In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Τίς ἔστιν ὁ λέγων· »δι᾿ ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ«; ὁ Χριστὸς ταῦτά φησιν, οὑ πρὸ τῆς ἀπιδημίας πολλὰ μὲν γεγένηται ἁμαρτήματα τῷ λαῷ, ἀλλ᾿ οὐ τοιαῦτα ὥστε αὐτοὺς πάντῃ ἐγκαταλεφθῆναι καὶ εἰς αἰχμαλωσίαν πολυχρόνιον παραδοθῆναι. ὅτε δὲ ἐπλήρωσαν »τὸ μέτρον τῶν πατέρων« αὐτῶν καὶ προσέθηκαν τῷ ἀνῃρηκέναι τοὺς προφήτας καὶ δεδιωχέναι τοὺς δικαίους τὸ ἀποκτεῖ- Mitte ναι »τὸν Χριστὸν τοῦ θεοῦ«, τότε γεγένηται τὸ »ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν«. καὶ δέ αὐτὸν ταῦτα πεπόνθασιν, καὶ »ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ«.

εἰ δὲ καὶ ὑψηλότερον ἀκοῦσαι βούλει τοῦ »δι᾿ ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ«, ἴδε τὴν τὴν ἐν σοὶ γῆν τίνα τρόπον ἠφανίσθη ἐλθόντος τοῦ Ἰησοῦ· ἠφανίσθη γὰρ >νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ τῆς < καὶ οὐκέτι ἡ τῆ ἐργάζεται τὰ ἑαυτῆς, οὐκέτι γίνεται παρὰ τῷ δικαίῳ τὰ ἔργα τῆς σαρκὸς οἷς ἔθαλλεν ἡ σάρξ, οὐκέτι πορνεία, οὐκέτι ἀκαθαρσία, οὐκ ἀσέλγεια, οὐκ εἰδωλολατρία, οὐ φαρμακεία καὶ τὰ λοιπά. καὶ ὁ σωτὴρ δὲ λέγει· »τί νομίζετε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς· οὐκ ἦλθον βαλεῖν βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν«. ἀληθῶς γὰρ πρὶν μὲν ἐλθῃ, μάχαιρα οὐκ ἦν ἐπὶ τῆς γῆς οὐδὲ >ἡ σὰρξ ἐπεθύμει κατὰ τοῦ πνεύματος οὐδὲ τὸ πνεῦμα κατὰ τῆς σαρκός<· ὅτε δὲ ἦλθεν καὶ δεδιδάγμεθα τίνα μέν ἐστιν τῆς σαρκὸς τίνα δὲ τοῦ πνεύματος, ἡ διδασκαλία ὥσπερ μάχαιρα γεγενημένη ἔν [*](4ff. Vgl. Olymp. (Gh II, 137): ἐκ μὲν τοῦ προσώπου τοῦ Κυρίου λεγόμενον δηλοῖ, ὅτι διὰ τὴν εἰς αὐτὸν σφαγὴν ἠφανίσθη τῶν ἰουδαίων ἡ χώρα, ἐκ δὲ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος λεγόμενον σημαίνει, ὅτι διὰ τὸν ἄνθρωπον τὸν ἐκδεδωκότα ἑαυτὸν πάσῃ διδασκαλίᾳ ἠφανίσθη ἡ γῆ. — 8 Vgl. Matth. 23, 32. — 9 Vgl. Matth. 5, 12? — 10 Vgl. Luk. 9, 20. — Matth. 23, 38. — 14 Vgl. Kol. 3, 4. — 16ff. Vgl. Gal. 5, 19. 20. — 18 Matth. 10, 34. — 21 Vgl. Gal. 5, 17. — 23 Vgl. Hebr. 4, 12.) [*](2 καὶ εἰς τὸ περίζωμα] usque ad eum locum in quo ait: Ucee computruerat, quod nullo esset usui Η (et in istud: Cinctorium Vall.) | 3 Homilia VII Η | 8 τῷ Ru ad (occisionem) Η τὸ S | 9 τὸ — S.80, 16 ἐὰν] Vgl. zu S. 78, 5 | 11 ὑμῶν] + deserta Η | 12—15 Hierzu Fragm. 38 in C: Εἴποις — ἑαυτῆς | 14 ἐλ- θόντος — γὰρ] et tunc videbis, post adventum Jesu Christi impleta esse quae dicta sunt Η | τῶν μελῶν] membris nostris Η ἡμῶν τῶν μελῶν C, vielleicht besser | 16 τὰ ἔργα τῆς σαρκὸς] < Η | 18 — S. 80, 5 Hierzu Fragm. 39 in C: ὁ — αἰώνιον | 19. 20 ἐπὶ τῆς γῆς] super terram Η.)

