De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

„Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν,“ ἢ ὡς Λουκᾶς· „καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφήκαμεν παντὶ ὀφείλοντι ἡμῖν.“ περὶ τῶν ὀφειλημάτων καὶ ὁ ἀπόστολος λέγει· „ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς. τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὴν τιμὴν τὴν τιμήν· μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν.“ ὀφείλομεν τοιγαροῦν ἔχοντές τινα καθήκοντα οὐ μόνον ἐν τῇ δόσει ἀλλὰ καὶ

v.2.p.376
λόγῳ προσηνεῖ καὶ τοῖσδέ τισι τοῖς ἔργοις, ἀλλὰ καὶ διάθεσίν τινα τοιάνδε ὀφείλομεν ἔχειν πρὸς αὐτούς. ταῦτα δὴ ὀφείλοντες ἤτοι ἀποδίδομεν διὰ τοῦ ἐπιτελεῖν τὰ προστασσόμενα ὑπὸ τοῦ θείου νόμου, ἢ τῷ καταφρονεῖν τοῦ ὑγιοῦς λόγου μὴ ἀποδιδόντες μένομεν ἐν τῷ ὀφείλειν.

τὸ παραπλήσιον δὲ νοητέον ἐν τοῖς πρὸς τοὺς ἀδελφοὺς ὀφειλήμασι, τούς τε κατὰ τὸν τῆς θεοσεβείας λόγον ἐν Χριστῷ ἡμῖν συναναγεγεννηένους καὶ τοὺς ὁμομητρίους ἢ ὁμοπατρίους ἡμῖν. ἔστι τις καὶ πρὸς πολίτας ὀφειλὴ καὶ ἄλλη κοινὴ πρὸς πάντας ἀνθρώπους, ἰδίᾳ μὲν ξένους ἰδίᾳ δὲ καὶ ἡλικίαν πατέρων ἔχοντας, καὶ ἄλλη πρός τινας, οὓς εὔλογον ὡς υἱοὺς ἢ ὡς ἀδελφοὺς τιμᾶν. ὁ οὖν τὰ ὀφειλόμενα ἀδελφοῖς ἐπιτελεῖσθαι μὴ ποιῶν μένει ὀφειλέτης ὧν μὴ πεποίηκεν. οὕτως δὲ, εἰ καὶ ἀνθρώποις ἀπὸ τοῦ φιλανθρώπου τῆς σοφίας πνεύματος ἐπιβαλλόντων τινῶν ἀφ᾿ ἡμῶν ἐλλείποιμεν, πλείων γίνεται ἡ ὀφειλή. ἀλλὰ καὶ ἐν τοῖς εἰς ἡμᾶς αὐτοὺς ὀφείλομεν τῷ μὲν σώματι οὑτωσὶ χρῆσθαι, οὐχὶ εἰς τὸ κατατρίβειν σάρκας σώματος διὰ τῆς φιληδονίας· ὀφείλομεν δὲ καὶ τῇ ψυχῇ τήνδε τὴν ἐπιμέλειαν προσάγειν καὶ τοῦ νοῦ τῆς ὀξύτητος πρόνοιαν ποιεῖσθαι τοῦ τε λόγου, ἵν᾿ ἄκεντρος καὶ ὠφέλιμος ᾖ καὶ μηδαμῶς ἀργός. ἐπὰν δὴ καὶ τὰ εἰς ἡμᾶς ὑφ᾿ ἡμῶν αὐτῶν ὀφειλόμενα μὴ πράττωμεν, βαρύτερον ἡμῖν τὸ ὄφλημα γίνεται.

καὶ ἐπὶ τούτοις πᾶσι τὸ ὑπὲρ πάντα „ποίημα“ καὶ πλάσμα ὄντες τοῦ θεοῦ ὀφείλομέν τινα διάθεσιν σῴζειν πρὸς αὐτὸν καὶ ἀγάπην τὴν „ἐξ ὅλης καρδίας“ „καὶ ἐξ ὅλης ἰσχύος“ „καὶ ἐξ ὅλης διανοίας“· ἅτινα ἐὰν μὴ κατορθώσωμεν, ὀφειλέται μένομεν θεοῦ, ἁμαρτάνοντες εἰς κύριον. καὶ τίς ἐπὶ τούτοις εὔξεται περὶ ἡμῶν; „ἐὰν“ γὰρ „ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν (δὲ) εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;“ ὥς φησιν ἐν

