De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

ὥσπερ οὖν ταῦτα οὐ κατὰ συντυχίαν νομιστέον γίνεσθα(??)ὶ ὅτε γίνεται. τοῦ ἠριθμηκότος πάσας τὰς τρίχας τῆς τῶν ἁγίων κεφαλῆς ἁρμονίως συναγαγόντος παρὰ τὸν καιρὸν τῆς εὐχῆς τὸν ὑπηρέτην ἐσόμενον τῷ δεομένῳ τῆς εὐποιΐας τῆς ἀπ᾿ αὐτοῦ εἰσακούοντα. τῷ πιστῶς δεδεημένῳ· οὕτως ὑποληπτέον συνάγεσθαί ποτε τῶν ἐπισκοπούντων καὶ λειτουργούντων τῷ θεῷ ἀγγέλων παρουσίαν τῷδέ τινι τῶν εὐχομένων, ἵνα συμπνεύσωσιν οἷς ὁ εὐχόμενος ἠξίωσεν. ἀλλὰ καὶ ὁ ἑκάστου ἄγγελος, „καὶ τῶν“ ἐν τῇ ἐκκλησίᾳ „μικρῶν,“ „διὰ παντὸς“ βλέπων „τὸ πρόσωπον τοῦ πατρὸς“ „τοῦ ἐν τοῖς οὐρανοῖς“ καὶ ἐνορῶν τοῦ κτίσαντος ἡμᾶς τὴν θειότητα, συνεύχεταί τε ἡμῖν καὶ συμπράττει ἐν οἷς δυνατόν ἐστι περὶ ὧν εὐχόμεθα.

Πρὸς δὲ τούτοις δυνάμεως πεπληρωμένους νομίζω τοὺς λόγους τῆς τῶν ἁγίων εὐχῆς, μάλιστα ὅτε προσευχόμενοι „πνεύματι“ προσεύχονται „καὶ τῷ νοΐ,“ φωτὶ ἐοικότι ἀνατέλλοντι ἀπὸ τῆς τοῦ εὐχομένου διανοίας καὶ προϊόντι ἐκ στόματος αὐτοῦ ὑπεκλύειν δυνάμει θεοῦ τὸν ἐνιέμενον νοητὸν ἰὸν ἀπὸ τῶν ἀντικειμένων δυνάμεων τῷ ἡγεμονικῷ τῶν ἀμελούντων τοῦ εὔχεσθαι καὶ τὸ „ἀδιαλείπτως προσεύχεσθε“ ἀκολούθως ταῖς τοῦ Ἰησοῦ προτροπαῖς εἰρημένον παρὰ τῷ Παύλῳ μὴ φυλαττόντων. ὡσπερεὶ γὰρ βέλος ἀπὸ τῆς τοῦ εὐχομένου ψυχῆς τῇ γνώσει καὶ τῷ λόγῳ η τῇ πίστει πρόεισιν ἀπὸ τοῦ ἁγίου, τιτρῶσκον ἐπὶ καθαιρέσει καὶ καταλύσει τὰ ἐχθρὰ τῷ θεῷ πνεύματα, τοῖς τῆς ἁμαρτίας δεσμοῖς περιβαλεῖν ἡμᾶς θέλοντα.