80
γῇ διεῖλεν τὴν σάρκα καὶ τὴν τῆν ἀπὸ τοῦ πνεύματος· καὶ »ἠφανίσθη« μὲν »ἡ γῆ«, ὅτε τὴν νέκρωσιν Ἰησοῦ ἐν τῷ σώματι περιφέρομεν, καὶ οὐκέτι ζῶμεν κατὰ σάρκα ζῇ δὲ τὸ πνεῦμα, καὶ σπείρομεν οὐδὲν εἰς τὴν σάρκα ἀλλὰ πάντα εἰς τὸ πνεῦμα, ἴνα μὴ θερίσωμεν φθορὰν ἐκ τῆς σαρκὸς ἀλλ᾿ ἀπὸ τοῦ πνεύματος ζωὴν αἰώνιον.

Λέγεται δὲ τοῖς ἡμαρτηκόσιν· »σπείρετε πυροὺς καὶ ἀκάνθας θερίζετε«· κἂν γὰρ έν] τοῖς λογίοις τοῦ θεοῦ ὁμιλῶσιν, οἱ μὴ καλώς αὐτοῖς ὁμιλοῦντες μηδὲ ὃν δεῖ τρόπον βιοῦντες μηδὲ πιστεύοντες σπείρουσιν πυροὺς καὶ θερίζουσιν ἀκάνθας. μάλιστα δὲ ἔστιν ταῦτα νοῆσαι ἐπὶ τῶν ἑτεροδόξων ἑντυγχανόντων ταῖς γραφαῖς καὶ ἀκάνθας οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλ’ ἀπὸ τῶν ἰδίων ἐπινοιῶν θεριζόντων. »οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς«. ταῦτα καὶ ἄλλοι διηγήσαντο. καὶ ἐπειδὴ οὐκ ἀποδοκιμάζομεν αὐτῶν τὴν διήγησιν. εὐγνωμόνως φέρομεν αὐτὴν εἰς μέσον, οὐχ ὡς αὐτοὶ εὑρόντες ἀλλ ὡς μεμαθηκότες καλὸν μάθημα. οὗτος ὁ λόγος ὠφελήσει καὶ ὑμᾶς καὶ ἡμᾶς, ἐὰν Ι προσέχωμεν τῷ γεγραμμένῳ, οἳ δοκοῦμεν εἶναι ἀπὸ κλήρου τινὲς προκαθεζόμενοι ὑμῶν, ὥστε τινὰς θέλειν ἥκειν ἐπὶ τὸν κλῆρον τοῦτον. ἴστε δὲ ὅτι οὐ πάντως ὁ κλῆρος σῴζει· πολλοὶ γὰρ καὶ πρεσβύτεροι ἀπολοῦνται, πολλοὶ καὶ λαϊκοὶ μακάριοι ἀποδειχθήσονται. ἐπεὶ οὖν τινές εἰσιν ἐν κλήρῳ οὐχ οὕτως βιοῦντες ὥστε ὠφεληθῆναι καὶ κοσμῆσαι τὸν κλῆρον, διὰ τοῦτο, φασὶν οἱ διηγησά- [*](2 Vgl. II Kor. 4, 10. — 3 Vgl. Rom. 8, 13. — 4 ff. Vgl. Gal. 6, 8. — 6 ff. Vgl. Olymp. (Gh II, 144): σπείρουσι δὲ πυροὺς καὶ θερίζουσιν ἀκάνθας οἱ τοῖς μὲν λόγοις ὁμιλοῦντες θεοῦ, μὴ ζῶντες δὲ κατ' αὐτά, ἢ πιστεύοντες ὡς παῖδες αἱρετικῶν. — 12 ff. Vgl. Chrys. (Gh II, 144): τινὲς μὲν καὶ εἰς τούτους φασὶ, τοὺς κλήρους εἰρῆσθαι τοῦτο Λ·αὶ πείθομαι. τί γὰρ ἡμᾶς ὠφελοῦσιν, εἰπέ μοι, τοὺς ἀναξίως βαδίζοντας; οὐχὶ δὲ καὶ κρίμα πλέον ἔσται. — 15 ff. Vgl. Hier. Comm. 929 Dicitur autem hoc et Ecclesiasticis, qui verba Domini et doctrinam ejus mala conversatione disperdunt. De quibus infertur: Cleri eorum non proderunt eis. Quid enim eos juvare poterit episcopi nomen et presbyteri, vel reliquus ordo Ecclesiasticus, cum magis graventur dignitatibus suis, et potentes potenter tormenta patiantur; et quando [1. quanto] eis plus creditum fuerit, tanto plus requiratur ab eis. — 15 VgL Hebr. 4, 2.) [*](1 καὶ 1] id esi H | 2 ὅτε] quin H ὅτι Hu ] Ἰησοῦ] Jesu Christi H Χριστοῦ C Ι 6 — 11 Hierzu Fragm. 