v.2.p.377
τῇ πρώτῃ τῶν Βασιλειῶν ὁ Ἠλεί. ἀλλὰ καὶ Χριστοῦ ὠνησαμένου ἡμᾶς τῷ ἰδίῳ αἵματι ὀφειλέται ἐσμὲν, ὥσπερ καὶ πᾶς οἰκέτης τοῦ ὠνησαμένου ἐστὶν ὀφειλέτης τοῦ τοσοῦδε δοθέντος ὑπὲρ αὐτοῦ χρήματος. ἔστι τις ἡμῖν καὶ πρὸς „τὸ ἅγιον πνεῦμα“ ὀφειλὴ, ἀποδιδομένη, ὅτε οὐ λυποῦμεν αὐτὸ, „ἐν ᾧ“ ἐσφραγίσθημεν „εἰς ἡμέραν ἀπολυτρώσεως,“ καὶ μὴ λυποῦντες αὐτὸ φέρομεν τοὺς καρποὺς, οὓς ἀπαιτούμεθα, συνόντος αὐτοῦ ἡμῖν καὶ ζῳοποιοῦντος ἡμῶν τὴν ψυχήν. εἰ καὶ μὴ ἴσμεν δὲ ἐπιμελῶς, τίς ὁ ἑκάστου ἡμῶν ἄγγελος βλέπων „τοῦ ἐν οὐρανοῖς“ „πατρὸς“ „τὸ πρόσωπον,“ ἀλλὰ φανερόν γε ἐπισκοπήσαντι ἑκάστῳ ἡμῶν γίνεται ὅτι κἀκείνῳ ὀφειλέται τινῶν ἐσμεν. εἰ δὲ καὶ ἐν θεάτρῳ ἐσμὲν κόσμου καὶ ἀγγέλων καὶ ἀνθρώπων. ἰστέον ὅτι, ὥσπερ ὁ ἐν θεάτρῳ ὀφειλέτης ἐστὶ τοῦ τάδε τινὰ εἰπεῖν ἢ ποιῆσαι ἐν ὄψει τῶν θεατῶν, ἅπερ μὴ πράξας τις ὡς τὸ πᾶν ὑβρίσας θέατρον κολάζεται· οὕτως καὶ ἡμεῖς „τῷ“ ὅλῳ „κόσμῳ“ „καὶ“ τοῖς πᾶσιν „ἀγγέλοις“ τῷ τε τῶν ἀνθρώπων γένει ὀφείλομεν ταῦτα, ἃ βουληθέντες ἀπὸ τῆς σοφίας μαθησόμεθα.

χωρὶς δὲ τούτων καθολικωτέρων ὄντων ἔστι τις χήρας προνοουμένης ὑπὸ τῆς ἐκκλησίας ὀφειλὴ καὶ ἑτέρα διακόνου καὶ ἄλλη πρεσβυτέρου. καὶ ἐπισκόπου δὲ ὀφειλὴ βαρυτάτη ἐστὶν, ἀπαιτουμένη ὑπὸ τοῦ τῆς ὅλης ἐκκλησίας σωτῆρος καὶ ἐκδικουμένη, εἰ μὴ ἀποδιδοῖτο. ἤδη δὲ ὁ ἀπόστολος ὀφειλήν τινα κοινὴν ὠνόμασεν ἀνδρὸς καὶ γυναικὸς λέγων· „τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως καὶ ἡ γυνὴ τῷ ἀνδρί“· καὶ ἐπιφέρει· „μὴ ἀποστερεῖτε ἀλλήλους.“ καὶ τί με δεῖ λέγειν, παρὸν τὰ ἑαυτῶν ἀναλέγεσθαι ἐκ τῶν εἰρημένων τοὺς ἐντυγχάνοντας τῇδε τῇ γραφῇ, ὅσα ὀφείλοντες ἤτοι μὴ ἀποδιδόντες κατασχεθησόμεθα ἢ ἀποδιδόντες ἐλευθερωθησόμεθα; πλὴν οὐκ ἔστιν ἐν τῷ βίῳ ὄντα πάσης ὥρας νυκτὸς καὶ ἡμέρας μὴ ὀφείλειν.

