De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

τοῦ δὲ τρίτου παρὰ τῷ ἀποστόλῳ, εὐλόγως τὴν μὲν προσευχὴν ἐφ᾿ ἡμῶν τάττοντι τὴν δὲ ἔντευξιν ἐπὶ τοῦ πνεύματος, ὡς κρείττονος ὄντος καὶ „παῤῥησίαν“ ἔχοντος „πρὸς τὸν,“ ᾧ ἐντυγχάνει· „τὸ γὰρ τί προσευξώμεθα,“ φησὶ, „καθὸ δεῖ οὐκ οἴδαμεν, ἀλλὰ αὐτὸ τὸ πνεῦμα στεναγμοῖς ἀλαλήτοις ὑπερεντυγχάνει τῷ θεῷ. ὁ δὲ ἐρευνῶν τὰς καρδίας οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων“· ὑπερεντυγχάνει γὰρ καὶ „ἐντυγχάνει“ τὸ πνεῦμα, ἡμεῖς δὲ προσευχόμεθα, ἔντευξις δέ μοι εἶναι δοκεῖ καὶ τὸ ὑπὸ Ἰησοῦ εἰρημένον περὶ τοῦ στῆναι τὸν ἥλιον κατὰ Γαβαώθ· „τότε ἐλάλησεν Ἰησοῦς πρὸς κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Ἀμοῤῥαῖον ὑποχείριον Ἰσραὴλ, ἡνίκα συνέτριβεν αὐτοὺς ἐν Γαβαὼθ, καὶ συνετρίβησαν ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. καὶ εἶπεν ὁ Ἰησοῦς· στήτω ὁ ἥλιος κατὰ Γαβαὼθ, καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ“· καὶ ἐν τοῖς Κριταῖς ὁ Σαμψὼν ἡγοῦμαι ὅτι ἐντυγχάνων

v.2.p.333
εἶπε· „συναποθανέτω ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων,“ ὅτε „ἔκλινεν ἐν ἰσχύϊ, καὶ ἔπεσεν ὁ οἶκος ἐπὶ τοὺς σατράπας καὶ ἐπὶ πάντα τὸν λαὸν τὸν ἐν αὐτῷ,“ εἰ καὶ μὴ κεῖται δὲ ὅτι ἐντετυχήκασιν ἀλλ᾿ ὅτι εἰρήκασιν ὁ Ἰησοῦς καὶ ὁ Σαμψὼν, ὁ λόγος αὐτῶν ἔοικεν εἶναι ἔντευξις· ἥτις ἑτέρα παρὰ τὴν προσευχὴν, εἰ κυρίως ἀκούοιμεν τῶν ὀνομάτων, εἶναι ἡμῖν νομίζεται, εὐχαριστίας δὲ παράδειγμα ἡ τοῦ κυρίου ἡμῶν φωνὴ, λέγοντος· „ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις“· τὸ γὰρ „ἐξομολογοῦμαι“ ἴσον ἐστὶ τῷ „εὐχαριστῶ.“

δέησιν μὲν οὖν καὶ ἔντευξιν καὶ εὐχαριστίαν οὐκ ἄτοπον καὶ ἀνθρώποις (ἁγίοις) προσενεγκεῖν· ἀλλὰ τὰ μὲν δύο (λέγω δὴ ἔντευξιν καὶ εὐχαριστίαν) οὐ μόνον ἁγίοις ἀλλὰ δὴ καὶ (ἄλλοις) ἀνθρώποις, τὴν δὲ δέησιν μόνον ἁγίοις, εἴ τις εὑρεθείη Παῦλος ἢ Πέτρος, ἵνα ὠφελήσωσιν ἡμᾶς, ἀξίους ποιοῦντες τοῦ τυχεῖν τῆς δεδομένης αὐτοῖς ἐξουσίας πρὸς τὸ ἁμαρτήματα ἀφιέναι· εἰ μὴ ἄρα, κἂν μὴ ἅγιός τις ᾖ, ἀδικήσωμεν δὲ αὐτὸν, δέδοται συναισθηθέντας τῆς εἰς αὐτὸν ἁμαρτίας τὸ δεηθῆναι καὶ τοῦ τοιούτου, ἵν᾿ ἡμῖν ἠδικηκόσι συγγνώμην ἀπονείμῃ, εἰ δὲ ἀνθρώποις ἁγίοις ταῦτα προσενεκτέον, πόσῳ πλέον τῷ Χριστῷ εὐχαριστητέον, τοσαῦτα ἡμᾶς βουλήσει τοῦ πατρὸς εὐεργετήσαντι; ἀλλὰ καὶ ἐντευκτέον αὐτῷ ὡς ὁ εἰπὼν Στέφανος· „κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην“· μιμούμενοί τε τὸν πατέρα τοῦ σεληνιαζομένου ἐροῦμεν· „δέομαι,“ „κύριε, ἐλέησον“ ἢ „τὸν υἱὸν“ ἢ ἐμὲ αὐτὸν ἢ ὃν δή ποτε.