In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Τίς ἔστιν ὁ λέγων· »δι᾿ ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ«; ὁ Χριστὸς ταῦτά φησιν, οὑ πρὸ τῆς ἀπιδημίας πολλὰ μὲν γεγένηται ἁμαρτήματα τῷ λαῷ, ἀλλ᾿ οὐ τοιαῦτα ὥστε αὐτοὺς πάντῃ ἐγκαταλεφθῆναι καὶ εἰς αἰχμαλωσίαν πολυχρόνιον παραδοθῆναι. ὅτε δὲ ἐπλήρωσαν »τὸ μέτρον τῶν πατέρων« αὐτῶν καὶ προσέθηκαν τῷ ἀνῃρηκέναι τοὺς προφήτας καὶ δεδιωχέναι τοὺς δικαίους τὸ ἀποκτεῖ- Mitte ναι »τὸν Χριστὸν τοῦ θεοῦ«, τότε γεγένηται τὸ »ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν«. καὶ δέ αὐτὸν ταῦτα πεπόνθασιν, καὶ »ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ«.

εἰ δὲ καὶ ὑψηλότερον ἀκοῦσαι βούλει τοῦ »δι᾿ ἐμὲ ἠφανίσθη ἀφανισμῷ πᾶσα ἡ γῆ«, ἴδε τὴν τὴν ἐν σοὶ γῆν τίνα τρόπον ἠφανίσθη ἐλθόντος τοῦ Ἰησοῦ· ἠφανίσθη γὰρ >νεκρωθέντων τῶν μελῶν τῶν ἐπὶ τῆς < καὶ οὐκέτι ἡ τῆ ἐργάζεται τὰ ἑαυτῆς, οὐκέτι γίνεται παρὰ τῷ δικαίῳ τὰ ἔργα τῆς σαρκὸς οἷς ἔθαλλεν ἡ σάρξ, οὐκέτι πορνεία, οὐκέτι ἀκαθαρσία, οὐκ ἀσέλγεια, οὐκ εἰδωλολατρία, οὐ φαρμακεία καὶ τὰ λοιπά. καὶ ὁ σωτὴρ δὲ λέγει· »τί νομίζετε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς· οὐκ ἦλθον βαλεῖν βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν«. ἀληθῶς γὰρ πρὶν μὲν ἐλθῃ, μάχαιρα οὐκ ἦν ἐπὶ τῆς γῆς οὐδὲ >ἡ σὰρξ ἐπεθύμει κατὰ τοῦ πνεύματος οὐδὲ τὸ πνεῦμα κατὰ τῆς σαρκός<· ὅτε δὲ ἦλθεν καὶ δεδιδάγμεθα τίνα μέν ἐστιν τῆς σαρκὸς τίνα δὲ τοῦ πνεύματος, ἡ διδασκαλία ὥσπερ μάχαιρα γεγενημένη ἔν [*](4ff. Vgl. Olymp. (Gh II, 137): ἐκ μὲν τοῦ προσώπου τοῦ Κυρίου λεγόμενον δηλοῖ, ὅτι διὰ τὴν εἰς αὐτὸν σφαγὴν ἠφανίσθη τῶν ἰουδαίων ἡ χώρα, ἐκ δὲ τοῦ κοινοῦ τῆς ἀνθρωπότητος λεγόμενον σημαίνει, ὅτι διὰ τὸν ἄνθρωπον τὸν ἐκδεδωκότα ἑαυτὸν πάσῃ διδασκαλίᾳ ἠφανίσθη ἡ γῆ. — 8 Vgl. Matth. 23, 32. — 9 Vgl. Matth. 5, 12? — 10 Vgl. Luk. 9, 20. — Matth. 23, 38. — 14 Vgl. Kol. 3, 4. — 16ff. Vgl. Gal. 5, 19. 20. — 18 Matth. 10, 34. — 21 Vgl. Gal. 5, 17. — 23 Vgl. Hebr. 4, 12.) [*](2 καὶ εἰς τὸ περίζωμα] usque ad eum locum in quo ait: Ucee computruerat, quod nullo esset usui Η (et in istud: Cinctorium Vall.) | 3 Homilia VII Η | 8 τῷ Ru ad (occisionem) Η τὸ S | 9 τὸ — S.80, 16 ἐὰν] Vgl. zu S. 78, 5 | 11 ὑμῶν] + deserta Η | 12—15 Hierzu Fragm. 38 in C: Εἴποις — ἑαυτῆς | 14 ἐλ- θόντος — γὰρ] et tunc videbis, post adventum Jesu Christi impleta esse quae dicta sunt Η | τῶν μελῶν] membris nostris Η ἡμῶν τῶν μελῶν C, vielleicht besser | 16 τὰ ἔργα τῆς σαρκὸς] < Η | 18 — S. 80, 5 Hierzu Fragm. 39 in C: ὁ — αἰώνιον | 19. 20 ἐπὶ τῆς γῆς] super terram Η.)

