De oratione

Origen

Origenes. Origenes Werke, Vol 2. Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Τὰ διὰ τὸ εἶναι μέγιστα καὶ ὑπὲρ ἄνθρωπον τυγχάνειν εἰς ὑπερβολήν τε ὑπεράνω τῆς ἐπικήρου φύσεως ἡμῶν ἀδύνατα τῷ λογικῷ καὶ θνητῷ γένει καταλαβεῖν ἐν πολλῇ δὲ καὶ ἀμετρήτῳ ἐκχεομένῃ ἀπὸ θεοῦ εἰς ἀνθρώπους χάριτι θεοῦ διὰ τοῦ τῆς ἀνυπερβλήτου εἰς ἡμᾶς χάριτος ὑπηρέτου Ἰησοῦ Χριστοῦ καὶ τοῦ συνεργοῦ πνεύματος βουλήσει θεοῦ δυνατὰ γίνεται. ἀδύνατον γοῦν τῇ ἀνθρωπίνῃ φύσει ὑπάρχον σοφίας κτῆσις, ᾗ τὰ πάντα κατεσκεύασται („πάντα“ γὰρ κατὰ τὸν Δαυῒδ ὁ θεὸς „ἐν σοφίᾳ“ ἐποίησε), δυνατὸν ἐξ ἀδυνάτου γίνεται διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, „ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.“ „τίς γὰρ ἄνθρωπος γνώσεται βουλὴν θεοῦ; ἢ τίς ἐνθυμηθήσεται τί θέλει ὁ κύριος; ἐπεὶ λογισμοὶ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχὴν. καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφροντίδα. καὶ μόγις εἰκάζομεν τὰ ἐπὶ γῆς, τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασε;“ τίς δ᾿ οὐκ ἂν εἴποι ἀδύνατον εἶναι ἀνθρώπῳ ἐξιχνιάσαι „τὰ ἐν οὐρανοῖς;“ ἀλλ᾿ ὅμως τοῦτο τὸ ἀδύνατον τῇ ὑπερβαλλούσῃ χάριτι τοῦ θεοῦ δυνατὸν γίνεται· ὁ γὰρ ἁρπαγεὶς εἰς τρίτον οὐρανὸν ἐξιχνίασε τάχα τὰ ἐν τοῖς τρισὶν οὐρανοῖς διὰ τὸ ἀκηκοέναι „ἄῤῥητα ῥήματα, ἃ μὴ ἐξὸν ἀνθρώπῳ λαλῆσαι“ ἦν. τίς δὲ δύναται εἰπεῖν ὅτι δυνατὸν ἀνθρώπῳ

v.2.p.298
γνωσθῆναι τὸν τοῦ κυρίου νοῦν; ἀλλὰ καὶ τοῦτο ὁ θεὸς διὰ Χριστοῦ χαρίζεται . . . . . . . . . . . . . . . τὸ θέλημα τοῦ κυρίου ἑαυτῶν οὐκέτι, ὅτε διδάσκει αὐτοὺς τὸ θέλημα τοῦ κυρίου εἶναι θέλοντος ἀλλὰ εἰς φίλον μεταβάλλοντος τούτοις, ὧν κύριος πρότερον ἦν. ἀλλὰ καὶ ὡς οὐδεὶς „οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς“ οἶδεν „εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.“ εἰ δὲ μηδεὶς „οἶδε“ „τὰ τοῦ θεοῦ“ „εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ,“ ἀδύνατον εἰδέναι ἄνθρωπον „τὰ τοῦ θεοῦ.“ καὶ τοῦτο δὲ κατανόησον, πῶς δυνατὸν γίνεται· „ἡμεῖς δὲ,“ φησὶν, „οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ᾿ ἐν διδακτοῖς τοῦ πνεύματος.“

Ἀλλ᾿ εἰκὸς, Ἀμβρόσιε θεοσεβέστατε καὶ φιλοπονώτατε καὶ Τατιανὴ κοσμιωτάτη καὶ ἀνδρειοτάτη (ἀφ᾿ ἧς ἐκλελοιπέναι „τὰ γυναικεῖα“ ὃν τρόπον ἐκλελοίπει τῇ Σάῤῥᾳ ἤδη εὔχομαι), ὑμᾶς ἀπορεῖν τί δή ποτε, περὶ εὐχῆς προκειμένου ἡμῖν τοῦ λόγου, ταῦτα ἐν προοιμίοις περὶ τῶν ἀδυνάτων ἀνθρώποις δυνατῶν χάριτι θεοῦ γινομένων εἴρηται. ἓν τῶν ἀδυνάτων ὅσον ἐπὶ τῇ ἀσθενείᾳ ἡμῶν πείθομαι τυγχάνειν τρανῶσαι τὸν περὶ τῆς εὐχῆς ἀκριβῶς καὶ θεοπρεπῶς

