ἐν τούτοις γὰρ καὶ τοῖς παραπλησίοις. ἵν᾿ οὕτως εἴπω, χαρακτηρίζεται ἰδία ποιότης τοῦ θεοῦ, ἥντινα νομίζω „ὄνομα θεοῦ“ λέγεσθαι κατὰ τὰς γραφὰς, ἐν μὲν τῇ Ἐξόδῳ· „οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ“ ἐν δὲ τῷ Δευτερονομίῳ· „προσδοκάσθω ὡσεὶ ὑετὸς τὸ ἀπόφθεγμά μου, καταβήτω ὡσεὶ δρόσος τὰ ῥήματά μου, ὡσεὶ ὄμβρος ἐπ᾿ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον· ὅτι ὄνομα κυρίου ἐκάλεσα,“ ἐν δὲ ψαλμοῖς· „μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.“ ὅ τε γὰρ οἷς μὴ δεῖ ἐφαρμόζων τὴν ἔννοιαν τοῦ θεοῦ λαμβάνει „τὸ ὄνομα κυρίου τοῦ θεοῦ“ „ἐπὶ ματαίῳ,“ ὅ τε δυνάμενος ἀποφθέγξασθαι ὑετὸν, τοῖς ἀκούουσι συνεργοῦντα τῇ
v.2.p.355
καρποφορίᾳ τῶν ψυχῶν αὐτῶν, καὶ ῥήματα δρόσῳ ἐοικότα παρακλητικὰ προσαγόμενος τῇ τε ῥύμῃ τῆς οἰκοδομῆς τῶν λόγων ὄμβρον ὠφελιμώτατον ἐπάγων τοῖς ἀκροαταῖς ἢ νιφετὸν ἀνυσιμώτατον, διὰ τοῦτο ταῦτα δύναται. ταῦτα ἐπινοήσας ἑαυτὸν δεόμενον θεοῦ τοῦ τελειοῦντος καλεῖ παρ᾿ ἑαυτὸν τὸν τῶν προειρημένων κυρίως χορηγόν· πᾶς τε τρανῶν καὶ τὰ περὶ τοῦ θεοῦ ὑπομιμνήσκεται μᾶλλον ἢ μανθάνει, κἂν ἀπό τινος ἀκούειν δοκῇ ἢ εὑρίσκειν νομίζῃ τὰ τῆς θεοσεβείας μυστήρια.
ὥσπερ δὲ τὰ ἐνθάδε δεῖ νοεῖν τὸν εὐχόμενον, αἰτεῖν αὐτὸν ἁγιασθῆναι „τὸ ὄνομα“ τοῦ θεοῦ· οὕτως ἐν ψαλμοῖς τὸ „ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτὸ“ λέγεται, προστάσσοντος τοῦ προφήτου μετὰ πάσης συμφωνίας ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ φθάσαι ἐπὶ τὴν ἀληθῆ καὶ ὑψηλὴν γνῶσιν τῆς ἰδιότητος τοῦ θεοῦ. τοῦτο γάρ ἐστι τὸ ὑψοῦν „τὸ ὄνομα“ τοῦ θεοῦ „ἐπὶ τὸ αὐτὸ,“ (ὅτε) μεταλαβών τις ἀποῤῥοῆς θεότητος τῷ ὑπειλῆφθαι ἀπὸ τοῦ θεοῦ καὶ κεκρατηκέναι τῶν ἐχθρῶν. ἐφησθῆναι πτώσει αὐτοῦ μὴ δυναμένων, ὑψοῖ αὐτὴν τὴν δύναμιν, ἧς μετείληχε, θεοῦ· ὅπερ δηλοῦται ἐν εἰκοστῷ ἐνάτῳ ψαλμῷ διὰ τοῦ „ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με καὶ (οὐκ) εὔφρανας τοὺς ἐχθρούς μου ἐπ᾿ ἐμοί.“ ὑψοῖ δέ τις τὸν θεὸν, ἐγκαινίσας αὐτῷ οἶκον ἐν ἑαυτῷ, ἐπεὶ καὶ ἡ (ἐπι)γραφὴ τοῦ ψαλμοῦ οὕτως ἔχει· „ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυΐδ.“