80
γῇ διεῖλεν τὴν σάρκα καὶ τὴν τῆν ἀπὸ τοῦ πνεύματος· καὶ »ἠφανίσθη« μὲν »ἡ γῆ«, ὅτε τὴν νέκρωσιν Ἰησοῦ ἐν τῷ σώματι περιφέρομεν, καὶ οὐκέτι ζῶμεν κατὰ σάρκα ζῇ δὲ τὸ πνεῦμα, καὶ σπείρομεν οὐδὲν εἰς τὴν σάρκα ἀλλὰ πάντα εἰς τὸ πνεῦμα, ἴνα μὴ θερίσωμεν φθορὰν ἐκ τῆς σαρκὸς ἀλλ᾿ ἀπὸ τοῦ πνεύματος ζωὴν αἰώνιον.

Λέγεται δὲ τοῖς ἡμαρτηκόσιν· »σπείρετε πυροὺς καὶ ἀκάνθας θερίζετε«· κἂν γὰρ έν] τοῖς λογίοις τοῦ θεοῦ ὁμιλῶσιν, οἱ μὴ καλώς αὐτοῖς ὁμιλοῦντες μηδὲ ὃν δεῖ τρόπον βιοῦντες μηδὲ πιστεύοντες σπείρουσιν πυροὺς καὶ θερίζουσιν ἀκάνθας. μάλιστα δὲ ἔστιν ταῦτα νοῆσαι ἐπὶ τῶν ἑτεροδόξων ἑντυγχανόντων ταῖς γραφαῖς καὶ ἀκάνθας οὐκ ἀπὸ τῶν γραφῶν, ἀλλ’ ἀπὸ τῶν ἰδίων ἐπινοιῶν θεριζόντων. »οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς«. ταῦτα καὶ ἄλλοι διηγήσαντο. καὶ ἐπειδὴ οὐκ ἀποδοκιμάζομεν αὐτῶν τὴν διήγησιν. εὐγνωμόνως φέρομεν αὐτὴν εἰς μέσον, οὐχ ὡς αὐτοὶ εὑρόντες ἀλλ ὡς μεμαθηκότες καλὸν μάθημα. οὗτος ὁ λόγος ὠφελήσει καὶ ὑμᾶς καὶ ἡμᾶς, ἐὰν Ι προσέχωμεν τῷ γεγραμμένῳ, οἳ δοκοῦμεν εἶναι ἀπὸ κλήρου τινὲς προκαθεζόμενοι ὑμῶν, ὥστε τινὰς θέλειν ἥκειν ἐπὶ τὸν κλῆρον τοῦτον. ἴστε δὲ ὅτι οὐ πάντως ὁ κλῆρος σῴζει· πολλοὶ γὰρ καὶ πρεσβύτεροι ἀπολοῦνται, πολλοὶ καὶ λαϊκοὶ μακάριοι ἀποδειχθήσονται. ἐπεὶ οὖν τινές εἰσιν ἐν κλήρῳ οὐχ οὕτως βιοῦντες ὥστε ὠφεληθῆναι καὶ κοσμῆσαι τὸν κλῆρον, διὰ τοῦτο, φασὶν οἱ διηγησά- [*](2 Vgl. II Kor. 4, 10. — 3 Vgl. Rom. 8, 13. — 4 ff. Vgl. Gal. 6, 8. — 6 ff. Vgl. Olymp. (Gh II, 144): σπείρουσι δὲ πυροὺς καὶ θερίζουσιν ἀκάνθας οἱ τοῖς μὲν λόγοις ὁμιλοῦντες θεοῦ, μὴ ζῶντες δὲ κατ' αὐτά, ἢ πιστεύοντες ὡς παῖδες αἱρετικῶν. — 12 ff. Vgl. Chrys. (Gh II, 144): τινὲς μὲν καὶ εἰς τούτους φασὶ, τοὺς κλήρους εἰρῆσθαι τοῦτο Λ·αὶ πείθομαι. τί γὰρ ἡμᾶς ὠφελοῦσιν, εἰπέ μοι, τοὺς ἀναξίως βαδίζοντας; οὐχὶ δὲ καὶ κρίμα πλέον ἔσται. — 15 ff. Vgl. Hier. Comm. 929 Dicitur autem hoc et Ecclesiasticis, qui verba Domini et doctrinam ejus mala conversatione disperdunt. De quibus infertur: Cleri eorum non proderunt eis. Quid enim eos juvare poterit episcopi nomen et presbyteri, vel reliquus ordo Ecclesiasticus, cum magis graventur dignitatibus suis, et potentes potenter tormenta patiantur; et quando [1. quanto] eis plus creditum fuerit, tanto plus requiratur ab eis. — 15 VgL Hebr. 4, 2.) [*](1 καὶ 1] id esi H | 2 ὅτε] quin H ὅτι Hu ] Ἰησοῦ] Jesu Christi H Χριστοῦ C Ι 6 — 11 Hierzu Fragm. 