40 in C: Σπείρουσι — αἱρετικῶν Ι 6 σπείρετε Hu seminatis Η σπείρατε S | 7 ἐν] < C Ι λογίοις wie S. 71, 5. 6 λόγοις C Olymp, (vgl. auchH) ἁγίοις S Ι 7/8 κἂν — πισεύοντες] Qui enim neque Juxta uoluntatem Scripturarum; neque jusxta fidei veritatem proferunt unt eloquia Dei H | 9/10 ταῦτα νοῆσαι vgl. Η: Hoc faeiunt haeretici κατανοῆσαι S | 13 οὐκ Hu non Η τοῦτ' S | 14 εὐγνωμόνως] consentiens Η 16 — 18 ἵ — τοῦτον] mit d. Vorhergehenden verbunden in d. Ausgg., nicht so bei Η | 16— S. 81, 11 Hierzu Fragm. 41 in C: Λέγοις — εὑρεθῇ | 17 τινὲς Hu aliquid R τινὸς S 18 δὲ] < Η | 19 ἀποδειχθήσονται] + sed si ordincm clericatus et mercamur parifer, et habeamus H, vielleicht einzusetzen | 21 ὠφεληθῆναι] (Hu) (Hu) ex ordine H ὀφεληθῆναι S.)

81
μενοι, γέγραπται. »οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς‘· τὸ γὰρ ὠφελοῦν οὐκ αὐτὸ τὸ καθέζεσθαι ἐν πρεσβυτερίῳ ἐστίν, ἀλλὰ τὸ βιοῦν ἀξίως τοῦ τόπου, ὡς ἀπαιτεῖ ὁ λόγος. ἀπαιτεῖ καὶ ὑμᾶς βιοῦν ὁ λόγος καλῶς καὶ ἡμᾶς. ἀλλ’ εἰ δεῖ οὕτως εἰπεῖν, »δυνατοὶ δυνατῶς ἐτασθήσοντα«, πλεῖον ἐγὼ ἀπαιτοῦμαι παρὰ τὸν διάκονον, πλεῖον ὁ διάκονος παρὰ τὸν λαϊκόν, ὁ δὲ τὴν πάντων ἡμῶν ἐγκεχειρισμένος μένος ἀρχὴν αὑτὴν τὴν ἐκκλησιαστικὴν ἔτι πλεῖον ἀπαιτεῖται. διὰ τοῦτο ὁ πεπιστευμένος τὰ μεγάλα ὁ ἀπόστολος, ἀκούετε, φησίν· »οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. ὡδε λοιπὸν ζητεῖτε ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ«. καὶ οὕτως σπάνιόν ἐστιν εὑρεθῆναι οἰκονόμον πιστὸν καὶ καλόν. Ἰησοῦς »ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν« λέγει· »τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὅν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς δούλοις αὐτοῦ«; εἶτα μέμφεταί τινας οἰκονόμους καὶ λέγει. »ἐὰν δὲ ἄρξηται ὁ κακὸς δοῦλος λέγειν. χρονίζει μου ὁ κύριος ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾐ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾐ οὐ γινώσκει καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει«. ταῦτα μὲν εἰς τὸ »οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς«.