ἔτι περὶ τοῦ „ἁγιασθήτω τὸ ὄνομά σου“ καὶ τῶν ἑξῆς προστακτικῷ χαρακτῆρι εἰρημένων λεκτέον ὅτι συνεχῶς προστακτικοῖς
v.2.p.356
ἀντὶ εὐκτικῶν ἐχρήσαντο καὶ οἱ ἑρμηνεύσαντες, ὡς ἐν τοῖς ψαλμοῖς· „ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν,“ ἀντὶ τοῦ γενηθείη καὶ „ἐξερευνησάτω δανειστὴς πάντα τὰ ὑπάρχοντα αὐτῷ·“ „μὴ ὑπαρξάτω αὐτᾷ ἀντιλήπτωρ“ ἐν τῷ ἑκατοστῷ ὀγδόῳ περὶ Ἰούδα· ὅλος γὰρ ὁ ψαλμὸς αἴτησίς ἐστι περὶ Ἰούδα, ἵνα τάδε τινὰ αὐτῷ συμβῇ. μὴ συνιδὼν δὲ ὁ Τατιανὸς τὸ „γενηθήτω“ οὐ πάντοτε σημαίνειν τὸ εὐκτικὸν ἀλλ᾿ ἔσθ᾿ ὅπου καὶ προστακτικὸν, ἀσεβέστατα ὑπείληφε περὶ τοῦ εἰπόντος „γενηθήτω φῶς“ θεοῦ, ὡς εὐξαμένου μᾶλλον ἤπερ προστάξαντος γενηθῆναι τὸ φῶς· „ἐπεὶ,“ ὥς φησιν ἐκεῖνος ἀθέως νοῶν, „ἐν σκότῳ ἦν ὁ θεός.“ πρὸς ον λεκτέον, πῶς ἐκλήψεται καὶ τὸ „βλαστησάτω ἡ γῆ βοτάνην χόρτου“ καὶ „συναχθήτω τὸ ὕδωρ (τὸ) ὑποκάτω τοῦ οὐρανοῦ“ καὶ „ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν“ καὶ „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν.“ ἆρα γὰρ ὑπὲρ τοῦ ἐπὶ ἑδραίου στῆναι εὔχεται συναχθῆναι „τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν,“ ἢ ὑπὲρ τοῦ μεταλαβεῖν τῶν βλαστανόντων ἀπὸ γῆς εὔχεται τὸ „βλαστησάτω ἡ γῆ“; ποίαν δὲ χρείαν ὁμοίαν ἔχει τῷ χρῄζειν φωτὸς τῶν ἐνύδρων καὶ πτηνῶν ἢ χερσαίων, ἵνα καὶ περὶ τούτων εὔχηται; εἰ δὲ καὶ κατ᾿ αὐτὸν ἄτοπον τὸ περὶ τούτων εὔχεσθαι, προστακτικαῖς ὀνομασίαις εἰρημένων, πῶς οὐ τὸ ομοιον λεκτέον καὶ περὶ τοῦ „γενηθήτω φῶς,“ ὡς μὴ εὐκτικῶς ἀλλὰ προστακτικῶς εἰρημένου; ἀναγκαίως δέ μοι ἔδοξεν, ἐν ταῖς προστακτικαῖς φωναῖς εἰρημένης εὐχῆς, ὑπομνησθῆναι τῶν παρεκδοχῶν αὐτοῦ διὰ τοὺς ἠπατημένους καὶ παραδεξαμένους τὴν ἀσεβῆ διδασκαλίαν αὐτοῦ, ὧν καὶ ἡμεῖς ποτε πεπειράμεθα.