ἀλλ᾿ ἐν τῷ ὀφείλειν ἤτοι ἀποδίδωσί τις ἢ ἀποστερεῖ τὴν ὀφειλήν· καὶ δυνατόν γε ἐν τῷ βίῳ ἀποδιδόναι. δυνατὸν δὲ καὶ

v.2.p.378
ἀποστερεῖν. καὶ τινὲς μὲν οὐδενὶ ὀφείλουσιν οὐδέν· τινὲς δὲ τὰ πλεῖστα ἀποτιννύντες (ὀλίγα ὀφείλουσι, τινὲς δὲ) ὀλίγα ἀποδιδόντες τὰ πλείονα ὀφείλουσι· καὶ τάχα ἔστιν ὁ μηδὲν ἀποδιδοὺς ἀλλὰ πάντα ὀφείλων. καὶ ὁ ἀποδιδοὺς μέντοι γε πάντα, ὥστε μηδὲν ὀφείλειν, χρόνῳ ποτὲ τοῦτο κατορθοῖ, δεόμενος ἀφέσεως περὶ τῶν προτέρων ὀφειλῶν· ἧστινος ἀφέσεως εὐλόγως δύναται τυχεῖν ὁ φιλοτιμησάμενος ἀπό τινος χρόνου τοιοῦτος γενέσθαι, ὥστε μηδὲν ὀφείλειν τῶν ἐπιβαλλόντων ὡς οὐκ ἀποδιδομένων. αὗται δὲ αἱ παράνομοι ἐνέργειαι, ἐν τῷ ἡγεμονικῷ τυπούμεναι, „τὸ καθ᾿ ἡμῶν“ γίνονται „χειρόγραφον,“ ἀφ᾿ οὗ δικασθησόμεθα, δίκην βίβλων τῶν ὑπὸ πάντων, ἵν᾿ οὕτως εἴπω, κεχειρογραφημένων προαχθησομένων, ὅτε „πάντες παραστησόμεθα τῷ βήματι“ „τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἅ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον.“ κατὰ ταύτας τὰς ὀφειλὰς καὶ τὸ ἐν ταῖς Παροιμίαις λέγεται· „μὴ δίδου σεαυτὸν εἰς ἐγγύην ὁ αἰσχυνόμενος πρόσωπον· εἰ γὰρ οὐχ ἕξει πόθεν ἀποδώσει, λήψονται τὸ σὸν στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.“

εἰ δὲ τοσούτοις ὀφείλομεν, πάντως καὶ ἡμῖν τινες ὀφείλουσιν· οἱ μὲν γὰρ ὀφείλουσιν ἡμῖν ὡς ἀνθρώποις οἱ δὲ ὡς πολίταις, ἄλλοι δὲ ὡς πατράσι καί τινες ὡς υἱοῖς, καὶ μετὰ τούτους ὡς ἀνδράσι γυναῖκες ἢ ὡς φίλοις φίλοι. ἐπὰν οὖν ἀπὸ τῶν πλείστων ἡμῖν ὀφειλετῶν ἀσθενέστερόν τινες περὶ τὴν ἀπόδοσιν τῶν πρὸς ἡμᾶς καθηκόντων ἀναστραφῶσι, φιλανθρωπότερον ποιήσομεν ἀμνησικάκως ἐνεχθέντες πρὸς αὐτοὺς καὶ ἰδίων μεμνημένοι ὀφειλῶν, ὅσας πολλάκις παραλελοίπαμεν οὐ μόνον πρὸς ἀνθρώπους ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν θεόν. μεμνημένοι γὰρ ὧν ὀφειλέται ὄντες οὐκ ἀποδεδώκαμεν ἀλλὰ ἀπεστερήσαμεν παραδραμόντος τοῦ χρόνου, ἐν ᾧ ἐχρῆν ἡμᾶς τάδε τινὰ πρὸς τὸν πλησίον πεποιηκέναι, πρᾳότεροι ἐσόμεθα

v.2.p.379
πρὸς τοὺς καὶ ἡμῖν ὀφλήσαντας καὶ μὴ ἀποδεδωκότας τὴν ὀφειλήν· καὶ μάλιστα ἐὰν μὴ ἐπιλανθανώμεθα τῶν εἰς τὸ θεῖον ἡμῖν παρανενομημένων καὶ τῆς „εἰς τὸ ὕψος“ ἀδικίας ἡμῖν λελαλημένης ἤτοι κατὰ ἄγνοιαν τῆς ἀληθείας ἢ κατὰ δυσαρέστησιν τὴν πρὸς τὰ συμβάντα ἡμῖν περιστατικά.