40 in C: Σπείρουσι — αἱρετικῶν Ι 6 σπείρετε Hu seminatis Η σπείρατε S | 7 ἐν] < C Ι λογίοις wie S. 71, 5. 6 λόγοις C Olymp, (vgl. auchH) ἁγίοις S Ι 7/8 κἂν — πισεύοντες] Qui enim neque Juxta uoluntatem Scripturarum; neque jusxta fidei veritatem proferunt unt eloquia Dei H | 9/10 ταῦτα νοῆσαι vgl. Η: Hoc faeiunt haeretici κατανοῆσαι S | 13 οὐκ Hu non Η τοῦτ' S | 14 εὐγνωμόνως] consentiens Η 16 — 18 ἵ — τοῦτον] mit d. Vorhergehenden verbunden in d. Ausgg., nicht so bei Η | 16— S. 81, 11 Hierzu Fragm. 41 in C: Λέγοις — εὑρεθῇ | 17 τινὲς Hu aliquid R τινὸς S 18 δὲ] < Η | 19 ἀποδειχθήσονται] + sed si ordincm clericatus et mercamur parifer, et habeamus H, vielleicht einzusetzen | 21 ὠφεληθῆναι] (Hu) (Hu) ex ordine H ὀφεληθῆναι S.)

81
μενοι, γέγραπται. »οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς‘· τὸ γὰρ ὠφελοῦν οὐκ αὐτὸ τὸ καθέζεσθαι ἐν πρεσβυτερίῳ ἐστίν, ἀλλὰ τὸ βιοῦν ἀξίως τοῦ τόπου, ὡς ἀπαιτεῖ ὁ λόγος. ἀπαιτεῖ καὶ ὑμᾶς βιοῦν ὁ λόγος καλῶς καὶ ἡμᾶς. ἀλλ’ εἰ δεῖ οὕτως εἰπεῖν, »δυνατοὶ δυνατῶς ἐτασθήσοντα«, πλεῖον ἐγὼ ἀπαιτοῦμαι παρὰ τὸν διάκονον, πλεῖον ὁ διάκονος παρὰ τὸν λαϊκόν, ὁ δὲ τὴν πάντων ἡμῶν ἐγκεχειρισμένος μένος ἀρχὴν αὑτὴν τὴν ἐκκλησιαστικὴν ἔτι πλεῖον ἀπαιτεῖται. διὰ τοῦτο ὁ πεπιστευμένος τὰ μεγάλα ὁ ἀπόστολος, ἀκούετε, φησίν· »οὕτως ἡμᾶς λογιζέσθω ἄνθρωπος ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων θεοῦ. ὡδε λοιπὸν ζητεῖτε ἐν τοῖς οἰκονόμοις ἵνα πιστός τις εὑρεθῇ«. καὶ οὕτως σπάνιόν ἐστιν εὑρεθῆναι οἰκονόμον πιστὸν καὶ καλόν. Ἰησοῦς »ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν« λέγει· »τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὅν καταστήσει ὁ κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον τοῖς δούλοις αὐτοῦ«; εἶτα μέμφεταί τινας οἰκονόμους καὶ λέγει. »ἐὰν δὲ ἄρξηται ὁ κακὸς δοῦλος λέγειν. χρονίζει μου ὁ κύριος ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι· ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾐ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾐ οὐ γινώσκει καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει«. ταῦτα μὲν εἰς τὸ »οἱ κλῆροι αὐτῶν οὐκ ὠφελήσουσιν αὐτούς«.

