἱ παρ’ αὐτῶν ἄρα χρησμοὶ καὶ θεραπεῖαι ψευδῆ καὶ ἀπατηλά, καὶ οὐχ οἷα τοῦ Μωυσέως καὶ τῶν Αἰγυπτίων τὰ τέρατα, καὶ οὐδὲ οἷα τοῦ Χριστοῦ τὰ τοῦ Σίμωνος κτλ. — 8 Vgl. II Thess. 2, 10. — 11/12 Vgl. Exod. 7 u. 8. — 13 Vgl. Act S, 9. 10. — 18 ff. Vgl. Röm. 11, 11. 25 Luk. 13, 28. — 25 Vgl. Hom. 5, 2 (S. 31, 7f.). — 26ff. Vgl. Röm. 11, 11. 25. — 31 Vgl. Röm. 11, 5.) [*](4 τὰ Blass | φασιν Ru φησὶν S | 5 οὐ Ru νῦν S | 6 αὐτοῖς Blass αὐτὰ S | 7 χρησμοὺς] + ἀληθινοὺς εἶναι χρησμοὺς Lietzmann | 10 ἀληθείας GhCo ἀληθούς S | 11 δὲ Blass μὲν S | 13 ἀλλὰ nach Lietzmann | 23 σωθησομένου Gh σωθησομένων S.)

35
τος μυστικῶς »ἐν Ἠλίᾳ‘ λέλεκται· »κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτνες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ«. καὶ ἑρμηνεύων περὶ τοῦ λείμματος τούτου ὁ ἀπόστολός φησιν· »ἄρ᾿ οὗν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν«. οὐκοῦν Ἰσραὴλ κἂν λεῖμμα σῳζόμενον, καταλειφθέντος τοῦ Ἰσραήλ. ταῦτα τὰ δύο τάγματα, εἰ δυνατὸς εἶ, μετάγαγέ μοι καὶ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν. οὐ γὰρ εἶπεν· ὅταν πάντα τὰ ἔθνη σωθῇ, τότε πᾶς Ἰσραὴλ σωθήσεται· ἀλλ’ >ὅταν τὸ πλήρωμα τῶν ἐΜῶν εἰσέλθῃ, τότε οὐ τὶς Ἰσραὴλ σωθήσεται μετὰ πάντα τὰ ἔθνη, ἀλλὰ μετὰ »τὸ πλήρωμα τῶν ἐθνῶν«. εἴ τις δύναται, τὸ λοιπὸν ὥσπερ εὑρεν τὸν Ἰσραὴλ σῳζόμενον μετὰ τὸ πλήρωμα τῶν ἐθνῶν, διαβὰς τῷ λόγῳ κατανοησάτω, πότε πάντες δουλεύσουσιν< κατὰ τὰ ἐν τῷ εἰρημένα >τῷ θεῷ ὑπὸ ζυγὸν ἕνα καὶ ἐκ περάτων Αἰθιοπίας θυσίας · ὅτε, ὡς ἐν ἑξηκοστῷ ἑβδόμῳ λέλεκται Ψαλμῷ· »Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ«, καὶ ταῖς βασιλείαις »τῆς γῆς« προστάσσει ὁ λόγος λέγων· »ᾄσατε τῷ κυρίῳ, ψάλατε τῷ θεῷ Ἰακώβ«.

Οὐκοῦν λέγομεν ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν περὶ μὲν ἑαυτῶν, μετανοοῦντες ἐπὶ τοῖς ψευδέσιν ἃ ἐνομίζομεν εἶναι ἀληθῆ· »ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ ἡ δύναμις τῶν ὀρέων«· περὶ δὲ τοῦ μεθ’ ἡμᾶς σωθησομένου Ἰσραήλ· »πλὴν διὰ κυρίου θεοῦ ἡμῶν ἡ σωτηρία τοῦ οἴκου Ἰσραήλ«. εἶτε ἐξομολογούμενοι περὶ τῶν ἁμαρτημάτων, ἐν οἷς καὶ οἱ πατέρες ἡμῶν γεγόνασιν καὶ ἡμεῖς αὐτοὶ εἰδωλολατροῦντες, φαμέν· »ἡ δὲ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, τὰ πρόβατα αὐτῶν καὶ τοὺς βόας αὐτῶν, τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν«. »ἡ αἰσχύνη κατηνάλωσεν τοὺς μόχθους τῶν πατέρων ἡμῶν«, καὶ τάδε τὰ εἰρημένα. οὐκοῦν εἰ μέλλει καταναλίσκεσθαι ὁ μοχθηρὸς μόχθος καὶ τὸ ψευδὲς ἔργον τῶν πατέρων, αἰσχύνην δεῖ γενέσθαι· πρὶν γὰρ αἰσχύνης οὐ καταναλίσκεται ὁ μόχθος τῶν πατέρων < καὶ τὰ ἐπιφερόμενα. διὰ τοῦτο κατανοήσωμεν ἁμαρτανόντων διαφοράς. εἰσὶν ἁμαρτάνοντες καὶ οὐκ αἰσχυνόμενοι οὐδὲ αἰδούμενοι ἐπὶ ταῖς ἁμαρ- [*](1 Vgl. Röm. 11, 2. — Röm. 11, 4 (1 ön. 19, 18). — 3 Rom. 11, 5. — 11, 26. — 10ff. Vgl. c. Geis. 8, 72 (Orig. II, 290, ff.): ὁ δυνάμενος δ’ εἰς ταῦτα ὅλα μὲν κατανοήσας τὴν σαφήνειαν τῆς προφητείας παραστησάτω . . . . καὶ κατανοησάτω, τί τὸ »ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἓνα«. — 12 Vgl. Zephan. 3, 9. — 15ff. Psal. 67, 32. 33.) [*](4 κἂν] καὶ Gh Blass | 9 τὴς] 1. πᾶς ? | 12 δουλεύσουσιν (Gli)Co δουλεύουσιν S | 13 περάτων] vielleicht ist nach c. Gels. 8, 72 (Orig. II, 289, 21) ποταμῶν hinzuzufügen 14 ξζ΄ S | 17 Ἰακώβ] < LXX | 26 αὐτῶν1] + καὶ Gh | — S. 36, 10 Hierzu Fragm. 10 in C: Εἰ— Σιών | 28 μοχθηρὸς] ἄτοπος C | 29 ψευδὲς C ψεῦδος S.)

