De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

εἰ δὴ τὸ ἐφ᾿ ἡμῖν σῴζεται, μυρίας ὅσας ἀπονεύσεις ἔχον πρὸς ἀρετὴν ἢ κακίαν καὶ πάλιν ἢ πρὸς τὸ καθῆκον ἢ πρὸς τὸ παρὰ τὸ καθῆκον, ἀναγκαίως τοῦτο μετὰ τῶν λοιπῶν, πρὶν γένηται, τῷ θεῷ ἔγνωσται „ἀπὸ κτίσεως“ καὶ „καταβολῆς κόσμου“, ὁποῖον ἔσται· καὶ ἐν πᾶσιν, οἷς προδιατάσσεται ὁ θεὸς ἀκολούθως οἷς ἑώρακε περὶ ἑκάστου ἔργου τῶν ἐφ᾿ ἡμῖν, προδιατέτακται κατ᾿ ἀξίαν ἑκάστῳ κινήματι τῶν ἐφ᾿ ἡμῖν τὸ καὶ ἀπὸ τῆς προνοίας αὐτῷ ἀπαντησόμενον ἔτι δὲ καὶ κατὰ τὸν εἱρμὸν τῶν ἐσομένων συμβησόμενον, οὐχὶ τῆς προγνώσεως τοῦ θεοῦ αἰτίας γινομένης τοῖς ἐσομένοις πᾶσι καὶ ἐκ τοῦ ἐφ᾿ ἡμῖν κατὰ τὴν ὁρμὴν ἡμῶν ἐνεργηθησομένοις. εἰ γὰρ καὶ καθ᾿ ὑπόθεσιν μὴ γινώσκοι ὁ θεὸς τὰ ἐσόμενα, οὐ παρὰ τοῦτο ἀπολοῦμεν τὸ τάδε τινὰ ἐνεργήσειν καὶ τάδε θελήσειν· πλέον δὲ ἀπὸ τῆς προγνώσεως γίνεται τὸ κατάταξιν λαμβάνειν εἰς τὴν τοῦ παντὸς διοίκησιν χρειώδη τῇ τοῦ κόσμου καταστάσει τὸ ἑκάστου ἐφ᾿ ἡμῖν.

εἰ τοίνυν τὸ ἑκάστου ἐφ᾿ ἡμῖν αὐτῷ ἔγνωσται, καὶ διὰ τοῦτο προεωραμένον αὐτῷ διατάττεσθαι ἀπὸ τῆς προνοίας τὸ κατ᾿ ἀξίαν παντί τῳ εὔλογον καὶ τὸ τί εὔξηται (καὶ) ποίαν διάθεσιν ἔχων ὁ δεῖνα οὕτως πιστεύων καὶ τί βουλόμενος αὐτῷ γενέσθαι προκατειλῆφθαι· οὗ προκαταληφθέντος, καὶ τοιοῦτόν τι ἀκολούθως ἐν τῇ διατάξει τετάξεται, ὅτι τοῦδε μὲν ἐπακούσομαι συνετῶς εὐξομένου δι᾿ αὐτὴν τὴν εὐχὴν, ἣν εὔξεται, τοῦδε δὲ οὐκ ἐπακούσομαι ἤτοι διὰ

v.2.p.314
τὸ ἀνάξιον αὐτὸν ἔσεσθαι τοῦ ἐπακουσθήσεσθαι ἢ διὰ τὸ ταῦτα αὐτὸν εὔξασθαι, ἃ μήτε τῷ εὐχομένῳ λυσιτελεῖ λαβεῖν μήτε ἐμοὶ πρέπον παρασχεῖν· καὶ κατὰ τήνδε μὲν τὴν εὐχὴν, φέρε εἰπεῖν, τοῦ δεῖνος οὐκ ἐπακούσομαι αὐτοῦ κατὰ τήνδε δὲ ἐπακούσομαι. (ἐὰν δέ τις ταράττηται διὰ τὸ μὴ οὐ ψεύσασθαι τὸν θεὸν τὰ μέλλοντα προεγνωκότα, ὡς τῶν πραγμάτων κατηναγκασμένων, λεκτέον πρὸς τὸν τοιοῦτον ὅτι αὐτὸ τοῦτο τῷ θεῷ ἔγνωσται ἀραρότως, τὸ μὴ ἀραρότως τόνδε τινὰ τὸν ἄνθρωπον καὶ βεβαίως βούλεσθαι τὰ κρείττονα ἢ οὕτω θελήσειν τὰ χείρονα, ὥστε ἀνεπίδεκτον αὐτὸν ἔσεσθαι μεταβολῆς τῆς ἐπὶ τὰ συμφέροντα.) καὶ πάλιν τάδε μέν τινα ποιήσω τῷδε εὐξομένῳ, ἐμοὶ γὰρ τοῦτο πρέπον ἐστὶν οὐ ψεκτῶς μοι εὐξομένῳ οὐδὲ ἀμελῶς περὶ τὴν εὐχὴν ἀναστραφησομένῳ· τῷδε δὲ ἐπὶ ποσὸν εὐξομένῳ „ὑπερεκπερισσοῦ ὧν“ αἰτεῖται ἢ νοεῖ δωρήσομαι τάδε τινὰ, ἐμοὶ γὰρ τόνδε πρέπει νικᾶν ἐν ταῖς εὐποιΐαις καὶ χορηγεῖν πλείονα ὧν αἰτῆσαι κεχώρηκε. καὶ τῷδε μέν τινι τοιῷδε ἐσομένῳ τόνδε τὸν ἄγγελον λειτουργὸν ἐπιπέμψω, ἀπὸ τοῦδε ἀρξόμενον τοῦ χρόνου συνεργεῖν αὐτοῦ τῇ σωτηρίᾳ καὶ μέχρι τοῦδε συνεσόμενον, τῷδε δὲ τόνδε, φέρε εἰπεῖν, τὸν τοῦδε τιμιώτερον, τῷ τοῦδε ἐσομένῳ κρείττονι. τοῦδε δέ τινος, μετὰ τὸ ἐπιδεδωκέναι ἑαυτὸν λόγοις τοῖς διαφέρουσιν ὑπεκλυθησομένου καὶ παλινδρομήσοντος ἐπὶ τὰ ὑλικώτερα, ἀποστήσω τόνδε τὸν κρείττονα συνεργόν· οὗ ἀποστάντος. κατ᾿ ἀξίαν αὐτοῦ χείρων τις ἥδε ἡ δύναμις. καιρὸν εὑρηκυῖα τοῦ ἐπιβαίνειν· τῇ ῥᾳθυμίᾳ, ἐπιστᾶσα ἐπὶ τάδε τινὰ τὰ ἁμαρτήματα αὐτὸν, ἕτοιμον ἑαυτὸν πρὸς τὸ ἁμαρτάνειν δεδωκότα. προκαλέσεται.