De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Κατασκευαστέον δὲ ἀπὸ τῶν θείων γραφῶν τὰ εἰρημένα τοῦτον τὸν τρόπον. ἐπαίρειν δεῖ „ὁσίας χεῖρας“ τὸν εὐχόμενον διὰ τοῦ ἀφιέναι ἑκάστῳ τῶν εἰς αὐτὸν πεπλημμεληκότων, τὸ τῆς ὀργῆς

v.2.p.318
πάθος ἐξαφανίσαντα ἀπὸ τῆς ψυχῆς καὶ μηδενὶ θυμούμενον. πάλιν τε δεῖ ὑπὲρ τοῦ μὴ ἐπιθολοῦσθαι τὸν νοῦν ὑπὸ ἑτέρων λογισμῶν πάντων ἐπιλελῆσθαι τῶν ἔξω τῆς εὐχῆς κατὰ τὸν καιρὸν, ἐν ᾧ τις εὔχεται, (τοιοῦτον δὲ εἶναι πῶς οὐκ ἔστι μακαριώτατον;) ὡς διδάσκει Παῦλος ἐν τῇ προτέρᾳ πρὸς Τιμόθεον λέγων· „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν.“ ἀλλὰ πρὸς τούτοις τὴν γυναῖκα χρὴ ἔχειν μάλιστα εὐχομένην τὸ κατεσταλμένον καὶ τὸ κόσμιον ψυχῇ καὶ σώματι, πάντων μᾶλλον ἐξαιρέτων καὶ ὅτε εὔχεται αἰδουμένην τὸν θεὸν καὶ πᾶσαν ἀκόλαστον καὶ γυναικείαν ὑπόμνησιν ἐξορίσασαν ἀπὸ τοῦ ἡγεμονικοῦ καὶ κεκοσμημένην οὐκ „ἐν πλέγμασι καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ“ ἀλλ᾿ οἷς πρέπον ἐστὶ κεκοσμῆσθαι γυναῖκα θεοσέβειαν ἐπαγγελλομένην (θαυμάζω δὲ εἰ διστάξαι τις ἂν μακαρίαν ἐκ μόνης τῆς τοιαύτης καταστάσεως ἀποφήνασθαι τὴν εἰς τὸ εὔχεσθαι τοιαύτην ἑαυτὴν παραστήσασαν). ὡς ἐδίδαξεν ἐν τῇ αὐτῇ ἐπιστολῇ ὁ Παῦλος λέγων· „γυναῖκας ὡσαύτως ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασι καὶ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ ἀλλὰ, ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν.“

καὶ ὁ προφήτης δὲ Δαυῒδ πολλὰ μὲν καὶ ἄλλα φησὶν ἔχειν εὐχόμενον τὸν ἅγιον· καὶ ταῦτα δὲ οὐκ ἀκαίρως παραθετέον. ἵνα φανερὰ ἡμῖν γένηται τὰ μέγιστα ὠφελοῦσα. κἂν μόνη νοηθῇ, ἡ σχέσις καὶ εἰς τὸ εὔχεσθαι παρασκευὴ τοῦ ἀνατεθεικότος ἑαυτὸν τῷ θεῷ· φησὶν οὖν· „πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ,“ καὶ „πρὸς σὲ ἦρα τὴν ψυχήν μου, ὁ θεός.“ ἐπαιρόμενοι γὰρ οἱ ὀφθαλμοὶ τοῦ διανοητικοῦ ἀπὸ τοῦ προσδιατρίβειν τοῖς γηΐνοις καὶ πληροῦσθαι φαντασίας τῆς ἀπὸ τῶν ὑλικωτέρων καὶ ἐπὶ τοσοῦτον ὑψούμενοι, ὥστε καὶ ὑπερκύπτειν τὰ γεννητὰ καὶ πρὸς μόνῳ τῷ ἐννοεῖν τὸν θεὸν κἀκείνῳ σεμνῶς καὶ πρεπόντως τῷ ἀκούοντι ὁμιλεῖν γίνεσθαι, πῶς οὐχὶ τὰ μέγιστα ἤδη ὤνησαν αὐτοὺς τοὺς ὀφθαλμοὺς. „ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου“

v.2.p.319
κατοπτριζομένους καὶ „τὴν αὐτὴν εἰκόνα“ μεταμορφουμένους „ἀπὸ δόξης εἰς δόξαν:“ ἀποῤῥοῆς γὰρ νοητοῦ τινος θειοτέρου μεταλαμβάνουσι τότε. ὅπερ δηλοῦται ἐκ τοῦ· „ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, κύριε.“ καὶ ἡ ψυχὴ δὲ ἐπαιρομένη καὶ τῷ πνεύματι ἑπομένη τοῦ τε σώματος χωριζομένη καὶ οὐ μόνον ἑπομένη τῷ πνεύματι ἀλλὰ καὶ ἐν αὐτῷ γινομένη, ὅπερ δηλοῦται ἐκ τοῦ· .,πρὸς σὲ ἦρα τὴν ψυχήν μου,“ πῶς οὐχὶ ἤδη ἀποτιθεμένη τὸ εἶναι ψυχὴ πνευματικὴ γίνεται;

εἰ δὲ μέγιστόν ἐστι κατόρθωμα ἀμνησικακία ὡς κατὰ τὸν προφήτην Ἱερεμίαν. πάντα ἀνακεφαλαιοῦσθαι τὸν νόμον ἐν αὐτῷ λέγοντα· „οὐ ταῦτα ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένων αὐτῶν ἐκ τῆς Αἰγύπτου, ἀλλὰ τοῦτο ἐνετειλάμην· ἕκαστος τῷ πλησίον ἐν τῇ καρδίᾳ μὴ μνησικακείτω.“ ἀπὸ μνησικακίας δὲ ἥκοντες ἐπὶ τὸ εὔχεσθαι τὴν τοῦ σωτῆρος φυλάσσομεν ἐντολὴν, λέγοντος· „ἐὰν στήκητε προσευχόμενοι. ἀφίετε εἴ τι ἔχετε κατά τινος,“ δῆλον ὅτι τοιοῦτοι ἱστάμενοι πρὸς τὸ εὔξασθαι τὰ κάλλιστα ἤδη κεκτήμεθα.