De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Εἰ δέ ἐστι τὶς διαφορὰ ἐκκλησίας καὶ συναγωγῆς (τῆς μὲν κυρίως ἐκκλησίας οὐκ ἐχούσης „σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων ἀλλὰ“ ἁγίας καὶ ἀμώμου τυγχανούσης, εἰς ἣν οὔτε ὁ „ἐκ πόρνης“ εἰσέρχεται οὔτε ὁ „θλαδίας“ ἢ „ἀποκεκομμένος“ ἀλλ᾿ οὐδὲ Αἰγύπτιος ἢ Ἰδουμαῖος, ἐὰν μὴ υἱῶν γεννηθέντων αὐτοῖς διὰ τὴν τρίτην γενεὰν μόλις δυνηθῶσιν ἐφαρμόσαι τῇ ἐκκλησίᾳ, οὐδὲ ὁ „Μωαβίτης“ καὶ „ Ἀμμανίτης,“ ἐὰν μὴ δεκάτη γενεὰ πληρωθῇ καὶ ὁ αἰὼν τελεσθῇ· τῆς δὲ συναγωγῆς ὑπὸ ἑκατοντάρχου οἰκοδομουμένης, ἐν τοῖς πρὸ τῆς Ἰησοῦ ἐπιδημίας χρόνοις τοῦτο ποιοῦντος, ὅτε οὐδέπω μεμαρτύρηται „πίστιν“ ἔχειν, ὁπόσην „οὐδὲ ἐν τῷ Ἰσραὴλ“ εὗρεν ὁ υἱὸς τοῦ θεοῦ), ὁ φιλῶν δὴ „προσεύχεσθαι“ „ἐν ταῖς συναγωγαῖς“

v.2.p.344
οὐ μακράν ἐστι τῶν γωνιῶν „τῶν πλατειῶν.“ ἀλλ᾿ οὐχ ὁ ἅγιος τοιοῦτος· οὐ φιλεῖ γὰρ „προσεύχεσθαι“ ἀλλὰ ἀγαπᾷ, καὶ οὐκ „ἐν συναγωγαῖς“ ἀλλ᾿ ἐν ἐκκλησίαις, καὶ οὐκ „ἐν γωνίαις πλατειῶν“ ἀλλ᾿ ἐν τῇ εὐθύτητι τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, ἀλλὰ καὶ οὐκ ἵνα φανῇ „τοῖς ἀνθρώποις“ ἀλλ᾿ ἵν᾿ ὀφθῇ „ἐνώπιον κυρίου τοῦ θεοῦ.“ ἄῤῥην γάρ ἐστι τὸν „δεκτὸν ἐνιαυτὸν κυρίου“ νοῶν καὶ τὴν ἐντολὴν τηρῶν τὴν λέγουσαν· „τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικὸν ἐνώπιον κυρίου τοῦ θεοῦ.“

ἐπιμελῶς δὲ ἀκουστέον τοῦ „φανῶσιν,“ ἐπεὶ οὐδὲν φαινόμενον καλόν ἐστιν, οἱονεὶ δοκήσει ὂν καὶ οὐκ ἀληθῶς καὶ τὴν φαντασίαν πλανῶν ἀλλ᾿ οὐκ ἀκριβῶς καὶ ἀληθῶς ἐκτυποῦν. ὥσπερ δὲ οἱ ἐν τοῖς θεάτροις δραμάτων τινῶν ὑποκριταὶ οὐχ ὅπερ λέγουσίν εἰσιν, οὐδ᾿ ὅπερ βλέπονται καθ᾿ ὃ περίκεινται πρόσωπον τοῦτο τυγχάνουσιν· οὕτως καὶ πάντες οἱ ἐπιμορφάζοντες τῷ δοκεῖν τὴν τοῦ καλοῦ φαντασίαν οὐ δίκαιοι ἀλλ᾿ ὑποκριταί εἰσι δικαιοσύνης, καὶ αὐτοὶ ἐν ἰδίῳ θεάτρῳ ὑποκρινόμενοι, „ταῖς συναγωγαῖς καὶ ταῖς γωνίαις τῶν πλατειῶν.“ ὁ δὲ μὴ ὑποκριτὴς ἀλλὰ πᾶν τὸ ἀλλότριον ἀποθέμενος, ἐν τῷ παντὸς τοῦ προειρημένου θεάτρου καθ᾿ ὑπερβολὴν μείζονι ἑαυτὸν ἀρέσκειν εὐτρεπίζων, εἰσέρχεται εἰς τὸ ἑαυτοῦ „ταμεῖον,“ ἐπὶ τοῦ ἐναποτεθησαυρισμένου πλούτου τὸν „τῆς σοφίας καὶ γνώσεως“ θησαυρὸν ἑαυτῷ ἀποκλείσας· καὶ μηδαμῶς ἔξω νεύων μηδὲ περὶ τὰ ἔξω κεχηνὼς πᾶσάν τε „τὴν θύραν“ τῶν αἰσθητηρίων ἀποκλείσας, ἵνα μὴ ἕλκηται ὑπὸ τῶν αἰσθήσεων μηδὲ ἐκείνων ἡ φαντασία τῷ νῷ αὐτοῦ ἐπεισκρίνηται, προσεύχεται τῷ τὸ τοιοῦτον κρυπτὸν μὴ φεύγοντι μηδὲ ἐγκαταλείποντι πατρὶ ἀλλ᾿ ἐν αὐτῷ κατοικοῦντι, συμπαρόντος αὐτῷ καὶ τοῦ μονογενοῦς. ἐγὼ γὰρ, φησὶ, „καὶ ὁ πατὴρ“ „πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ᾿ αὐτῷ ποιησόμεθα.“ δῆλον δὲ ὅτι τῷ δικαίῳ, ἐὰν δὴ οὕτως εὐχώμεθα, οὐ μόνον θεῷ ἀλλὰ καὶ πατρὶ ἐντευξόμεθα, ὡς υἱῶν μὴ ἀπολειπομένῳ ἀλλὰ παρόντι ἡμῶν „τῷ κρυπτῷ“ καὶ ἐφορῶντι αὐτὸ

v.2.p.345
καὶ πλείονα τὰ ἐν τῷ ταμείῳ ποιοῦντι, ἐὰν αὐτοῦ „τὴν θύραν“ ἀποκλείσωμεν.