De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

„Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.“ ὁ Λουκᾶς μετὰ τὸ „ἐλθέτω ἡ βασιλεία σου“ ταῦτα παρασιωπήσας ἔταξε· „τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν καθ᾿ ἡμέραν“· διόπερ ἃς προετάξαμεν λέξεις ὡς παρὰ μόνῳ τῷ Ματθαίῳ κειμένας ἐξετάσωμεν ἀκολούθως τοῖς πρὸ τούτων. ἔτι ὄντες „ἐπὶ γῆς“ οἱ εὐχόμενοι, νοοῦντες „ἐν οὐρανῷ“ γεγονέναι „τὸ θέλημα“ τοῦ θεοῦ παρὰ πᾶσι τοῖς οἰκείοις τῶν οὐρανῶν, εὐξώμεθα καὶ ἡμῖν τοῖς „ἐπὶ γῆς“ ὁμοίως ἐκείνοις κατὰ πάντα γενέσθαι „τὸ θέλημα“ τοῦ θεοῦ· ὅπερ συμβήσεται, μηδὲν ἡμῶν παρὰ „τὸ θέλημα“ πραττόντων αὐτοῦ. ἐπὰν δὲ, „ὡς ἐν οὐρανῷ“ „τὸ θέλημά“ ἐστι τοῦ θεοῦ, καὶ ἡμῖν τοῖς „ἐπὶ γῆς“ κατορθωθῇ, ὁμοιωθέντες τοῖς ἐν οὐρανοῖς. ἅτε φορέσαντες παραπλησίως ἐκείνοις „τὴν εἰκόνα τοῦ ἐπουρανίου,“ „βασιλείαν“ οὐρανῶν κληρονομήσομεν, τῶν μεθ᾿

v.2.p.360
ἡμᾶς „ἐπὶ γῆς“ καὶ ἡμῖν, γενομένοις „ἐν οὐρανῷ,“ ὁμοιωθῆναι εὐχομένων.

δύναται μέντοι γε κατὰ μόνον τὸν Ματθαῖον ἀπὸ κοινοῦ τὸ „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“ λαμβάνεσθαι, ἵν᾿ ᾖ τοιοῦτον τὸ προστασσόμενον ἡμῖν ἐν τῇ εὐχῇ λέγειν· „ἁγιασθήτω τὸ ὄνομά σου“ „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· „ἐλθέτω ἡ βασιλεία σου“ „ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“· „τό“ τε γὰρ „ὄνομα“ τοῦ θεοῦ ἡγιάσθηπαρὰ τοῖς „ἐν οὐρανῷ,“ καὶ ἐνέστη αὐτοῖς „ἡ“ τοῦ θεοῦ „βασιλεία,“ γεγένηταί τε ἐν αὐτοῖς „τὸ θέλημα“ τοῦ θεοῦ· ἅπερ πάντα ἡμῖν λείπει τοῖς „ἐπὶ γῆς,“ δυνάμενα ἡμῖν ὑπαρχθῆναι ἐν τῷ ἀξίους ἑαυτοὺς κατασκευάζειν ἐπηκόου περὶ τούτων πάντων τοῦ θεοῦ τυχεῖν.

ζητήσαι δ᾿ ἄν τις διὰ τὸ „γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς“ λέγων· πῶς γεγένηται „τὸ θέλημα“ τοῦ θεοῦ „ἐν οὐρανῷ,“ ὅπου ἐστὶ „τὰ πνευματικὰ τῆς πονηρίας,“ δι᾿ ἃ μεθυσθήσεται „ἡ μάχαιρα“ τοῦ θεοῦ καὶ „ἐν τῷ οὐρανῷ“; εἰ δὲ οὕτως εὐχόμεθα γενηθῆναι „ἐπὶ“ τῆς „γῆς“ „τὸ θέλημα“ τοῦ θεοῦ, ὥσπερ γίνεται „ἐν οὐρανῷ,“ μή ποτε λεληθότως εὐξώμεθα μένειν „ἐπὶ γῆς“ καὶ τὰ ἐναντία, ὅπου ἀπ᾿ οὐρανοῦ καὶ ταῦτα ἔρχεται, πολλῶν φαύλων γινομένων „ἐπὶ γῆς“ διὰ τὰ ἡττῶντα „πνευματικὰ τῆς πονηρίας,“ ὄντα „ἐν τοῖς ἐπουρανίοις.“ ὁ μὲν οὖν τις ἀλληγορῶν τὸν οὐρανὸν καὶ φάσκων αὐτὸν εἶναι τὸν Χριστὸν, γῆν δὲ τὴν ἐκκλησίαν (τίς γὰρ οὕτως (ἄξι)ος „θρόνος“ τοῦ πατρὸς ὡς ὁ Χριστός; ποῖον δὲ „ὑποπόδιον τῶν ποδῶν“ τοῦ θεοῦ ὡς ἡ ἐκκλησία;) εὐχερῶς λύσει τὰ ζητούμενα, λέγων εὔχεσθαι δεῖν ἕκαστον τῶν ἀπὸ τῆς ἐκκλησίας οὕτω χωρῆσαι „τὸ“ πατρικὸν „θέλημα,“ ὃν τρόπον Χριστὸς κεχώρηκεν, ὁ ἐλθὼν ποιῆσαι „τὸ θέλημα“ αὐτοῦ τοῦ πατρὸς

v.2.p.361
καὶ πᾶν αὐτὸ τελειώσας· δυνατὸν γὰρ κολληθέντα αὐτῷ „ἓν“ γενέσθαι „πνεῦμα“ σὺν αὐτῷ, διὰ τοῦτο χωροῦντα „τὸ θέλημα,“ ἵν᾿ „ὡς“ τετέλεσται „ἐν οὐρανῷ,“ οὕτω τελεσθῇ „καὶ ἐπὶ γῆς“· „ὁ κολλώμενος“ γὰρ „τῷ κυρίῳ“ κατὰ τὸν Παῦλον „ἓν πνεῦμά ἐστι.“ καὶ οἶμαι ὅτι οὐκ εὐκαταφρόνητος ἔσται αὕτη ἡ ἑρμηνεία τῷ ἐπιμελέστερον κατανοοῦντι αὐτήν.