Ἴδωμεν δὲ καὶ ἐξῆς ἐπίπληξιν ἀναγκαίαν, ἣν καλὸν εἰς τὸν ἠθικὸν τόπον ἀναλαβεῖν, λέγουσαν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναντίον κυρίου«. ἔστιν τινά, ἐν οἷς καυχώμεθα διὰ τὴν ἄνοιαν οὐκ οὖσιν καυχήσεως ἀξίοις. οἷον ἐὰν καυχήσηταί τις ὅτι πλούσιός ἐστιν καὶ πολλὰ κέκτηται, λέγοιτ' ἂν πρὸς αὐτόν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν‘. ἐὰν καυχήσηταί τις ἐπὶ εὐγενείᾳ ταύτῃ τῇ ἐκτός, λεχθήσεται πρὸς αὐτόν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν.« ἐὰν καυχήσηταί τις ἐπὶ πολυτελείᾳ ἱματίων, ἐπὶ οἰκοδομῇ οἰκίας πλουσίως κατεσκευασμένης, ἀλλοτρία ἐστὶν ἡ καύχησις καυχήσεως ἁγίων· διὸ λεχθήσεται πρὸς τὸν τοιοῦτον· »αἰσχύνθητε ἀπὸ καυχήσεως [*](4 Vgl. Weish. Sal. 6, 6. — 8 Ι Kor. 4, 1. 2. — 12 Vgl. Sus. 35a (LXX) 42 Θ΄). — 13 Luk. 12, 42 Par. — 15 Luk. 12, 45. 46 Par. 1/2 ὠφελήσουσιν u. ὡφελοῦν Hu ὁφελήσουσιν u. ὀφελοῦν S | 2 καθέζεσθαι Lo καθέσABBREVζεσθαι S καθέσεσθαι Co | πρεβüτερείω S | λόγος] + Verum, carissimi, nolite putare hoc iantimi de nobis esse dictum H | 7 ἀρχὴν] arcem Η TU NF I, 3 22 Α 6 Ι ἔτι πλεῖον] ἐπὶ πλεῖον S pro omni Ecclesia (reddet rationem) H | 8 ἀκούετε] Paulus H | 10 ζητεῖτε] quaeritur H | 13 ἄρα S* ἆρα Scorr. | 15 δούλοις] consercis Η | 17 συνδούλους] servos H | 21 ὠφελήσουσιν Hu ὁφελήσονσιν S | 22 — S. 82, 12 Hierzu Fr agm. 42 in C: Καύχησιν — Χριστοῦ | 24 τινὰ] multa 25 ὑκ — ἀξίοις] <H | 26 λέγοιτ' ἂν Hu dicitur Η λέγει τ' ἂν S.)

82
ὑμῶν.‘ ἄκουε τοῦ λόγου τοῦ προφήτου Ἱερεμίου κελεύοντος ἡμᾶς μὴ καυχᾶσθαι μηδὲ ἐπὶ σοφίᾳ· μὴ καυχάσθω« γάρ φησιν »ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μηδὲ ὁ πλούσιος έν τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος.« θέλεις καυχᾶσθαι καὶ καυχώμενος μὴ ἀκοῦσαι· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν«, καύχησαι ὡς ὁ ἀπόστολος Ι καὶ εἰπέ· »ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.« θέλεις καυχᾶσθαι, ἴνα μὴ λεχθῇ· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν«, ἄκουε Παύλου καυχωμένου καὶ μάνθανε ὅταν λέγῃ· »ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ«. ἄκουε οἷα καυχᾶται καυχήματα· »ἐν κόποις περισσοτέρως‘« (τίς δύναται ἡμῶν τοῦτο »ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. ὑπ·ὸ πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα«. μανθάνομεν οὐν καὶ καυχήσεων εἶναι διαφοράς. ὡς τινὰς μὲν καυχήσεις εἶναι αἰσχύνης ἀξίας, ἐφ' οἶς λέγοιτ ἂν ἐκεῖνο τὸ ἀποστολικόν· »καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν«· ἐφ οἷς ἔδει. αὐτοὺς αἰσχύνεσθαι, ἐπὶ τούτοις οἴονται δοξάζεσθαι.

