De oratione
Origen
Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
ταῦτα δέ μοι ἀναγκαιότατα μετὰ τὸν κατάλογον τῶν ὠφεληθέντων διὰ προσευχῆς εἰρῆσθαι νομίζω, ἀποτρέποντι τὴν πνευματικὴν καὶ τὴν ἐν Χριστῷ ζωὴν ποθοῦντας ἀπὸ τοῦ περὶ τῶν μικρῶν καὶ ἐπιγείων εὔχεσθαι καὶ παρακαλοῦντι ἐπὶ τὰ μυστικὰ. ὧν τύποι ἦσαν τὰ προειρημένα μοι, τοὺς ἐντυχόντας τῇδε τῇ γραφῇ. πᾶσα γὰρ ἡ περὶ τῶν προπαρατεθέντων ἡμῖν πνευματικῶν καὶ μυστικῶν εὐχὴ ἀεὶ ὑπὸ τοῦ μὴ „κατὰ σάρκα“ στρατευομένου ἀλλὰ „πνεύματι τὰς πράξεις τοῦ σώματος“ θανατοῦντος ἐπιτελεῖται. προκρινομένων τῶν ἀπὸ τῆς ἀναγωγῆς μετ᾿ ἐξετάσεως παρισταμένων τῆς ἐμφαινομένης κατὰ τὴν λέξιν γεγονέναι τοῖς προσευξαμένοις εὐεργεσίας. καὶ ἐν ἡμῖν γὰρ ἀσκητέον μὴ ἐγγενέσθαι ἄγονον ἢ στεῖραν, ἀκούουσι τοῦ πνευματικοῦ νόμου ὠσὶ πνευματικοῖς· ἵνα ἀποτιθέμενοι τὸ εἶναι ἄγονοι ἢ στεῖραι ἐπακουσθῶμεν ὡς Ἄννα καὶ Ἐζεκίας, καὶ ἵνα ἀπὸ ἐπιβουλευόντων ἐχθρῶν τῶν πνευματικῶν τῆς πονηρίας ῥυσθῶμεν ὡς Μαρδοχαῖος καὶ Ἐσθὴρ καὶ Ἰουδήθ. καὶ ἐπεὶ κάμινός ἐστι σιδηρᾶ Αἴγυπτος, σύμβολον τυγχάνουσα παντὸς τοῦ περιγείου τόπου, πᾶς ὁ ἐκπεφευγὼς τὴν τοῦ βίου τῶν ἀνθρώπων κακίαν καὶ μὴ πεπυρωμένος ὑπὸ τῆς ἁμαρτίας μηδὲ ὡς κλίβανον πλήρη πυρὸς τὴν καρδίαν ἐσχηκὼς μὴ ἔλαττον εὐχαριστείτω τῶν ἐν πυρὶ „δρόσου“ πεπειραμένων. ἀλλὰ καὶ ὁ ἐν τῷ εὔξασθαι καὶ εἰρηκέναι· „μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι“ ἐπακουσθεὶς καὶ μηδὲν ἀπὸ τῆς ἀσπίδος καὶ τοῦ βασιλίσκου παθὼν τῷ διὰ Χριστὸν αὐτὸν αὐτῶν ἐπιβεβηκέναι καὶ καταπατήσας „λέοντα καὶ δράκοντα“ τῇ τε καλῇ ἐξουσίᾳ ὑπὸ Ἰησοῦ δεδομένῃ χρησάμενος „τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ“ καὶ μηδὲν ὑπὸ τῶν τοσούτων ἀδικηθεὶς πλεῖον τοῦ Δανιὴλ εὐχαριστησάτω, ἅτε ἀπὸ φοβερωτέρων καὶ ἐπιβλαβεστέρων
ὅπερ δὲ μέγιστον πεποιηκέναι λέγεται Σαμουὴλ διὰ προσευχῆς, τοῦτο πνευματικῶς δυνατόν ἐστιν ἕκαστον τῶν ἀνακειμένων γνησίως τῷ θεῷ καὶ νῦν ἐπιτελεῖν, ἄξιον τοῦ ἐπακούεσθαι γεγενημένον. γέγραπται γάρ· „καί γε νῦν στῆτε (καὶ ἴδετε) τὸ ῥῆμα τὸ μέγα τοῦτο, ὃ ὁ κύριος ποιεῖ κατ᾿ ὀφθαλμοὺς ὑμῶν. οὐχὶ θερισμὸς πυροῦ σήμερον; ἐπικαλέσομαι κύριον, καὶ δώσει φωνὰς καὶ ὑετόν“· εἶτα μετ᾿ ὀλίγα· „καὶ ἐπεκαλέσατο,“ φησὶ „Σαμουὴλ πρὸς κύριον, καὶ ἔδωκε κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.“ παντὶ γὰρ ἁγίῳ καὶ τῷ Ἰησοῦ γνησίως μαθητεύοντι ὑπὸ τοῦ κυρίου λέγεται· „ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη, ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον.“ ἐν τῷ καιρῷ δὴ τούτῳ τοῦ θερισμοῦ „μέγα ῥῆμα“ „ὁ κύριος ποιεῖ κατ᾿ ὀφθαλμοὺς“ τῶν ἀκουόντων τοὺς προφήτας· ἐπικαλεσαμένου γὰρ τοῦ κεκοσμημένου τῷ ἁγίῳ πνεύματι „πρὸς τὸν κύριον,“ δίδωσιν ὁ θεὸς οὐρανόθεν „φωνὰς καὶ“ τὸν ποτίζοντα τὴν ψυχὴν „ὑετὸν,“ ἵνα ὁ πρότερον ἐν τῇ κακίᾳ ὢν φοβηθῇ σφόδρα τὸν κύριον καὶ τὸν ὑπηρέτην τῆς εὐεργεσίας τοῦ
Τούτων δὲ ἡμῖν ἑρμηνευθέντων εἰς τὰς διὰ τῶν προσευχῶν γεγενημένας τοῖς ἁγίοις εὐεργεσίας, κατανοήσωμεν τὸ „αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται.“ πάντα γε τὰ συμβολικὰ καὶ τυπικὰ συγκρίσει τῶν ἀληθινῶν καὶ νοητῶν „μικρά“ ἐστι καὶ „ἐπίγεια“· καὶ εἰκὸς ὅτι ὁ θεῖος ἡμᾶς λόγος προκαλούμενος ἐπὶ τὸ μιμεῖσθαι τὰς τῶν ἁγίων εὐχὰς, ἵν᾿ αἰτῶμεν αὐτὰς κατὰ τὸ ἀληθὲς ὧν ἐκεῖνοι ἐπετέλουν τυπικῶν, φησὶ „τὰ ἐπουράνια“ καὶ „μεγάλα,“ δεδηλωμένα διὰ τῶν περὶ ἐπιγείων καὶ μικρῶν πραγμάτων, λέγων· ὑμεῖς οἱ πνευματικοὶ εἶναι βουλόμενοι διὰ τῶν προσευχῶν αἰτήσατε („τὰ ἐπουράνια“ καὶ „μεγάλα“), ἵν᾿ αὐτῶν τυχόντες ὡς ἐπουρανίων βασιλείαν οὐρανῶν κληρονομήσητε καὶ ὡς μεγάλων τῶν μεγίστων ἀγαθῶν ἀπολαύσητε, τὰ δὲ „ἐπίγεια“ καὶ „μικρὰ.“ ὧν διὰ τὰς σωματικὰς ἀνάγκας χρῄζετε, μέτρῳ τοῦ δέοντος ἐπιχορηγήσῃ ὑμῖν ὁ πατήρ.
ἐπεὶ δὲ παρὰ τῷ ἀποστόλῳ τέσσαρα ὀνόματα κατὰ τεσσάρων πραγμάτων, γειτνιώντων τῷ περὶ τῆς εὐχῆς λόγῳ, ἐν τῇ προτέρᾳ πρὸς Τιμόθεον εἴρηται, χρήσιμον ἔσται παραθέμενον αὐτοῦ τὴν λέξιν
παραδείγματα δὲ τοῦ μὲν πρώτου ὁ Γαβριὴλ πρὸς τὸν Ζαχαρίαν, περὶ τῆς γενέσεως Ἰωάννου ὡς εἰκὸς εὐξάμενον. λόγος οὕτως ἔχων· „μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην,“ καὶ τὰ ἐν τῇ Ἐξόδῳ ἐπὶ τῇ μοσχοποιΐᾳ ἀναγεγραμμένα τὸν τρόπον τοῦτον· „καὶ ἐδεήθη Μωϋσῆς κατέναντι κυρίου τοῦ θεοῦ καὶ εἶπεν· ἵνα τί θυμοῖ ὀργῇ, κύριε, εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύϊ μεγάλῃ;“ καὶ ἐν Δευτερονομίῳ· „καὶ ἐδεήθην ἔναντι κυρίου δεύτερον καθάπερ καὶ τὸ πρότερον τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας (ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον) περὶ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν ὧν ἡμάρτετε,“ καὶ ἐν τῇ Ἐσθήρ· „Μαρδοχαῖος ἐδεήθη τοῦ θεοῦ, μνημονεύων πάντα τὰ ἔργα τοῦ κυρίου, καὶ εἶπε· κύριε κύριε βασιλεῦ παντοκράτορ,“ καὶ αὐτὴ ἡ Ἐσθὴρ „ἐδεῖτο κυρίου τοῦ θεοῦ Ἰσραὴλ καὶ εἶπε· κύριε, ὁ βασιλεὺς ἡμῶν.“