De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

οὐχὶ δέ γε ταῦτα τοπικῆς μεταβάσεως νοουμένης περὶ τὸν πατέρα καὶ τὸν υἱὸν πρὸς τὸν ἀγαπῶντα τὸν λόγον τοῦ Ἰησοῦ γίνεται, οὐδ᾿ ἄρα τοπικῶς ταῦτα ἐκδεκτέον· ἀλλ᾿ ὁ λόγος τοῦ θεοῦ, ἡμῖν συγκαταβαίνων καὶ ὡς πρὸς τὴν ἰδίαν ἀξίαν, ὅτε παρὰ ἀνθρώποις ἐστὶ, ταπεινούμενος, μεταβαίνειν λέγεται „ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα,“ ὅπως καὶ ἡμεῖς ἐκεῖθι τέλειον αὐτὸν θεασώμεθα, ἀπὸ τῆς παρ᾿ ἡμῖν κενότητος, ἣν „ἐκένωσεν ἑαυτὸν,“ ἐπὶ τὸ ἴδιον „πλήρωμα“ παλινδρομοῦντα· ἔνθα καὶ ἡμεῖς, αὐτῷ ὁδηγῷ χρώμενοι, πληρωθέντες πάσης κενότητος ἀπαλλαγησόμεθα. ἀπιέτω τοίνυν „πρὸς τὸν πέμψαντα“ αὐτὸν ἀφεὶς τὸν κόσμον ὁ τοῦ θεοῦ λόγος, καὶ „πρὸς τὸν πατέρα“ πορευέσθω. καὶ τὸ ἐπὶ τέλει δὲ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου· „μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου“ μυστικώτερον νοῆσαι ζητήσωμεν· τῆς ἀναβάσεως „πρὸς τὸν πατέρα“ τοῦ υἱοῦ θεοπρεπέστερον μετὰ ἁγίας τρανότητος ἡμῖν νοουμένης, ἥντινα ἀνάβασιν νοῦς μᾶλλον ἀναβαίνει σώματος.

v.2.p.351

ταῦτα ἡγοῦμαι συνεξητακέναι τῷ „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς“ ὑπὲρ τοῦ ταπεινὴν περὶ θεοῦ ὑπόληψιν τῶν νομιζόντων αὐτὸν εἶναι τοπικῶς „ἐν οὐρανοῖς“ περιελεῖν καὶ μὴ ἐᾶν τινα ἐν σωματικῷ τόπῳ εἶναι τὸν θεὸν (ἐπεὶ τούτῳ ἀκόλουθόν ἐστι καὶ σῶμα αὐτὸν εἶναι) λέγειν, ᾧ ἕπεται δόγματα ἀσεβέστατα, τὸ διαιρετὸν καὶ ὑλικὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ὑπολαμβάνειν· πᾶν γὰρ σῶμα διαιρετόν ἐστι καὶ ὑλικὸν καὶ φθαρτόν· ἢ λεγέτωσαν ἡμῖν μὴ κενοπαθοῦντες ἀλλὰ τρανῶς καταλαμβάνειν φάσκοντες. πῶς οἷόν τε ἐστὶν ἑτέρας (εἶναι) φύσεως παρὰ τὴν ὑλικήν. ἐπεὶ δὲ καὶ πρὸ τῆς σωματικῆς Χριστοῦ ἐπιδημίας γραμμάτων πολλὰ τὸ ἐν σωματικῷ τόπῳ εἶναι τὸν θεὸν λέγειν δοκεῖ. οὐκ ἄτοπόν μοι φαίνεται ὀλίγα κἀκείνων παραθέσθαι ὑπὲρ τοῦ πάντα περισπασμὸν ἀφελεῖν ἀπὸ τῶν διὰ τὸν ἰδιωτισμὸν τὸ ὅσον ἐπ᾿ αὐτοῖς μικρῷ καὶ βραχεῖ τόπῳ ἐμπεριλαμβανόντων τὸν ἐπὶ πάντων θεόν. καὶ πρῶτόν γε ἐν τῇ Γενέσει „Ἀδὰμ“ καὶ Εὔα, φησὶν, „ἤκουσαν τῆς φωνῆς κυρίου τοῦ θεοῦ περιπατοῦντος τὸ δειλινὸν ἐν τῷ παραδείσῳ· καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.“ ἐροῦμεν πρὸς τοὺς εἰς τοὺς θησαυροὺς τῆς λέξεως ἐλθεῖν μὴ βουλομένους ἀλλὰ μηδὲ τὴν ἀρχὴν κρούοντας „τὴν θύραν“ αὐτῆς, εἰ δύνανται παραστῆσαι κύριον τὸν θεὸν, τὸν πληροῦντα „τὸν οὐρανὸν καὶ τὴν γῆν,“ τὸν, ὡς αὐτοὶ ὑπολαμβάνουσι, σωματικώτερον „οὐρανῷ“ θρόνῳ χρώμενον καὶ „τῇ γῇ“ ὑποποδίῳ „τῶν ποδῶν αὐτοῦ,“ ὑπὸ οὕτω βραχέος συγκρίσει τοῦ παντὸς οὐρανοῦ καὶ τῆς γῆς περιέχεσθαι τόπου, ὥστε ὃν ὑπολαμβάνουσι σωματικὸν παράδεισον μὴ ἐκπληροῦσθαι ὑπὸ τοῦ θεοῦ ἀλλὰ τοσούτῳ αὐτοῦ εἶναι τῷ μεγέθει μείζονα, ὡς καὶ περιπατοῦντα χωρεῖν αὐτὸν, ἀκουομένης „φωνῆς“ ἀπὸ τῆς βάσεως τῶν ποδῶν αὐτοῦ.

