De oratione
Origen
Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
εἰ δὲ τοσούτοις ὀφείλομεν, πάντως καὶ ἡμῖν τινες ὀφείλουσιν· οἱ μὲν γὰρ ὀφείλουσιν ἡμῖν ὡς ἀνθρώποις οἱ δὲ ὡς πολίταις, ἄλλοι δὲ ὡς πατράσι καί τινες ὡς υἱοῖς, καὶ μετὰ τούτους ὡς ἀνδράσι γυναῖκες ἢ ὡς φίλοις φίλοι. ἐπὰν οὖν ἀπὸ τῶν πλείστων ἡμῖν ὀφειλετῶν ἀσθενέστερόν τινες περὶ τὴν ἀπόδοσιν τῶν πρὸς ἡμᾶς καθηκόντων ἀναστραφῶσι, φιλανθρωπότερον ποιήσομεν ἀμνησικάκως ἐνεχθέντες πρὸς αὐτοὺς καὶ ἰδίων μεμνημένοι ὀφειλῶν, ὅσας πολλάκις παραλελοίπαμεν οὐ μόνον πρὸς ἀνθρώπους ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν θεόν. μεμνημένοι γὰρ ὧν ὀφειλέται ὄντες οὐκ ἀποδεδώκαμεν ἀλλὰ ἀπεστερήσαμεν παραδραμόντος τοῦ χρόνου, ἐν ᾧ ἐχρῆν ἡμᾶς τάδε τινὰ πρὸς τὸν πλησίον πεποιηκέναι, πρᾳότεροι ἐσόμεθα
εἰ δὲ μὴ βουλόμεθα πρᾳότεροι γίνεσθαι πρὸς τοὺς ἡμῖν ὀφλήσαντας, πεισόμεθα τὰ τοῦ τὰ „ἑκατὸν δηνάρια“ τῷ ὁμοδούλῳ μὴ συγχωρήσαντος. ὅντινα προσυγχωρηθέντα κατὰ τὴν κειμένην ἐν τῷ εὐαγγελίῳ παραβολὴν ἐνειλήσας ἐκπράσσει ὁ δεσπότης τὰ προσυγκεχωρημένα, λέγων αὐτῷ· „πονηρὲ δοῦλε καὶ ὀκνηρὲ,“ „οὐκ ἔδει ἐλεῆσαί σε τὸν σύνδουλόν σου, ὡς κἀγώ σε ἠλέησα;“ βάλετε αὐτὸν „εἰς“ τὴν „φυλακὴν,“ „ἕως ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.“ ἐπιφέρει δὲ τούτοις ὁ κύριος· „οὕτως καὶ ὑμῖν ὁ πατὴρ ὁ οὐράνιος ποιήσει, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.“ λέγουσι μέντοι γε μετανοεῖν τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσιν ἀφετέον, κἂν πολλάκις τοῦτο ὁ ὀφειλέτης ἡμῶν ποιῇ· „ἐὰν“ γὰρ „ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ,“ φησὶν, „εἰς δὲ“ „ὁ ἀδελφός σου“ „καὶ ἑπτάκις ἐπιστρέψῃ λέγων· μετανοῶ, ἀφήσεις αὐτῷ.“ οὐχ ἡμεῖς δὲ χαλεποὶ πρὸς τοὺς μὴ μετανοοῦντας, ἀλλ᾿ ἑαυτοῖς οἱ τοιοῦτοί εἰσι πονηροί· „ὁ“ γὰρ „ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν“· πλὴν καὶ ἐπὶ τῶν τοιούτων τὴν θεραπείαν παντὶ τρόπῳ ζητητέον ἐγγενέσθαι τῷ τὰ πάντα διαστραφέντι, ὡς μηδὲ συναισθέσθαι τῶν ἰδίων κακῶν μεθύειν δὲ μέθην ὀλεθριωτέραν τῆς „ἀπὸ οἴνου,“ τὴν ἀπὸ τοῦ σκοτισμοῦ τῆς κακίας.
