De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

πᾶν οὖν ἔργον αὐτοῖς καὶ λόγος καὶ νόημα, ὑπὸ τοῦ μονογενοῦς λόγου μεμορφωμένα κατ᾿ αὐτὸν, μεμίμηται τὴν εἰκόνα „τοῦ θεοῦ τοῦ ἀοράτου“ καὶ γέγονε „κατ᾿ εἰκόνα τοῦ κτίσαντος,“ ἀνατέλλοντος „τὸν ἥλιον“ „ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ“ βρέχοντος „ἐπὶ δικαίους καὶ ἀδίκους,“ ὡς εἶναι ἐν αὐτοῖς „τὴν εἰκόνα τοῦ ἐπουρανίου,“ καὶ αὐτοῦ ὄντος εἰκόνος θεοῦ. „εἰκὼν“ οὖν εἰκόνος οἱ ἅγιοι τυγχάνοντες, τῆς εἰκόνος οὔσης υἱοῦ, ἀπομάττονται υἱότητα, οὐ μόνῳ „τῷ

v.2.p.349
σώματι τῆς δόξης“ τοῦ Χριστοῦ γινόμενοι σύμμορφοι ἀλλὰ καὶ ὄντι ἐν „τῷ σώματι.“ γίνονται δὲ σύμμορφοι τῷ ἐν „σώματι τῆς δόξης,“ μεταμορφούμενοι „τῇ ἀνακαινίσει τοῦ νοός.“ εἰ δ᾿ οἱ τοιοῦτοι δι᾿ ὅλων φασὶ τό· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ δηλονότι „ὁ ποιῶν τὴν ἁμαρτίαν,“ ὥς φησιν ἐν τῇ καθολικῇ ὁ Ἰωάννης, „ἐκ τοῦ διαβόλου ἐστὶν, ὅτι ἀπ᾿ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.“ καὶ ὥσπερ „σπέρμα“ τοῦ θεοῦ, ἐν τῷ γεγεννημένῳ „ἐκ τοῦ θεοῦ“ μένον, αἴτιον τοῦ μὴ δύνασθαι „ἁμαρτάνειν“ γίνεται τῷ κατὰ τὸν μονογενῆ λόγον μεμορφωμένῳ· οὕτως ἐν παντὶ τῷ ποιοῦντι „τὴν ἁμαρτίαν“ „σπέρμα“ τοῦ διαβόλου ἔνεστιν, ὅσον ἐνυπάρχει τῇ ψυχῇ, μὴ ἐῶν δύνασθαι κατορθοῦν τὸν ἔχοντα αὐτό. ἀλλ᾿ ἐπεὶ „εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου,“ δυνατὸν τῇ εἰς τὴν ψυχὴν ἡμῶν ἐπιδημίᾳ τοῦ λόγου τοῦ θεοῦ, λυθέντων τῶν ἔργων „τοῦ διαβόλου,“ ἐξαφανισθῆναι τὸ ἐντεθὲν ἡμῖν „σπέρμα“ πονηρὸν, καὶ γενέσθαι ἡμᾶς „τέκνα τοῦ θεοῦ.“

μὴ λέξεις τοίνυν νομίσωμεν διδάσκεσθαι λέγειν ἡμᾶς ἔν τινι ἀποτεταγμένῳ τοῦ εὔχεσθαι καιρῷ· ἀλλ᾿ εἰ συνίεμεν τῶν ἡμῖν προεξετασθέντων εἰς τὸ „ἀδιαλείπτως“ προσεύχεσθαι, πᾶς ἡμῶν ὁ βίος „ἀδιαλείπτως“ προσευχομένων λεγέτω τό· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ „τὸ πολίτευμα“ ἔχων οὐδαμῶς ἐπὶ γῆς ἀλλὰ παντὶ τρόπῳ „ἐν οὐρανοῖς,“ θρόνοις τυγχάνουσι τοῦ θεοῦ διὰ τὸ ἱδρῦσθαι τὴν τοῦ θεοῦ βασιλείαν ἐν πᾶσι τοῖς φοροῦσι „τὴν εἰκόνα τοῦ ἐπουρανίου“ καὶ διὰ τοῦτο γενομένοις ἐπουρανίοις.

Ἐπὰν (δὲ) λέγηται ὁ πατὴρ τῶν ἁγίων εἶναι „ἐν τοῖς οὐρανοῖς,“ οὐ περιγεγράφθαι αὐτὸν σχήματι σωματικῷ ὑποληπτέον καὶ „ἐν οὐρανοῖς“ κατοικεῖν, ἐπεί τοι περιεχόμενος ἐλάττων τῶν οὐρανῶν ὁ θεὸς εὑρεθήσεται, περιεχόντων αὐτὸν τῶν οὐρανῶν· δέον τῇ ἀφάτῳ δυνάμει τῆς θεότητος αὐτοῦ πεπεῖσθαι περιέχεσθαι

v.2.p.350
καὶ συνέχεσθαι τὰ πάντα ὑπ᾿ αὐτοῦ. καὶ καθολικῶς τὰς ὅσον ἐπὶ τῷ ῥητῷ λέξεις, τὰς νομιζομένας τοῖς ἁπλουστέροις ἐν τόπῳ φάσκειν εἶναι τὸν θεὸν, μεταληπτέον πρεπόντως ταῖς μεγάλαις καὶ πνευματικαῖς ἐννοίαις περὶ θεοῦ, οἷαί εἰσιν ἐν τῷ κατὰ Ἰωάννην αὗται· „πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς“· καὶ μετ᾿ ὀλίγα· „εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθε καὶ πρὸς θεὸν ὑπάγει,“ καὶ μεθ᾿ ἕτερα· „ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν· ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς. εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα“· καὶ πάλιν μεθ᾿ ἕτερα· „νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· ποῦ ὑπάγεις;“ εἰ γὰρ ταῦτα τοπικῶς ἐκδεκτέον, δῆλον ὅτι καὶ τὸ „ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα.“