Μετὰ ταῦτα ἴδωμεν τὰ περὶ τοῦ περιζώματος. »Τάδε« γὰρ »λέγει κύριος· βάδιζε καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν, καὶ περίθου περὶ τὴν ὀσφύν σου, καὶ έν ὕδατι οὐ διελεύσῃ. καὶ ἐκτησάμην περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέθηκα περὶ τὴν ὀσφύν μου. καὶ ἐγενήθη λόγος κυρίου πρός με λέγων. λάβε τὸ περίζωμα τὸ περὶ τὴν ὁσφύν σου, καὶ ἀνάστηθι καὶ βάδισον ἐπὶ τὸν Εὐφράτην, καὶ κατάχρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.« μετὰ ἡμέρας ἔρχεται ἐκεῖ, εὑρίσκει διασεσηπὸς τοῦτο τὸ περίζωμα. καὶ ἐπιφέρει ὁ κύριος διδοὺς ἀφορμὴν τῆς ἑρμηνείας τοῦ περιζώματος λέγων. [*](2 Jerem. 9, 23. 24. Zur Form des Citats vgl. Clem. Rom. ad Cor. I, 13, 1. — 7 Gal. 6, 14. — 11 II Kor. 12, 9. — 13 ff. Kor. 11, –25. — 16ff. Vgl. Olymp. (Gh II, 145): αἰσχύνης φησὶ καὶ ὀνειδισμοῦ ἀξία ἐστὶν ἡ καύχησις παρὰ τῷ θεῷ. — 18 Phil. 3, 19. — 19 Vgl. Rom. (3, 21.) [*](1 ὑμῶν] + Verum hoc partim est H | ἄκουε — Ἱερεμίου] Audi quid loqitatur in Jeremia seitno divimis H; danach hinter λόγου wohl einzuschieben διὰ | 2 μηδὲ Co ne . . quidem Η μήτε S | 9 ἱ̔να μὴ λεχθῇ] vgl. Η: et Που audire ἵνα μὴ ἐλεχθῆ S | 13 τοῦετο S* τοῦτο Scorr. w. e. seh. | 16 μανθάνομεν] discamus μανθάνωμεν Hu | καυχήσεων Ru (jloriarum Η καυχήσεως S | 19 οἷς] + quippe Η | 22 οὐ Hu non Η | 23/24 καὶ— κυρίου] < H | 25 καὶ ἀνάστηθι] < Η | 27 ἐκεῖ— περίζωμα] propheta, et accepit cintorium de loco ubi infoderat illud, et ecce coinputruerat, quod mdli usui esset H (vgl. Jerem. 13,7) Ι καὶ] + ne quis juxta rohintatem animi sui de hoc loco sibi pracsumeret intellectum H.)

83
»καθαπερ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ πάντα τὸν οἶκον Ἰούδα, φησὶν ὁ κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου«. οὐκοῦν ὁ προφήτης ἀντὶ τοῦ θεοῦ παραλαμβάνεται περιζωννὺς περὶ τὴν ὁσφὴν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν, ὡς ὁ θεὸς τὸν λαόν· ἐκόλλησα γὰρ πρὸς ἐμαυτόν< φησιν >τοῦτον τὸν λαόν, φησὶν οἱονεὶ περίζωμα ὁ λαὸς μίνεται τοῦ θεοῦ.