v.2.p.299
πάντα λόγον καὶ τὸν περὶ τοῦ, τίνα τρόπον εὔχεσθαι δεῖ, καὶ τίνα ἐπὶ τῆς εὐχῆς λέγειν πρὸς θεὸν. καὶ ποῖοι καιροὶ ποίων καιρῶν πρὸς τὴν εὐχήν εἰσιν ἐπιτηδειότεροι . . . . . . . . . . . . . . . . . . τὸν διὰ τὴν ὑπερβολὴν „τῶν ἀποκαλύψεων“ εὐλαβούμενον, „μή τις“ εἰς αὐτὸν „λογίσηται ὑπὲρ ὃ βλέπει“ „ἢ ἀκούει ἐξ“ αὐτοῦ, ὁμολογεῖν „καθὸ δεῖ“ προσεύχεσθαι μὴ εἰδέναι· ὃ γὰρ δεῖ προσεύξασθαι, φησὶ, „καθὸ δεῖ οὐκ οἴδαμεν.“ ἀναγκαῖον δὲ οὐ τὸ προσεύχεσθαι μόνον ἀλλὰ καὶ τὸ προσεύχεσθαι „καθὸ δεῖ“ καὶ προσεύχεσθαι ὃ δεῖ. ἵνα γὰρ καὶ ὃ δεῖ προσεύχεσθαι δυνηθῶμεν καταλαβεῖν, ἐλλιπές ἐστι τοῦτο, ἐὰν μὴ καὶ τὸ „καθὸ δεῖ“ προσλάβωμεν. τί δὲ ἡμῖν ὄφελος τοῦ „καθὸ δεῖ,“ μὴ εἰδόσιν εὔχεσθαι ὃ δεῖ;

τὸ μὲν οὖν ἕτερον τούτων, λέγω δὴ τὸ ὃ δεῖ. οἱ λόγοι εἰσὶ τῆς εὐχῆς, τὸ δὲ „καθὸ δεῖ“ ἡ κατάστασις τοῦ εὐχομένου· οἷον ὡς ἐπὶ παραδείγματος τὸ μὲν ὃ δεῖ· „αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται,“ καὶ „αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια ὑμῖν προστεθήσεται,“ καὶ „προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς,“ καὶ „δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ,“ καὶ „προσεύχεσθε μὴ εἰσελθεῖν εἰς

v.2.p.300
πειρασμὸν,“ καὶ „προσεύχεσθε, ἵνα μὴ γένηται ὑμῶν ἡ φυγὴ χειμῶνι μηδὲ σαββάτῳ,“ καὶ „προσευχόμενοι δὲ μὴ βαττολογήσητε,“ καὶ εἴ τι τούτοις ἐστὶ παραπλήσιον· τὸ δὲ „καθὸ δεῖ“· „βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίας χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ, μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν ἢ χρυσῷ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ ἀλλ᾿, ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι᾿ ἔργων ἀγαθῶν.“ τοῦ δὲ „καθὸ δεῖ“ διδασκαλικόν ἐστι καὶ τό· „ἐὰν οὖν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου“· ποῖον γὰρ θεῷ δῶρον ἀπὸ τοῦ λογικοῦ μεῖζον ἀναπέμπεσθαι δύναται εὐώδους λόγου εὐχῆς, προσφερομένης ἀπὸ συνειδότος μὴ ἔχοντος δυσῶδες ἀπὸ τῆς ἁμαρτίας; ἔτι δὲ τοῦ „καθὸ δεῖ“ τό· „μὴ ἀποστερεῖτε ἀλλήλους, ἐὰν μή τι ἐκ συμφωνίας πρὸς καιρὸν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ ἐπιχαρῇ ὑμῖν ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.“ διὰ τούτων γὰρ ἐμποδίζεται τὸ „καθὸ δεῖ,“ ἐὰν μὴ καὶ τῶν κατὰ τὸν γάμον σιωπᾶσθαι ἀξίων μυστηρίων τὸ ἔργον σεμνότερον καὶ βραδύτερον καὶ ἀπαθέστερον γίνηται, τῆς λεγομένης ἐνταυθοῖ „συμφωνίας“ τὸ ἀσύμφωνον τοῦ πάθους ἀφανιζούσης καὶ τὴν ἀκρασίαν ἀναλισκούσης τοῦ τε σατανᾶ τὸ ἐπιχαιρησίκακον κωλυούσης. πρὸς τούτοις τοῦ „καθὸ δεῖ“ ἐστι διδασκαλικὸν τό· „ἐὰν στήκητε προσευχόμενοι, ἀφίετε, εἴ τι ἂν ἔχητε κατά τινος“· καὶ τὸ παρὰ τῷ Παύλῳ δέ· „πᾶς ἀνὴρ εὐχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ, πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν ἑαυτῆς“ τοῦ „καθὸ δεῖ“ ἐστι παραστατικόν.