De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Καὶ ταῦτα μὲν ὡς καθ᾿ ὑπόθεσιν εἴρηται. καὶ εἰ μηδὲν ἕτερον ἡμῖν ἐπακολουθήσει εὐχομένοις, ὅτι τὰ κάλλιστα κερδαίνομεν. τὸ καθὸ δεῖ εὔχεσθαι νενοηκότες καὶ κατορθοῦντες· σαφὲς δὲ ὅτι ὁ οὕτως εὐχόμενος ἔτι λαλῶν ἀκούσεται, τῇ ἐνεργείᾳ τοῦ ἐπακούοντος ἐνορῶν, τὸ „ἰδοὺ πάρειμι,“ πᾶσαν τὴν πρὸς τὴν πρόνοιαν δυσαρέστησιν, πρὶν εὔξασθαι. ἀποβεβληκώς. τοῦτο γάρ ἐστι δηλούμενον ἐκ τοῦ· „ἐὰν ἀφέλῃς ἀπὸ σοῦ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥῆμα γογγυσμοῦ,“ τοῦ εὐαρεστουμένου τοῖς γινομένοις ἐλευθέρου ἀπὸ παντὸς δεσμοῦ γεγενημένου καὶ μὴ ἀντιχειροτονοῦντος τῷ θεῷ. ἅ βούλεται πρὸς γυμνάσιον ἡμῶν διατασσομένῳ, ἀλλὰ μηδὲ κατὰ τὸ κρυπτὸν τῶν λογισμῶν γογγύζοντος χωρὶς ἀκουστῆς ἀνθρώποις φωνῆς· ὅντινα γογγυσμὸν δίκην πονηρῶν οἰκετῶν, οὐκ ἐν φανερωτέρῳ

v.2.p.320
αἰτιωμένων τὰς προστάξεις τῶν δεσποτῶν, γογγύζουσιν οἱ μὴ τολμῶντες μὲν φωνῇ καὶ ὅλῃ ψυχῇ κακολογεῖν ἐπὶ τοῖς συμβαίνουσι τὴν πρόνοιαν οἱονεὶ δὲ βουλόμενοι καὶ τὸν τῶν ὅλων κύριον ἐφ᾿ οἷς δυσαρεστοῦνται λαθεῖν. καὶ οἶμαι τοῦτ᾿ εἶναι καὶ τὸ ἐν τῷ Ἰώβ· „ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν οὐδὲν ἥμαρτεν Ἰὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ,“ ἐπὶ τοῦ πρὸ αὐτοῦ πειρασμοῦ ἀναγεγραμμένου· „ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν οὐδὲν ἥμαρτεν Ἰὼβ ἐνώπιον τοῦ θεοῦ“· ὃ δὴ προστάσσων μὴ δεῖν γίνεσθαι ἐν τῷ Δευτερονομίῳ ὁ λόγος φησί· „πρόσεχε μή ποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου, ἀνόμημα, λέγων· ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον“ καὶ τὰ ἑξῆς.

ὁ τοίνυν οὕτως εὐχόμενος τοσαῦτα προωφεληθεὶς ἐπιτηδειότερος γίνεται ἀνακραθῆναι τῷ πεπληρωκότι τὴν πᾶσαν οἰκουμένην τοῦ κυρίου πνεύματι καὶ τῷ πᾶσαν τὴν γῆν καὶ τὸν οὐρανὸν πεπληρωκότι, διὰ τοῦ προφήτου λέγοντι οὕτως· „οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος“· ἔτι δὲ διά τε τῆς προειρημένης καθαρεύσεως καὶ τῆς εὐχῆς τοῦ μέσον καὶ τῶν μὴ γινωσκόντων αὐτὸν ἑστηκότος λόγου θεοῦ, οὐδενὸς ἀπολειπομένου τῆς εὐχῆς, μεθέξει, συνευχομένου πρὸς τὸν πατέρα τῷ ὑπ᾿ αὐτοῦ μεσιτευομένῳ. „ἀρχιερεὺς“ γὰρ τῶν προσφορῶν ἡμῶν καὶ πρὸς τὸν πατέρα „παράκλητός“ ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, εὐχόμενος ὑπὲρ τῶν εὐχομένων καὶ συμπαρακαλῶν τοῖς παρακαλοῦσιν, οὐκ ἂν ὡς ὑπὲρ οἰκείων εὐξόμενος τῶν μὴ δι᾿ αὐτοῦ συνεχέστερον εὐχομένων οὐδ᾿ ἂν ὡς ὑπὲρ ἤδη ἰδίων „παράκλητος“ ἐσόμενος πρὸς τὸν θεὸν τῶν μὴ πειθομένων ταῖς εἰς· „τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν“ διδασκαλίαις. „ἔλεγε γὰρ,“ φησὶ, „παραβολὴν πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν· κριτής τις ἦν ἔν τινι πόλει“

v.2.p.321
καὶ τὰ ἑξῆς· καὶ ἐν τοῖς πρὸ τούτων· „καὶ εἶπε πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονύκτιον καὶ εἴπῃ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους, ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὅ παραθήσω αὐτῷ“· καὶ μετ᾿ ὀλίγα· „λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει.“ τίς δὲ μὴ προτραπῇ τῶν τῷ ἀψευδεῖ στόματι πιστευόντων Ἰησοῦ ἀόκνως εὔχεσθαι, λέγοντος· „αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν“· „πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει“; ἐπεὶ ὁ χρηστὸς πατὴρ τὸν ζῶντα ἄρτον αἰτούντων ἡμῶν αὐτὸν (οὐχ ὃν βούλεται λίθον τροφὴν γενέσθαι τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ ὁ ἀντικείμενος) δίδωσι τοῖς τὸ „πνεῦμα τῆς υἱοθεσίας“ εἰληφόσιν ἀπὸ τοῦ πατρός· καὶ δίδωσιν „ὁ πατὴρ“ „τὸ ἀγαθὸν δόμα“ ὕων „ἐξ οὐρανοῦ“ „τοῖς αἰτοῦσιν αὐτόν.“