Διὰ τί δὲ περίζωμα γίνεται τοῦ θεοῦ περὶ τὴν ὀσφὺν αὐτοῦ; ὁ δυνάμενος ἀναγινώσκων τὸν Ἰεξεκιὴλ καὶ ὁρῶν τὸν θεὸν τῷ λόγῳ οἱονεὶ σωματοποιούμενον, καὶ τίνα μὲν τρόπον αὐτοῦ πὰ ἀπὸ τῆς ὀσφύος κάτω < ἐστὶν πῦρ, > τὰ δὲ ἀπὸ τῆς ὀσφύος ἤλεκτρον, ἐρευνησάτω τὸν λόγον, διὰ τί τὸ κάτω τοῦ θεοῦ πῦρ ἐστιν. τὰ ἀπὸ ὀσφύος καὶ γενέσεως πράγματα, ταῦτα πῦρ ἐστιν. πάντα γὰρ τὰ ἐν γενέσει χρᾐξει τοῦ καθαρσίου τοῦ ἀπὸ τοῦ πυρός, τάντα τὰ ἐν γενέσει χρῄζει τῆς κολάσεως. τὰ δὲ ἀνωτέρω τῆς ὀσφύος καὶ ὑπερβεβηκότα τὴν γένεσιν, ταῦτά ἐστιν ὕλη ὡς ἐν καθαριωτάτη καὶ τιμιωτάτη· λέγεται γὰρ τὸ ἤλεκτρον χρυσοῦ εἶναι τιμαλφέστερον. ἐπεὶ οὖν παραδείγμασιν χρῆται ἡ γραφή, ἴνα διδάξῃ τοῦ θεοῦ τὸ σῶμα τὸ ἀνωτέρω εἶναι τιμιώτερον καὶ τὸ σῶμα τὸ κατωτέρω εἶναι ὑποδεέστερον, διὰ τοῦτο εἰσήγαγεν τὸν θεὸν ἐκ πυρὸς καὶ ἠλέκτρου συνεστηκότα. [καὶ καὶ ἔστιν σῶμα τοῦ θεοῦ † καὶ αὐτὸς] ἐν γενέσει πῦρ ἐστιν ἕκαστος ἡμῶν, οὐκ ἐσμὲν τὸ ἤλεκτρον, ἐὰν δὲ ἀναβαίνωμεν Ι καὶ προκόπτωμεν (δυνατὸν γὰρ μεταβῆναι ἀπὸ τοῦ σήμερον εἶναι ἐν τοῖς κατωτέρω, ὥστε γενέσθαι τοῦ θεοῦ σῶμα τὸ ἀνωτέρω), ἐσόμεθα διαβάντες τὸ πῦρ ἤλεκτρον τὸ περὶ τὸ σῶμα τοῦ [*](4 ff. Vgl. Chrys. (Gh II, 167): τὸ περίζωμα εἰκών ἐστι τοῦ λαοῦ καὶ ὁ τοῦ θεοῦ κτλ. — 6 ff. Vgl. Hier. Comm. 931. — 10 ff. Vgl. Ezech. 1, 27. — 13 ff. Vgl. Sei. in Ezech. 1, 27 (Lo 14, 181): οὐ γὰρ μόνα κολαστήρια ἔχει ὁ λόγος, ἀλλ’ ἔχει καὶ δι’ ὧν ἀναπαύει. κολάζει δὲ διὰ τῶν κάτω δυνάμεων .... ἀπὸ τῆς ὀσφύος ἐπὶ τὰ κάτω πῦρ ἦν· ἕνα δηλώσῃ, ὅτι οἱ ἐν γεννήσει τυγχάνοντες, οὗτοι δέονται πυρός. ὀσφὺς γὰρ γεννήσεως σύμβολον .... ἥλεκτρον δέ ἐστι τὸ ἐκ χρυσίου καὶ ἀργυρίου χύμα, ὡς τῶν τιμιωτάτων τούτων τῆς ὕλης κτλ.) [*](1 καθάπερ] † γὰρ LXX QV Luc. + enim H | 3 φησὶν ὁ κύριος] < Η | 4 οὐκ] ἐιυκ S | 5 παραλαμβάνεται] accipiatur Η περιλαμβάνεται S | 6 ὁσφὴν Co ὡς φῦν S | 7 φησὶν ὁ θεὸς] | H | 8 ὁ λαὸς] homo justus H | 9/10 ὁ δυνάμενος] | Η doch vgl. zu Ζ. 13 | 10 τῷ λόγῳ] | Η | 11 τίνα μὲν τρόπον] quamobrem Η | 13 ἐρευνησάτω Ru tunc poteris etiam praesentis Scripturae (inuenire rationem) Η ἐρευνήσατο S | 14 τὰ — ἐστίν] Renes generatione, et lumhi igne cejisentur H | 17 καὶ mit Blass nach Ζ. 14 u. H: ei | 21 τοῦτο] + nunc H | 22 καὶ2 — αὐτὸς] | H | αὐτὸς] ἄνος Koetschau οὕτως Lietzmann | 22/23 ἐν —ἢλεκτρον] Εχ quo unusquisque nostrum juxta exordium natiuitatis suae ad ignem refertur H | 24 — 26 δυνατὸν — ἀνωτέρω] < H | 26 ἀνωτέρωι S.)

