In Jeremiam (Homiliae 1-11)

Origen

Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

πῶς λέγει· »πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡλιακά δε«; ὁ θεὸς ἐαυτῷ ἁγιάζει τινάς. τοῦτον οὐ περιέμεινεν, ἵνα ἐλθόντα εἰς γένεσιν ἁγιάσῃ, ἀλλὰ πρὶν ἐξελθεῖν ἐκ μήτρας ἤδη ἡγίασεν. ἐὰν ἐπὶ τὸν σωτῆρα ἀναφέρῃς, οὐ χαλεπὸν εἰπεῖν, ὅτι πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται. ἐπὶ τὸν σωτῆρα ἐὰν ἀναφέρῃς, οὐ ·μόνον πρὶν ἐξελθεῖν ἡγίασται, ἀλλὰ καὶ ἔτι πρότερον ἡγίασται. οὑτος δὲ ὁ Ἱερεμίας πρὶν ἐξελθεῖν ἐκ μήτρας ἡγίασται.

»προφήτην εἰς ἔθνη τέθεικά σε«. ἐπὶ τοῦ Ἱερεμίου ἐὰν ἀναζητήσῃς τὸ »προφήτην εἰς ἔθνη τέθεικά σε«, τήρησον ἐν τοῖς ἑξῆς, ὅτι κελεύεται προφητεῦσαι »ἐπὶ πάντα τὰ ἔθνη«, καὶ ἔστι προγραφή· »Ἃ προεφήτευσεν Ἱερεμίας ἐπὶ πάντα τὰ ἔθνη« τῇ »Αἰλὰμ«, »τῇ Δαμασκῷ«, »τῇ Μωάβ«. καὶ ἔχομεν, ὅτι »προεφήτευσεν ἐπὶ πάντα τά ἔθνη«, ὡς πρὸς τὸ ῥητὸν ὅτι »προφήτην εἰς ἔθνη τέθεικά σε« πρὸς ἐκεῖνον. ἐὰν δὲ πρὸς ἀναγωγήν , ἐὰν μὲν ἐπὶ τοῦ Ἱερεμίου, προειρήκαμεν, ἐὰν δὲ ἐπὶ τοῦ σωτῆρος, τί δεῖ καὶ λέγειν; οὑτος ἀληθῶς ἐπὶ πάντα τὰ ἔθνη προεφήτευσεν· ἔστι γὰρ ὥσπερ ἄλλα μυρία οὕτως καὶ προφήτης. ὥς ἐστιν ἀρχιερεύς, ὥς ἐστι σωτήρ, ὥς έστιν ἰατρός, οὕτως καὶ προφήτης. Μωσῆς γοῦν προφητεύων περὶ αὐτοῦ οὐχὶ προφήτην μόνον, ἀλλὰ καὶ ἐξαιρέτως εἶπεν εἰπών· »προξήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος ό θεὸς ὡς ἐμέ, αὐτοῦ καὶ ἔσται, ὃς ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ«. οὑτος οὖν έστιν ὁ καὶ προφήτης »εἰς ἔθνη« τεθειμένος καὶ ἔλαβε χάριν ἀπὸ θεοῦ ἐκχυθεῖσαν ἐν τοῖς χείλεσιν αὐτοῦ, ἴνα μὴ μόνον, ὅτε παρῆν τῷ οώματι, ἀλλὰ καὶ νῦν, ὅτε πάρεστι δυνάμει καὶ τῷ πνεύματι, προφητεύῃ »ἐπὶ πάντα τὰ ἔθνη«, ὥστε ἀπὸ πάντων τῶν Μνῶν ἀνύειν αὐτοῦ τὴν προφητείαν καὶ ἕλκειν ἀνθρώπους ἐπὶ σωτηρίαν.