36
τίαις αὐτῶν οὐδὲ ἐρυθριῶντες. τοιοῦτοί εἰσιν οἱ ἀπηλγηκότες καὶ ἑαυτοὺς παραδόντες πάσῃ ἀσελγείᾳ καὶ πάσῃ ἀκαθαρσίᾳ γὰρ τοὺς ἀπὸ τῶν ἐθνῶν τίνα τρόπον ὡς ἀριστείας ἔσθ᾿ ὅτε καταλέγουσιν τὰς προνείας πορνείας καὶ τὰς μοιχείας ἑαυτῶν, οὐδὲ αἰδούμενοι ὁμολογεῖν τὰ τοιαῦτα πεποιηκέναι, καὶ οὐ λέγουσιν αὐτὰ ἁμαρτήματα. ὅσον οὐκ αἰσχύνονται, οὐκ ἀναλίσκονται αὐτῶν οἱ μόχθοι. οὐκ ἀναλίσκεται αὐτῶν τὰ ἁμαρτήματα. ἀρχὴ ἀγαθῶν ἐστιν τὸ αἰσχυνθῆναί σχυνθῆναί τινα ἃ οὐκ ᾐσχύνετο. διὰ τοῦτο ἐγὼ οὐ κατάραν νομίζω ἐν τοῖς προφήταις λέγεσθαι ἐν τῷ »αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν πάντες οἱ μισοῦντες Σιών«. εὔχεται γὰρ τοὺς ἀναισθήτους τῶν αἰσχύνης ἔργων εἰς συναίσθησιν ἔρχεσθαι, ἵνα αἰσχυνθέντες δυνηθῶσιν ἀναλῶσαι τοὺς μόχθους καὶ τὰ ἁμαρτήματα αὐτῶν.

Τὰ δὲ ἄλογα τῶν πατέρων κινήματα »πρόβατα« εἶπεν καὶ »μόσχουσ«. οὐ γὰρ πάντα τὰ ἄλογα ἐπαινετά· ἀλλ᾿ ἀλλ᾿ ἔστιν τινα ψεκτά, ὥσπερ τὰ πρόβατα τῶν πατέρων τῶν ἡμαρτηκότων· ἔστιν δέ τινα ἄλογα ἐπαινετά, οἷον· »τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούουσιν«. πρόβατα ἠν καὶ ταῦτα, οἷς ἀνάλογον ἔχομεν τὸν λόγον. ἔχοντες τὸν ποιμένα τὸν καλὸν ἐν ταῖς ψυχαῖς ἡμῶν. ἐπὰν γὰρ λέγῃ ὁ σωτήρ· »ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός«· οὐκ ἀκούω μόνον ὡς πάντες ἀκούουσιν, ὅτι ποιμήν ἐστιν τῶν πιστευόντων (καὶ τοῦτο μὲν γὰρ καὶ ὑγιὲς καὶ ἀληθές), ἀλλὰ καὶ ἐν τῇ ἐμῇ ψυχῇ ὀφείλω ἔχειν ἔνδον μου τὸν Χριστόν, ἔνδον μου τὸν καλὸν ποιμένα. ποιμαίνοντα τὰ ἐν ἐμοὶ ἄλογα κινήματα, ἵνα μηκέτι ἐπὶ τὴν νομὴν ὡς ἔτυχεν ἐξέρχηται, ἀλλ᾿ ἀγόμενα ὑπὸ τοῦ ποιμένος ταῦτα τὰ ἀλλότριά ποτε τυγχάνοντα αὐτοῦ ἴδια γένηται αὐτοῦ. διὰ τοῦτο νῦν, ἐὰν ποιμὴν, ᾖ ἐν ἐμοί, ἄρχει μου τῶν αἰσθήσεων· οὐκέτι εἰσὶν ὑπὸ νοῦν ἀλλότριον, ἢ ὑπὸ Φαραώ, ἢ ὑπὸ Ναβουχοδονόσορ, ἀλλὰ ὑπὸ τὸν καλὸν ποιμένα.