v.2.p.352
ἔτι δὲ κατ᾿ ἐκείνους ἀτοπώτερον τὸ αἰδουμένους τὸν θεὸν διὰ τὴν παράβασιν τὸν Ἀδὰμ καὶ τὴν Εὔαν κρύπτεσθαι „ἀπὸ προσώπου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.“ οὐδὲ γὰρ λέγεται ὅτι οὕτως ἠθέλησαν κρύπτεσθαι, ἀλλ᾿ ὄντως „ἐκρύβησαν.“ πῶς δὲ κατ᾿ αὐτοὺς πυνθάνεται τοῦ Ἀδὰμ ὁ θεὸς λέγων· „ποῦ εἶ;“

περὶ τούτων δὲ ἐπὶ πλεῖον διειλήφαμεν, ἐξετάζοντες τὰ εἰς τὴν Γένεσιν· πλὴν καὶ νῦν ἵνα μὴ τέλεον παρασιωπήσωμεν τὸ τηλικοῦτον πρόβλημα, αὐτάρκως ἀναμνησθησόμεθα τοῦ „ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς,“ λεγομένου ἐν Δευτερονομίῳ ὑπὸ τοῦ θεοῦ. ὁποῖος γὰρ αὐτοῦ ὁ περίπατος ἐν τοῖς ἁγίοις, τοιοῦτός τις καὶ ὁ ἐν τῷ παραδείσῳ, κρυπτομένου θεὸν καὶ φεύγοντος τὴν ἐπισκοπὴν αὐτοῦ καὶ ἀφισταμένου τῆς παῤῥησίας παντὸς τοῦ ἁμαρτάνοντος· οὕτω γὰρ καὶ „Κάϊν ἐξῆλθεν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδέμ.“ ὡς οὖν ἐν τοῖς ἁγίοις ἐνοικεῖ, οὕτως καὶ ἐν οὐρανῷ, ἤτοι παντὶ ἁγίῳ καὶ φοροῦντι „τὴν εἰκόνα τοῦ ἐπουρανίου“ ἢ τῷ Χριστῷ, ἐν ᾧ εἰσι πάντες οἱ σῳζόμενοι „φωστῆρες“ καὶ ἀστέρες τοῦ οὐρανοῦ, ἢ καὶ διὰ τοὺς ἐν οὐρανῷ ἁγίους κατοικεῖ (ἐκεῖ κατὰ) τὸ εἰρημένον· „πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.“ καὶ τὸ ἐν τῷ Ἐκκλησιαστῇ δέ· „μὴ σπεύσῃς ἐξενεγκεῖν λόγον πρὸ προσώπου τοῦ θεοῦ· ὅτι ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ σὺ ἐπὶ γῆς κάτω“ διάστημα βούλεται δηλῶσαι ἀπὸ τῶν ὄντων ἐν τῷ σώματι „τῆς ταπεινώσεως“ ἕως τοῦ παρὰ τοῖς ὑψουμένοις ὑπὸ τῆς ὠφελείας καὶ τοῦ λόγου ἀγγέλοις καὶ

v.2.p.353
δυνάμεσιν ἁγίαις ἣ αὐτῷ τῷ Χριστῷ. οὐ γὰρ ἄτοπον αὐτὸν μὲν εἶναι κυρίως θρόνον τοῦ πατρὸς, ἀλληγορικώτερον οὐρανὸν καλούμενον, τὴν δὲ ἐκκλησίαν αὐτοῦ γῆν ὀνομαζομένην „ὑποπόδιον“ τυγχάνειν „τῶν ποδῶν αὐτοῦ.“

προστεθείκαμεν δὴ ὀλίγα καὶ τῆς παλαιᾶς διαθήκης ῥητὰ, νομιζόμενα ἐν τόπῳ παριστάνειν τὸν θεὸν. ὑπὲρ τοῦ πάντοθεν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν πεῖσαι τὸν ἐντυγχάνοντα ὑψηλότερον καὶ πνευματικώτερον ἀκούειν τῆς θείας γραφῆς, ὅταν δοκῇ ἐν τόπῳ διδάσκειν εἶναι τὸν θεόν. ἔπρεπε δὲ ταῦτα συνεξετασθῆναι τῷ „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ οἱονεὶ ἀφιστάντι τὴν οὐσίαν τοῦ θεοῦ ἀπὸ πάντων τῶν γεννητῶν· οἷς γὰρ οὐ κοινωνεῖ, αὐτοῖς δόξα τις θεοῦ καὶ δύναμις αὐτοῦ. καὶ, ἵν᾿ οὕτως εἴπω, ἀποῤῥοὴ τῆς θεότητος ἐγγίνεται αὐτοῖς.

