De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Τούτων δὲ ἡμῖν ἑρμηνευθέντων εἰς τὰς διὰ τῶν προσευχῶν γεγενημένας τοῖς ἁγίοις εὐεργεσίας, κατανοήσωμεν τὸ „αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται.“ πάντα γε τὰ συμβολικὰ καὶ τυπικὰ συγκρίσει τῶν ἀληθινῶν καὶ νοητῶν „μικρά“ ἐστι καὶ „ἐπίγεια“· καὶ εἰκὸς ὅτι ὁ θεῖος ἡμᾶς λόγος προκαλούμενος ἐπὶ τὸ μιμεῖσθαι τὰς τῶν ἁγίων εὐχὰς, ἵν᾿ αἰτῶμεν αὐτὰς κατὰ τὸ ἀληθὲς ὧν ἐκεῖνοι ἐπετέλουν τυπικῶν, φησὶ „τὰ ἐπουράνια“ καὶ „μεγάλα,“ δεδηλωμένα διὰ τῶν περὶ ἐπιγείων καὶ μικρῶν πραγμάτων, λέγων· ὑμεῖς οἱ πνευματικοὶ εἶναι βουλόμενοι διὰ τῶν προσευχῶν αἰτήσατε („τὰ ἐπουράνια“ καὶ „μεγάλα“), ἵν᾿ αὐτῶν τυχόντες ὡς ἐπουρανίων βασιλείαν οὐρανῶν κληρονομήσητε καὶ ὡς μεγάλων τῶν μεγίστων ἀγαθῶν ἀπολαύσητε, τὰ δὲ „ἐπίγεια“ καὶ „μικρὰ.“ ὧν διὰ τὰς σωματικὰς ἀνάγκας χρῄζετε, μέτρῳ τοῦ δέοντος ἐπιχορηγήσῃ ὑμῖν ὁ πατήρ.

ἐπεὶ δὲ παρὰ τῷ ἀποστόλῳ τέσσαρα ὀνόματα κατὰ τεσσάρων πραγμάτων, γειτνιώντων τῷ περὶ τῆς εὐχῆς λόγῳ, ἐν τῇ προτέρᾳ πρὸς Τιμόθεον εἴρηται, χρήσιμον ἔσται παραθέμενον αὐτοῦ τὴν λέξιν

v.2.p.331
ἰδεῖν (εἰ) ἕκαστον τῶν τεσσάρων, κυρίως ἂν νοούμενον, ἐκλάβοιμεν καλῶς. λέγει δὲ οὕτως· „παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων“ καὶ τὰ ἑξῆς. ἡγοῦμαι τοίνυν δέησιν μὲν εἶναι τὴν ἐλλείποντός τινι μεθ᾿ ἱκεσίας περὶ τοῦ ἐκείνου τυχεῖν ἀναπεμπομένην εὐχὴν, τὴν δὲ προσευχὴν τὴν μετὰ δοξολογίας περὶ μειζόνων με(??)δγμαίστερον ἀναπεμπομένην ὑπό του, ἔντευξιν δὲ τὴν ὑπὸ παῤῥησίαν τι(??)είονα ἔχοντος περί τινων ἀξίωσιν πρὸς θεὸν, εὐχαριστίαν δὲ τὴν ἐπὶ τῷ τετευχέναι ἀγαθῶν ἀπὸ θεοῦ μετ᾿ εὐχῶν ἀνθομολόγησιν, ἀντειλημμένου τοῦ ἀνθομολογουμένου τοῦ μεγέθους ἢ τῷ εὐεργετηθέντι μεγέθους φαινομένου τῆς εἰς αὐτὸν γεγενημένης εὐεργεσίας.