εἰ δὲ μὴ βουλόμεθα πρᾳότεροι γίνεσθαι πρὸς τοὺς ἡμῖν ὀφλήσαντας, πεισόμεθα τὰ τοῦ τὰ „ἑκατὸν δηνάρια“ τῷ ὁμοδούλῳ μὴ συγχωρήσαντος. ὅντινα προσυγχωρηθέντα κατὰ τὴν κειμένην ἐν τῷ εὐαγγελίῳ παραβολὴν ἐνειλήσας ἐκπράσσει ὁ δεσπότης τὰ προσυγκεχωρημένα, λέγων αὐτῷ· „πονηρὲ δοῦλε καὶ ὀκνηρὲ,“ „οὐκ ἔδει ἐλεῆσαί σε τὸν σύνδουλόν σου, ὡς κἀγώ σε ἠλέησα;“ βάλετε αὐτὸν „εἰς“ τὴν „φυλακὴν,“ „ἕως ἀποδῷ πᾶν τὸ ὀφειλόμενον.“ ἐπιφέρει δὲ τούτοις ὁ κύριος· „οὕτως καὶ ὑμῖν ὁ πατὴρ ὁ οὐράνιος ποιήσει, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν.“ λέγουσι μέντοι γε μετανοεῖν τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσιν ἀφετέον, κἂν πολλάκις τοῦτο ὁ ὀφειλέτης ἡμῶν ποιῇ· „ἐὰν“ γὰρ „ἑπτάκις τῆς ἡμέρας ἁμάρτῃ,“ φησὶν, „εἰς δὲ“ „ὁ ἀδελφός σου“ „καὶ ἑπτάκις ἐπιστρέψῃ λέγων· μετανοῶ, ἀφήσεις αὐτῷ.“ οὐχ ἡμεῖς δὲ χαλεποὶ πρὸς τοὺς μὴ μετανοοῦντας, ἀλλ᾿ ἑαυτοῖς οἱ τοιοῦτοί εἰσι πονηροί· „ὁ“ γὰρ „ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν“· πλὴν καὶ ἐπὶ τῶν τοιούτων τὴν θεραπείαν παντὶ τρόπῳ ζητητέον ἐγγενέσθαι τῷ τὰ πάντα διαστραφέντι, ὡς μηδὲ συναισθέσθαι τῶν ἰδίων κακῶν μεθύειν δὲ μέθην ὀλεθριωτέραν τῆς „ἀπὸ οἴνου,“ τὴν ἀπὸ τοῦ σκοτισμοῦ τῆς κακίας.

ὁ δὲ Λουκᾶς εἰπών· „ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν“ (ἐπεὶ τὰ ἁμαρτήματα ὀφειλόντων ἡμῶν καὶ μὴ ἀποδιδόντων συνίσταται)

v.2.p.380
τὸ αὐτὸ λέγει τῷ Ματθαίῳ, ὅστις οὐκ ἔοικε χώραν διδόναι τῷ βουλομένῳ μετανοοῦσιν ἀφιέναι τοῖς ὀφείλουσι μόνον, λέγων ὑπὸ τοῦ σωτῆρος νενομοθετῆσθαι τὸ ἡμᾶς δεῖν ἐν τῇ εὐχῇ προστιθέναι· „καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν.“ πάντες μέντοι γε ἐξουσίαν (ἔχομεν) ἀφιέναι τὰ εἰς ἡμᾶς ἡμαρτημένα· ὅπερ δῆλόν ἐστιν ἔκ τε τοῦ „ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν“ καὶ ἔκ τοῦ „καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν.“ ὁ δὲ ἐμπνευσθεὶς ὑπὸ τοῦ Ἰησοῦ ὡς οἱ ἀπόστολοι καὶ „ἀπὸ τῶν καρπῶν“ γινώσκεσθαι δυνάμενος, ὡς χωρήσας τὸ πνεῦμα τὸ ἅγιον καὶ γενόμενος πνευματικὸς τῷ ὑπὸ τοῦ πνεύματος ἄγεσθαι τρόπον υἱοῦ θεοῦ ἐφ᾿ ἕκαστον τῶν κατὰ λόγον πρακτέων, ἀφίησιν ἃ ἐὰν ἀφῇ ὁ θεὸς καὶ κρατεῖ τὰ ἀνίατα τῶν ἁμαρτημάτων, ὑπηρετῶν ὥσπερ οἱ προφῆται ἐν τῷ λέγειν οὐ τὰ ἴδια ἀλλὰ τὰ τοῦ θείου βουλήματος τῷ θεῷ οὕτω καὶ αὐτὸς τῷ μόνῳ ἐξουσίαν ἔχοντι ἀφιέναι θεῷ.