84
θεοῦ τὸ ὑψηλότερον. 6. κολλᾷ οὖν περὶ τὴν ὀσφὺν αὐτοῦ τὸ περίζωμα τὸ λινοῦν. ἵνα τί; ἕνα δηλωθῇ ὅτι ὁ λαὸς οἱονεὶ σκέπη ἐστὶ τοῦ θεοῦ· πρὸς γὰρ τοὺς βουλομένους κατηγορεῖν τοῦ θεοῦ ἵσταται ὁ λαὸς καὶ ὡσπερεὶ ὑπερασπίζει αὐτοῦ καὶ οὐκ ἐᾷ τι ἄτοπον λέγεσθαι έν τοῖς περὶ τοῦ θεοῦ. ἐπὰν δὲ ἁμαρτήσωμεν, τὸ περίζωμα τοῦτο ὡς ἀποτίθεται ὁ προφήτης καὶ καταδικάζει αὐτὸ εἰς τὸν Εὐφράτην ποταμόν, ἵνα ἔκεῖ διαφθαρῇ, οὕτως ὁ ἀμαρτάνων ἀποβάλλεται ἀπὸ τῆς ὀσφύος τοῦ θεοῦ καὶ ἐκβληθεὶς ἐκβάλλεται εἰς τὸν Εὐφράτην ποταμόν, τὸν τῆς Μεσοποταμίας ποταμόν, ὅπου οἱ Ἀσσύριοι ἐχθροὶ τῷ Ἰσραήλ, ὅπου οἱ Βαβυλώνιοι, καὶ ἐκεῖ διαφθείρεται. ὄντων γὰρ τοσούτων ποταμῶν πέμπεται ὁ προφήτης ἀπὸ τῆς Ἰουδαίας εἰς τὸν Εὐφράτην ποταμὸν πραγματεύσασθαι καὶ ἀπαγαγεῖν περιζωμάτιον λινοῦν.

Διὰ τί δὲ καὶ »λινοῦν«; ὅτι τὴν γένεσιν ἔχει ἀπὸ γῆς· φυτὸν γάρ ἐστιν ἀνατέλλον ἀπὸ γῆς, εἶτα μετὰ τὸ γεωργηθῆναι ξαινόμενον καὶ πλυνόμενον καὶ σμηχόμενον καὶ πολλῇ πολλῇ γινόμενον, ἵνα γένηται τοιοῦτον ὥστε γενέσθαι περίζωμα ἢ ὁτιδήποτε. καὶ ἡμεῖς οὐν πάντες τὴν γένεσιν ἔχομεν ὡς τὸ περίζωμα τοῦ θεοῦ, καὶ ἔχοντες τὴν γενεσιν ἀπὸ γῆς, πολλῆς κατασκευῆς χρᾐζομεν, ἴνα ξανθῶμεν, ἵνα πλυνθῶμεν, ἵνα τὸ χρῶμα τῆς γῆς ἀποβάλωμεν· ἄλλο γὰρ τὸ 255r τῆς γενέσεως τοῦ λινοῦ χρῶμα, ἄλλο τὸ ἀπὸ τῆς ἐργα\σίας. τὸ μὲν γὰρ τῆς γενέσεως τοῦ λινοῦ χρῶμα μελανώτερόν έστιν, ἀπὸ δὲ τῆς ἐργασίας γίνεται λαμπρότατον. τοιοῦτον τοιοῦτον οὑν τι καὶ ἐπὶ ἡμᾶς τοὺς ἐν γενέσει φθάνει. μέλανές ἐσμεν κατὰ τὴν ἐν τῷ πιστεύειν ἀρχήν, διὸ ἐν ἀρχῇ τοῦ Ἄισματος τῶν ᾀσμάτων. λέγεται· »μέλαινά εἰμι καὶ καλή«. καὶ Αἰθίοψιν ἡμεῖς κατ' ἀρχὰς τὴν ψυχὴν ἐοίκαμεν. εἶτα ἀποσμηχόμεθα, ἵνα λαμπρότεροι γενώμεθα κατὰ τὸ »τίς αὕτη ἡ [*](2ff. Vgl. Hier. Comm. 931: Omnis quoque vir sanctus lumbare Dei est, qui