„Ἁγιασθήτω τὸ ὄνομά σου.“ ὅτε μὲν παρίστησι τὸ μὴ γεγονέναι πω, περὶ οὗ εὔχεται, ὁτὲ δὲ τούτου τυχὼν τὸ μὴ παραμένειν αὐτὸ καὶ τηρεῖσθαι ἀξιοῖ, φανερὸν ὅσον ἐπὶ τῇ λέξει ἐνταῦθα, ὡς μηδέπω ἁγιασθέντος τοῦ ὀνόματος τοῦ πατρὸς, κελεύεσθαι λέγειν ἡμᾶς κατά γε τὸν Ματθαῖον καὶ τὸν Λουκᾶν τό· „ἁγιασθήτω τὸ ὄνομά σου.“ καὶ πῶς, εἴποι τις ἂν, ἄνθρωπος ἀξιοῖ ἁγιάζεσθαι „τὸ ὄνομα“ τοῦ θεοῦ ὡς μὴ ἡγιασμένον; τί „τὸ ὄνομα“ τοῦ πατρὸς καὶ τί τὸ ἀγιάζεσθαι αὐτὸ, κατανοήσωμεν.

„ὄνομα“ τοίνυν ἐστὶ κεφαλαιώδης προσηγορία τῆς ἰδίας ποιότητος τοῦ ὀνομαζομένου παραστατική· οἷόν ἐστι τὶς ἰδία ποιότης Παύλου τοῦ ἀποστόλου, ἡ μέν τις τῆς ψυχῆς, καθ᾿ ἣν τοιάδε ἐστὶν, ἡ δέ τις τοῦ νοῦ, καθ᾿ ἣν τοιῶνδέ ἐστι θεωρητικὸς, ἡ δέ τις τοῦ σώματος

v.2.p.354
αὐτοῦ, καθ᾿ ἣν τοιόνδε ἐστί. τὸ τοίνυν τούτων τῶν ποιοτήτων ἴδιον καὶ ἀσυντρόχαστον πρὸς ἕτερον (ἄλλος γάρ τις ἀπαράλλακτος Παύλου ἐν τοῖς οὖσιν οὐκ ἔστι) δηλοῦται διὰ τῆς „Παῦλος“ ὀνομασίας. ἀλλ᾿ ἐπὶ ἀνθρώπων, οἱονεὶ ἀλλασσομένων τῶν ἰδίων ποιοτήτων, ὑγιῶς κατὰ τὴν γραφὴν ἀλλάσσεται καὶ τὰ ὀνόματα· μεταβαλούσης γὰρ τῆς τοῦ „Ἀβρὰμ“ ποιότητος, ἐκλήθη „Ἀβραὰμ,“ καὶ τῆς τοῦ Σίμωνος, ὁ „Πέτρος“ ὠνομάσθη, καὶ τῆς τοῦ διώκοντος τὸν Ἰησοῦν „Σαοὺλ,“ προσηγορεύθη ὁ „Παῦλος.“ ἐπὶ δὲ θεοῦ, ὅστις αὐτός ἐστιν ἄτρεπτος καὶ ἀναλλοίωτος ἀεὶ τυγχάνων, ἕν ἐστιν ἀεὶ τὸ οἱονεὶ καὶ ἐπ᾿ αὐτοῦ ὄνομα, τὸ „(ὁ) ὢν“ ἐν τῇ Ἐξόδῳ εἰρημένον ἤ τι οὕτως ἂν λεχθησόμενον. ἐπεὶ οὖν περὶ θεοῦ πάντες μὲν ὑπολαμβάνομέν τι, ἐννοοῦντες ἅτινα δή ποτε περὶ αὐτοῦ, οὐ πάντες δὲ ὅ ἐστι (σπάνιοι γὰρ καὶ, εἰ χρὴ λέγειν, τῶν σπανίων σπανιώτεροι οἱ τὴν ἐν πᾶσιν ἁγιότητα καταλαμβάνοντες αὐτοῦ), εὐλόγως διδασκόμεθα τὴν ἐν ἡμῖν ἔννοιαν περὶ θεοῦ ἁγίαν γενέσθαι, ἵν᾿ ἴδωμεν αὐτοῦ τὴν ἁγιότητα κτίζοντος καὶ προνοοῦντος καὶ κρίνοντος καὶ ἐκλεγομένου καὶ ἐγκαταλείποντος ἀποδεχομένου τε καὶ ἀποστρεφομένου καὶ γέρως ἀξιοῦντος καὶ κολάζοντος ἕκαστον κατὰ τὴν ἀξίαν.