»Καὶ εἶπα· ὁ ὤν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν ὅτι νεώτερος ἐηώ εἰμι. καὶ εἶπε κύριος πρός με· μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πολλάκις εἴπομεν, ὅτι ἔστι κατὰ τὸν ἔσω ἄνθρωπον εἶναι παιδίον, κἂν ἐν γεροντικῇ τις ᾖ ἡλικίᾳ σώματος· ἔστι δέ ποτε κατὰ τὸν ἔξω [*](5 Vgl. Hier. Comm. 837. — 10 Vgl. Jerem. 25, 14. — 11—13 Jerem. 25, 14 30, 12. 31, 1. — 15 Vgl. Jerem. 25, 14. — 19 Deut. 18, 15. 19. 20 vgl. Act. 3, 22. 23. — 23 Vgl. Psal. 44, 3. — 25 Vgl. Jerera. 25, 14. — 31 Vgl. in Psal. 37 Hom. 4, 3 (Lo 12, 212 f.): videamus, ne forte sint aliquae aetates interioris hominis nostri . . . . Unde et interdum ad vires jam matura aetate dicitur, quia pueri sunt, et aliis, quia senes, et aliis, quia juvenes etc., u. ö.) [*](10 ὅτι] cum Η (= ὅτε) | τοῦ Ἱερεμίου] vgl. Ζ. 8 de Jeremia Η τὸν ιερεμίαν S Ι 20 ὑμῶν nach Η: vestris | 25 προφητεύῃ Ru προφητεύει S | 30 οὓς ἐὰν Lo quoscumque Η.)

11
ἄνθρωπον εἶναι παιδίον, κατὰ δὲ τὸν ἔσω ἄνδρα. τοιοῦτος ἦν ὁ Ἱερεμίας, ἤδη ἔχων τὴν χάριν ἀπὸ θεοῦ ἔτι ὢν ἐν τῇ τοῦ παιδίου ἡλικίᾳ κατὰ τὸ σῶμα. διό φησιν αὐτῷ ὁ κύριος· »μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι«. σημεῖον δὲ τοῦ μῆ εἶναι αὐτὸν νεώτερον, ἀλλ᾿ »ἄνδρα τέλειον«, τὸ »πρὸς πάντας οὃς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις. μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν«. οὖδεν ὁ τοῦ θεοῦ λόγος ὅτι οἱ πρεσβεύοντες τὸν λόγον κινδυνεύουσιν ἐν τοῖς ἀκούουσιν· ἐλεγχόμενοι γὰρ μισοῦσιν αὐτούς, ἐπιπλησσόμενοι διώκουσι. πᾶν ὁτιοῦν πάσχουσιν οἱ προφῆται· »οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι καὶ τῇ οἰκίᾳ αὐτοῦ«. οὗ καὶ πρώην ἐμνημονεύομεν. οἶδεν οὖν ὁ θεὸς πέμπων τὸν προφήτην, ὅσους κινδύνους ἀναδέξεται, καὶ λέγει αὐτῷ· »μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύ- ριος«. ἃ πέπονθεν Ἱερεμίας, ἀναγέγραπται· εἰς λάκκον βορβόρου βέβληται, ἔμεινεν ἐκεῖ >ἕνα ἄρτον ἐσθίων τῆς ἡμέρας< καὶ ὕδωρ μόνον πίνων, καὶ ἄλλα δὲ μυρία ἃ πέπονθεν ἡ προφητεία αὐτοῦ δεδήλωκεν. »τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν«; εἴρηται πρὸς τοὺς Ἰουδαίους. καὶ ἀναγκαῖόν ἐστι >τοὺς θέλοντας ζῆν εὐ- σεβῶς ἐν Χριστῷ Ἰησοῦ πάντως ὑπὸ δυνάμεων ἀντικειμένων δι᾿ ὧν εὑρίσκουσι σκεῦῶν διώκεσθαι<. διὰ τοῦτο μὴ ξενιζόμενοι οἱ διωκόμενοι πάντα πραττέτωσαν, μόνον εὐχόμενοι, ἵνα ἀδίκως διώκωνται καὶ μὴ δικαίως, μὴ δι᾿ ἀδικίαν, μὴ δι᾿ ἁμαρτίαν, μὴ διὰ πλεονεξίαν. ἐὰν δὲ διώκηταί ποτέ τις διὰ δικαιοσύνην, καὶ ἀκουέτω τοῦ »μακάριοί ἐστε ὅταν ὀνειδίζωσιν ὑμᾶς καὶ διώκωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν«.