assumptus de terra et de terrae lino [so Vict.], Dei consortio copulatur et quodammodo quae in Ecclesia ejus videntur obscena, majori diligentia operit, atque circumdat, ne gentilium et haereticorum morsibus pateant. — 14 ff. Vgl. in Lev. Hom. 4, 6 (Lo 9, 227): origo lini ita e terra ducitur, et de terra editur, ut ex nulla admixtione concepta sit. — 25 Hohel. 1, 5. — 27 Hobel. 8, 5.) [*](4 ὁ λαὸς] < H | 6 ὡς ἀποτίθεται Koetschau ἀποτίθεται ὡς S | 9 Ἀσσύριοι] + habitant | 10 ὄντων] Cur etc. H | 12/13 πραγματεύσασθαι — λινοῦν] nisi ut saeramentuni juxta uim nominis doceat intellcctiim H | 14 ὅτι] linum H | 14/15 φυτὸν — εἶτα] nam cum semen ejus in humum fuerit abjectum, primum, in gramme pulhdat, deinde ut infinita pr-acteream H | 16 σμηχόμενον] teritur, tumUtur Η γινόμενον] excutitur H | 19 γῆς nach Η: terra τῆς S | 22 μελανότερον S 24 κατà — ἀρχήν] quando regeneramur, quando crdimus H | 27 γενώμεθα] + ut nitorem qui nobis iusitus ex natura non fuerat, diligentia consequamur H.)

85
ἀναβαίνουσα λελυκανθισμένη«; καὶ γινόμεθα »λινοῦν λαμπρὸν καὶ καθαρόν« εἶτα καὶ πλεκόμεθα ἐπὶ τὸ περίζωμα τοῦ θεοῦ, ὅταν ἄξιοι ὠμεν κολλᾶσθαι τῷ θεῷ. οὐκ ἀποτίθεται ἡμᾶς ὁ θεός. ἀπέθετο τὸν πρῶτον λαόν, »πάντα τὸν οἶκον Ἰούδα« καὶ »τὸν οἶκον Ἰσραήλ«. ἐγένετο εἰς τὸ μὴ χρησθῆναι ἔτι οὐκέτι γὰρ αὐτοὺς περιζώννυται. ἡμᾶς ἀντὶ ἐκείνων περιεζώσατο ὁ θεός· οὐ γὰρ ἀποβαλὼν τὸ περίζωμα ἔμεινε γυμνός, ἀλλὰ ἄλλο περίζωμα ἑαυτῷ ὕφανεν. τοῦτο τὸ περίζωμα ἡ ἐκκλησία ἐστὶν ἡ ἀπὸ τῶν ἐθνῶν· ἥτις ἵστω ὅτι >εἰ τῶν προτέρων οὐκ ἐφείσατο ὁ θεός, πόσῳ πλέον οὐδὲ αὐτῆς ἁμαρτανούσης φείσεται<, ἐὰν μὴ ᾖ ἀξία τῆς ὀσφύος τοῦ θεοῦ· »ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν« έν Χριστῷ Ἰησοῦ, ᾠ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.