De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

εἰ μέντοι νοήσαιμεν, τί ἐστι τὸ „ὅταν προσεύχησθε, λέγετε· πάτερ,“ ὅπερ παρὰ τῷ Λουκᾷ γέγραπται, ὀκνήσομεν μὴ γενόμενοι υἱοὶ γνήσιοι προενέγκασθαι ταύτην τὴν φωνὴν αὐτῷ, μή ποτε πρὸς τοῖς ἄλλοις ἡμῶν ἁμαρτήμασι καὶ ἀσεβείας ἐγκλήματι ἔνοχοι γενώμεθα. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι. φησὶν ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ὁ Παῦλος· „οὐδεὶς δύναται εἰπεῖν· κύριος Ἰησοῦς, εἰ μὴ ἐν πνεύματι ἁγίῳ, καὶ οὐδεὶς ἐν πνεύματι θεοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς,“ τὸ αὐτὸ ὀνομάζων ἅγιον πνεῦμα καὶ πνεῦμα „θεοῦ.“ τί δὲ τὸ εἰπεῖν „ἐν πνεύματι ἁγίῳ“ κύριον Ἰησοῦν, οὐ πάνυ ἐστὶ σαφὲς, προφερομένων τὴν φωνὴν ὑποκριτῶν μυρίων καὶ ἑτεροδόξων πλειόνων, ἐνίοτε καὶ δαιμόνων, νικωμένων ὑπὸ τῆς ἐν τῷ ὀνόματι δυνάμεως. οὐδεὶς οὖν τολμήσει τινὰ τούτων ἀποφήνασθαι „ἐν πνεύματι ἁγίῳ“ λέγειν

v.2.p.348
κύριον Ἰησοῦν· διόπερ οὐδ᾿ ἂν δειχθεῖεν λέγειν κύριον Ἰησοῦν, μόνων τῶν ἀπὸ διαθέσεως λεγόντων ἐν τῷ δουλεύειν τῷ λόγῳ τοῦ θεοῦ καὶ μηδένα παρὰ τοῦτον ἐν τῷ ὅ τι ποτ᾿ οὖν πράττειν ἀναγορευόντων κύριον τό· „κύριος Ἰησοῦς.“ εἰ δὲ τοιοῦτοι οἱ λέγοντες· „κύριος Ἰησοῦς,“ τάχα πᾶς ὁ ἁμαρτάνων, διὰ τοῦ παρανομεῖν ἀναθεματίζων τὸν θεῖον λόγον, διὰ τῶν ἔργων κέκραγεν· „ἀνάθεμα Ἰησοῦς.“ ὥσπερ οὖν ὁ τοιόσδε λέγει· „κύριος Ἰησοῦς“ καὶ ὁ τούτῳ ἐναντίως διακείμενος τὸ „ἀνάθεμα Ἰησοῦς,“ οὕτως „πᾶς ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος“ καὶ μὴ ποιῶν „ἁμαρτίαν“ τῷ σπέρματος μετέχειν θεοῦ, πάσης ἁμαρτίας ἀποτρέποντος, δι᾿ ὧν πράττει λέγει· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ αὐτοῦ τοῦ πνεύματος συμμαρτυροῦντος „τῷ πνεύματι“ αὐτῶν „ὅτι“ εἰσὶ „τέκνα θεοῦ“ „καὶ κληρονόμοι“ αὐτοῦ „συγκληρονόμοι“ τε τοῦ „Χριστοῦ,“ ἐπεὶ συμπάσχοντες καὶ συνδοξάζεσθαι ἐλπίζουσιν εὐλόγως. ἵνα δὲ μὴ ἐξ ἡμίσους λέγωσι τὸ „πάτερ ἡμῶν“ οἱ τοιοῦτοι. μετὰ τῶν ἔργων καὶ ἡ καρδία, ἡ τῶν καλῶν ἔργων πηγὴ καὶ ἀρχὴ, πιστεύει „εἰς δικαιοσύνην,“ οἷς συμφώνως τὸ στόμα ὁμολογεῖ „εἰς σωτηρίαν.“

πᾶν οὖν ἔργον αὐτοῖς καὶ λόγος καὶ νόημα, ὑπὸ τοῦ μονογενοῦς λόγου μεμορφωμένα κατ᾿ αὐτὸν, μεμίμηται τὴν εἰκόνα „τοῦ θεοῦ τοῦ ἀοράτου“ καὶ γέγονε „κατ᾿ εἰκόνα τοῦ κτίσαντος,“ ἀνατέλλοντος „τὸν ἥλιον“ „ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ“ βρέχοντος „ἐπὶ δικαίους καὶ ἀδίκους,“ ὡς εἶναι ἐν αὐτοῖς „τὴν εἰκόνα τοῦ ἐπουρανίου,“ καὶ αὐτοῦ ὄντος εἰκόνος θεοῦ. „εἰκὼν“ οὖν εἰκόνος οἱ ἅγιοι τυγχάνοντες, τῆς εἰκόνος οὔσης υἱοῦ, ἀπομάττονται υἱότητα, οὐ μόνῳ „τῷ

v.2.p.349
σώματι τῆς δόξης“ τοῦ Χριστοῦ γινόμενοι σύμμορφοι ἀλλὰ καὶ ὄντι ἐν „τῷ σώματι.“ γίνονται δὲ σύμμορφοι τῷ ἐν „σώματι τῆς δόξης,“ μεταμορφούμενοι „τῇ ἀνακαινίσει τοῦ νοός.“ εἰ δ᾿ οἱ τοιοῦτοι δι᾿ ὅλων φασὶ τό· „πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς,“ δηλονότι „ὁ ποιῶν τὴν ἁμαρτίαν,“ ὥς φησιν ἐν τῇ καθολικῇ ὁ Ἰωάννης, „ἐκ τοῦ διαβόλου ἐστὶν, ὅτι ἀπ᾿ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει.“ καὶ ὥσπερ „σπέρμα“ τοῦ θεοῦ, ἐν τῷ γεγεννημένῳ „ἐκ τοῦ θεοῦ“ μένον, αἴτιον τοῦ μὴ δύνασθαι „ἁμαρτάνειν“ γίνεται τῷ κατὰ τὸν μονογενῆ λόγον μεμορφωμένῳ· οὕτως ἐν παντὶ τῷ ποιοῦντι „τὴν ἁμαρτίαν“ „σπέρμα“ τοῦ διαβόλου ἔνεστιν, ὅσον ἐνυπάρχει τῇ ψυχῇ, μὴ ἐῶν δύνασθαι κατορθοῦν τὸν ἔχοντα αὐτό. ἀλλ᾿ ἐπεὶ „εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου,“ δυνατὸν τῇ εἰς τὴν ψυχὴν ἡμῶν ἐπιδημίᾳ τοῦ λόγου τοῦ θεοῦ, λυθέντων τῶν ἔργων „τοῦ διαβόλου,“ ἐξαφανισθῆναι τὸ ἐντεθὲν ἡμῖν „σπέρμα“ πονηρὸν, καὶ γενέσθαι ἡμᾶς „τέκνα τοῦ θεοῦ.“