Ἴδωμεν δὲ καὶ ἐξῆς ἐπίπληξιν ἀναγκαίαν, ἣν καλὸν εἰς τὸν ἠθικὸν τόπον ἀναλαβεῖν, λέγουσαν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναντίον κυρίου«. ἔστιν τινά, ἐν οἷς καυχώμεθα διὰ τὴν ἄνοιαν οὐκ οὖσιν καυχήσεως ἀξίοις. οἷον ἐὰν καυχήσηταί τις ὅτι πλούσιός ἐστιν καὶ πολλὰ κέκτηται, λέγοιτ' ἂν πρὸς αὐτόν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν‘. ἐὰν καυχήσηταί τις ἐπὶ εὐγενείᾳ ταύτῃ τῇ ἐκτός, λεχθήσεται πρὸς αὐτόν· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν.« ἐὰν καυχήσηταί τις ἐπὶ πολυτελείᾳ ἱματίων, ἐπὶ οἰκοδομῇ οἰκίας πλουσίως κατεσκευασμένης, ἀλλοτρία ἐστὶν ἡ καύχησις καυχήσεως ἁγίων· διὸ λεχθήσεται πρὸς τὸν τοιοῦτον· »αἰσχύνθητε ἀπὸ καυχήσεως [*](4 Vgl. Weish. Sal. 6, 6. — 8 Ι Kor. 4, 1. 2. — 12 Vgl. Sus. 35a (LXX) 42 Θ΄). — 13 Luk. 12, 42 Par. — 15 Luk. 12, 45. 46 Par. 1/2 ὠφελήσουσιν u. ὡφελοῦν Hu ὁφελήσουσιν u. ὀφελοῦν S | 2 καθέζεσθαι Lo καθέσABBREVζεσθαι S καθέσεσθαι Co | πρεβüτερείω S | λόγος] + Verum, carissimi, nolite putare hoc iantimi de nobis esse dictum H | 7 ἀρχὴν] arcem Η TU NF I, 3 22 Α 6 Ι ἔτι πλεῖον] ἐπὶ πλεῖον S pro omni Ecclesia (reddet rationem) H | 8 ἀκούετε] Paulus H | 10 ζητεῖτε] quaeritur H | 13 ἄρα S* ἆρα Scorr. | 15 δούλοις] consercis Η | 17 συνδούλους] servos H | 21 ὠφελήσουσιν Hu ὁφελήσονσιν S | 22 — S. 82, 12 Hierzu Fr agm. 42 in C: Καύχησιν — Χριστοῦ | 24 τινὰ] multa 25 ὑκ — ἀξίοις] <H | 26 λέγοιτ' ἂν Hu dicitur Η λέγει τ' ἂν S.)

82
ὑμῶν.‘ ἄκουε τοῦ λόγου τοῦ προφήτου Ἱερεμίου κελεύοντος ἡμᾶς μὴ καυχᾶσθαι μηδὲ ἐπὶ σοφίᾳ· μὴ καυχάσθω« γάρ φησιν »ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μηδὲ ὁ πλούσιος έν τῷ πλούτῳ αὐτοῦ, ἀλλὰ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιεῖν καὶ γινώσκειν ὅτι ἐγώ εἰμι κύριος.« θέλεις καυχᾶσθαι καὶ καυχώμενος μὴ ἀκοῦσαι· »αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν«, καύχησαι ὡς ὁ ἀπόστολος Ι καὶ εἰπέ· »ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ.« θέλεις καυχᾶσθαι, ἴνα μὴ λεχθῇ· αἰσχύνθητε ἀπὸ καυχήσεως ὑμῶν«, ἄκουε Παύλου καυχωμένου καὶ μάνθανε ὅταν λέγῃ· »ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ' ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ«. ἄκουε οἷα καυχᾶται καυχήματα· »ἐν κόποις περισσοτέρως‘« (τίς δύναται ἡμῶν τοῦτο »ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. ὑπ·ὸ πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα«. μανθάνομεν οὐν καὶ καυχήσεων εἶναι διαφοράς. ὡς τινὰς μὲν καυχήσεις εἶναι αἰσχύνης ἀξίας, ἐφ' οἶς λέγοιτ ἂν ἐκεῖνο τὸ ἀποστολικόν· »καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν«· ἐφ οἷς ἔδει. αὐτοὺς αἰσχύνεσθαι, ἐπὶ τούτοις οἴονται δοξάζεσθαι.