ὁ δὲ Λουκᾶς εἰπών· „ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν“ (ἐπεὶ τὰ ἁμαρτήματα ὀφειλόντων ἡμῶν καὶ μὴ ἀποδιδόντων συνίσταται)
ἔχουσι δὲ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ αἱ περὶ τῆς τῶν ἀποστόλων γινομένης ἀφέσεως φωναὶ οὕτως· „λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.“ εἰ δέ τις ἀβασανίστως ἐκλαμβάνει ταῦτα, ἐγκαλέσαι τις ἂν τοῖς ἀποστόλοις μὴ πᾶσιν ἀφιεῖσιν, ἵνα πᾶσιν ἀφεθῇ, ἀλλά „τινων“ „τὰς ἁμαρτίας“ κρατοῦσιν, ὡς δι᾿ αὐτοὺς καὶ παρὰ θεῷ κρατεῖσθαι αὐτάς. χρήσιμον δὲ παράδειγμα ἀπὸ τοῦ νόμου λαβεῖν πρὸς τὸ νοηθῆναι τὴν δι᾿ ἀνθρώπων ἄφεσιν ὑπὸ θεοῦ γινομένην ἀνθρώποις ἁμαρτημάτων. οἱ κατὰ νόμον ἱερεῖς κωλύονται περί τινων προσφέρειν ἁμαρτημάτων θυσίαν, ἵνα ἀφεθῇ τοῖς, περὶ ὧν αἱ θυσίαι, τὰ πλημμελήματα. καὶ οὐ δή που τὴν περί τινων ἐξουσίαν ὁ ἱερεὺς ἀκουσίων ἢ πλημμελημάτων ἀναφορὰν ἔχων ἤδη καὶ περὶ μοιχείας ἢ ἑκουσίου φόνου ἤ τινος ἄλλου χαλεπωτέρου
οὐκ οἶδ᾿ ὅπως ἑαυτοῖς τινες ἐπιτρέψαντες τὰ ὑπὲρ τὴν ἱερατικὴν ἀξίαν. τάχα μηδὲ ἀκριβοῦντες τὴν ἱερατικὴν ἐπιστήμην, αὐχοῦσιν ὡς δυνάμενοι καὶ εἰδωλολατρείας συγχωρεῖν μοιχείας τε καὶ πορνείας ἀφιέναι, ὡς διὰ τῆς εὐχῆς αὐτῶν περὶ τῶν ταῦτα τετολμηκότων λυομένης καὶ τῆς „πρὸς θάνατον“ ἁμαρτίας· οὐ γὰρ ἀναγινώσκουσι τὸ „ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα τις ἐρωτήσῃ.“ οὐκ ἀποσιωπητέον καὶ τὸν ἀνδρειότατον Ἰὼβ περὶ τῶν υἱῶν ἀναφέροντα θυσίαν, λέγοντα· „μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν“· περὶ γὰρ δισταζομένων εἰ ἡμάρτηται, καὶ ταῦτα οὐδὲ μέχρι τῶν χειλέων ἐφθακότων, ἀναφέρει τὴν θυσίαν.
„Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ“· τὸ δὲ „ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ“ παρὰ τῷ Λουκᾷ σεσιώπηται. εἰ μὴ ἀδύνατα προστάττει ὁ σωτὴρ ἡμᾶς εὔχεσθαι, ζητήσεώς μοι ἄξιον φαίνεται, πῶς κελευόμεθα, παντὸς τοῦ ἐπὶ γῆς ἀνθρώπων βίου πειρατηρίου ὄντος.
ὅτι δὲ „πειρατήριον“ πᾶς „ὁ“ „ἐπὶ γῆς“ ἀνθρώπινος „βίος,“ ἀπὸ τοῦ Ἰὼβ μεμαθήκαμεν διὰ τούτων· „πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος τῶν ἀνθρώπων ἐπὶ γῆς;“ καὶ ἀπὸ τοῦ ἑπτακαιδεκάτου ψαλμοῦ τὸ αὐτὸ δηλοῦται ἐν τῷ· „ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου.“ ἀλλὰ καὶ ὁ Παῦλος Κορινθίοις γράφων οὐχὶ τὸ μὴ πειράζεσθαι ἀλλὰ τὸ μὴ παρὰ δύναμιν πειράζεσθαί φησι χαρίζεσθαι τὸν θεὸν, λέγων· „πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεὸς, (ὃς) οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.“ εἴτε γὰρ „ἡ πάλη“ „ἐστὶ“ „πρὸς“ τὴν ἐπιθυμοῦσαν ἢ στρατευομένην „κατὰ τοῦ πνεύματος“ „σάρκα“ ἢ πρὸς τὴν ψυχὴν „πάσης σαρκὸς“ (ἥτις ἐστὶν ὁμωνύμως ᾧ ἐγκατοικεῖ σώματι τὸ ἡγεμονικὸν, ὃ καλεῖται καρδία), ὁποία ἐστὶν „ἡ πάλη“ τοῖς τοὺς ἀνθρωπίνους πειραζομένοις πειρασμοὺς, εἴτε ὡς διαβεβηκόσι καὶ τελεωτέροις ἀθληταῖς, οὐκέτι „πρὸς αἷμα καὶ σάρκα“ παλαίουσιν οὐδὲ ἐν τοῖς ἀνθρωπίνοις πειρασμοῖς ἐξεταζομένοις, οὓς καταπεπατήκασιν ἤδη, „πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας“ ἐστὶν ἡμῖν τὰ ἀγωνίσματα, τοῦ πειράζεσθαι οὐκ ἀπηλλάγμεθα.