ἔχουσι δὲ ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ αἱ περὶ τῆς τῶν ἀποστόλων γινομένης ἀφέσεως φωναὶ οὕτως· „λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.“ εἰ δέ τις ἀβασανίστως ἐκλαμβάνει ταῦτα, ἐγκαλέσαι τις ἂν τοῖς ἀποστόλοις μὴ πᾶσιν ἀφιεῖσιν, ἵνα πᾶσιν ἀφεθῇ, ἀλλά „τινων“ „τὰς ἁμαρτίας“ κρατοῦσιν, ὡς δι᾿ αὐτοὺς καὶ παρὰ θεῷ κρατεῖσθαι αὐτάς. χρήσιμον δὲ παράδειγμα ἀπὸ τοῦ νόμου λαβεῖν πρὸς τὸ νοηθῆναι τὴν δι᾿ ἀνθρώπων ἄφεσιν ὑπὸ θεοῦ γινομένην ἀνθρώποις ἁμαρτημάτων. οἱ κατὰ νόμον ἱερεῖς κωλύονται περί τινων προσφέρειν ἁμαρτημάτων θυσίαν, ἵνα ἀφεθῇ τοῖς, περὶ ὧν αἱ θυσίαι, τὰ πλημμελήματα. καὶ οὐ δή που τὴν περί τινων ἐξουσίαν ὁ ἱερεὺς ἀκουσίων ἢ πλημμελημάτων ἀναφορὰν ἔχων ἤδη καὶ περὶ μοιχείας ἢ ἑκουσίου φόνου ἤ τινος ἄλλου χαλεπωτέρου

v.2.p.381
πταίσματος προσφέρει „ὁλοκαύτωμα καὶ περὶ ἁμαρτίας.“ οὕτω τοιγαροῦν καὶ οἱ ἀπόστολοι καὶ οἱ τοῖς ἀποστόλοις ὡμοιωμένοι, ἱερεῖς ὄντες κατὰ τὸν „μέγαν“ „ἀρχιερέα,“ ἐπιστήμην λαβόντες τῆς τοῦ θεοῦ θεραπείας, ἴσασιν. ὑπὸ τοῦ πνεύματος διδασκόμενοι, περὶ ων χρὴ ἀναφέρειν θυσίας ἁμαρτημάτων καὶ πότε καὶ τίνα τρόπον, καὶ γινώσκουσι, περὶ ὧν οὐ χρὴ τοῦτο ποιεῖν. ὁ γοῦν ἱερεὺς Ἠλεὶ ἁμαρτάνοντας ἐπιστάμενος τοὺς υἱοὺς Ὀφνεὶ καὶ Φινεὲς, ὡς μηδὲν δυνάμενος εἰς ἄφεσιν ἁμαρτημάτων αὐτοῖς συνεργῆσαι, καὶ τὸ ἀπογινώσκειν τοῦτ᾿ ἔσεσθαι ὁμολογεῖ δι᾿ ὧν φησιν· „ἐὰν ἁμαρτάνων ἁμάρτῃ ἀνὴρ εἰς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς κύριον ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;“

οὐκ οἶδ᾿ ὅπως ἑαυτοῖς τινες ἐπιτρέψαντες τὰ ὑπὲρ τὴν ἱερατικὴν ἀξίαν. τάχα μηδὲ ἀκριβοῦντες τὴν ἱερατικὴν ἐπιστήμην, αὐχοῦσιν ὡς δυνάμενοι καὶ εἰδωλολατρείας συγχωρεῖν μοιχείας τε καὶ πορνείας ἀφιέναι, ὡς διὰ τῆς εὐχῆς αὐτῶν περὶ τῶν ταῦτα τετολμηκότων λυομένης καὶ τῆς „πρὸς θάνατον“ ἁμαρτίας· οὐ γὰρ ἀναγινώσκουσι τὸ „ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα τις ἐρωτήσῃ.“ οὐκ ἀποσιωπητέον καὶ τὸν ἀνδρειότατον Ἰὼβ περὶ τῶν υἱῶν ἀναφέροντα θυσίαν, λέγοντα· „μή ποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν“· περὶ γὰρ δισταζομένων εἰ ἡμάρτηται, καὶ ταῦτα οὐδὲ μέχρι τῶν χειλέων ἐφθακότων, ἀναφέρει τὴν θυσίαν.