De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

τί δὲ δεῖ καταλέγειν τοὺς διὰ τοῦ ὃν δεῖ τρόπον προσεύξασθαι μεγίστων ἐπιτετευχότας ἀπὸ θεοῦ, παρὸν ἑκάστῳ ἑαυτῷ ἀπὸ τῶν γραφῶν ἀναλέξασθαι πλείονα; Ἄννα γὰρ ὑπηρέτησε τῇ γενέσει Σαμουὴλ, τῷ Μωϋσεῖ συναριθμηθέντος, ἐπεὶ μὴ τίκτουσα πιστεύσασα προσηύξατο πρὸς κύριον· Ἐζεκίας δὲ ἔτι ἄπαις τυγχάνων, μαθὼν ἀπὸ τοῦ Ἡσαΐου τεθνήξεσθαι, προσευξάμενος εἰς τὴν τοῦ σωτῆρος γενεαλογίαν ἀνείληπται· ἤδη δὲ ὑφ᾿ ἓν πρόσταγμα ἐξ ἐπιβουλῆς τοῦ Ἀμὰν ἀπόλλυσθαι μέλλοντος τοῦ λαοῦ, προσευχὴ μετὰ νηστείας Μαρδοχαίου καὶ Ἐσθὴρ ἐπακουσθεῖσα πρὸς ταῖς κατὰ Μωϋσέα ἑορταῖς τὴν Μαρδοχαϊκὴν ἐγέννησεν εὐφροσύνης τῷ λαῷ ἡμέραν· ἀλλὰ καὶ Ἰουδὴθ ἁγίαν ἀνενεγκοῦσα προσευχὴν τοῦ Ὀλοφέρνου μετὰ θεοῦ περιγίνεται καὶ μία γυνὴ τῶν Ἑβραίων αἰσχύνην ἐποίησε τῷ οἴκῳ τοῦ Ναβουχοδονόσορ· „Ἀνανίας“ δὲ „καὶ Ἀζαρίας καὶ Μισαὴλ“ „πνεῦμα δρόσου διασυρίζον,“ οὐκ ἐῶν ἐνεργεῖν τὴν φλόγα τοῦ πυρὸς, ἄξιοι γεγόνασιν ἐπακουσθέντες λαβεῖν· οἱ δὲ ἐν τῷ λάκκῳ Βαβυλωνίων λέοντες φιμοῦνται διὰ τὰς τοῦ Δανιὴλ προσευχάς· καὶ Ἰωνᾶς δὲ, οὐκ ἀπογνοὺς τὸ ἐπακουσθήσεσθαι ἐκ

v.2.p.327
κοιλίας τοῦ καταπιόντος αὐτὸν κήτους, τὸ ἐλλιπὲς τῆς πρὸς τοὺς Νινευΐτας προφητείας ἐξελθὼν τὴν τοῦ κήτους γαστέρα ἀναπληροῖ.

ὅσα δὲ καὶ ἕκαστος ἡμῶν, ἐὰν εὐχαρίστως μεμνημένος τῶν εἰς αὑτὸν εὐεργεσιῶν περὶ τούτων αἴνους ἀναπέμπειν τῷ θεῷ βούληται, ἔχει ἐκδιηγήσασθαι; ἄγονοί τε γὰρ ἐπὶ πολὺ γεγενημέναι ψυχαὶ, ᾐσθημέναι τῆς στειρώσεως τῶν ἰδίων ἡγεμονικῶν καὶ τῆς ἀγονίας τοῦ νοῦ ἑαυτῶν, ἀπὸ τοῦ ἁγίου πνεύματος διὰ ἐπιμόνου εὐχῆς κυήσασαι σωτηρίους λόγους, θεωρημάτων ἀληθείας πεπληρωμένους, γεγεννήκασιν. ὅσοι δὲ, ἡμῶν πολλάκις μυριάδων ἀντικειμένης δυνάμεως καταστρατευομένων καὶ ἐξαφανίσαι ἀπὸ τῆς θείας ἡμᾶς πίστεως βουλομένων, πολέμιοι διελύθησαν; θαῤῥησάντων ἡμῶν ὅτι „οὗτοι ἐν ἅρμασιν“ „οὗτοι“ δὲ „ἐν ἵπποις“ ἀλλὰ „ἡμεῖς ἐν ὀνόματι κυρίου“ ἐπικαλούμενοι ὁρῶμεν ὅτι ἀληθῶς „ψευδὴς ἵππος εἰς σωτηρίαν.“ ἀλλὰ καὶ τὸν ἀρχιστρατηγὸν τοῦ ἀντικειμένου ἀπατηλὸν καὶ πιθανὸν λόγον, καταπτήσσειν ποιοῦντα πολλοὺς καὶ τῶν πεπιστευκέναι νομιζομένων. ὁ τῷ πρὸς θεὸν αἴνῳ πεποιθὼς διακόπτει πολλάκις· Ἰουδὴθ γὰρ ἑρμηνεύεται αἴνεσις. ὅσοι τε πάσης φλογὸς καυστικωτέροις περιπεσόντες δυσπεριγενήτοις πολλάκις πειρασμοῖς οὐδὲν ὑπ᾿ αὐτῶν πεπόνθασιν ἀλλὰ πάντῃ ἀβλαβεῖς τούτους διεξεληλύθασιν, οὐδὲ τὸ τυχὸν ὀσμῆς „τοῦ“ πολεμίου „πυρὸς“ βλάβην ἐσχηκότες, τί δεῖ καὶ λέγειν; ἀλλὰ καὶ ἐν ὅσοις θηρίοις, καθ᾿ ἡμῶν ἐξηγριωμένοις, πονηροῖς πνεύμασι καὶ ἀνθρώποις ὠμοῖς παρατυχόντες ταῖς εὐχαῖς αὐτοὺς πολλάκις ἐφίμωσαν. οὐ δεδυνημένων ἐγχρίψαι τοὺς ὀδόντας αὐτῶν τοῖς γεγενημένοις ἡμῶν μέλεσι τοῦ Χριστοῦ; πολλάκις γὰρ καθ᾿ ἕκαστον τῶν ἁγίων „τὰς μύλας τῶν λεόντων συνέθλασε κύριος,“ καὶ ἐξουδενώθησαν „ὡς ὕδωρ παραπορευόμενον.“ ἴσμεν δὲ πολλάκις φυγάδας προσταγμάτων θεοῦ καταποθέντας ὑπὸ τοῦ θανάτου, πρότερον κατ᾿ αὐτῶν ἰσχύσαντος, διὰ τὴν μετάνοιαν σωθέντας ἀπὸ τοῦ τηλικούτου κακοῦ, οὐκ ἀπεγνωκότας τὸ σῴζεσθαι δύνασθαι ἤδη „ἐν τῇ κοιλίᾳ τοῦ“ θανάτου

v.2.p.328
κεκρατημένους· „κατέπιε γὰρ ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.“