Exhortatio ad martyrium
Origen
Origenes. Origenes Werke, Vol 1, Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
Ἔστι προσδοκῆσαι καὶ τῆς ἀσεβείας τινὰ προφήτην τάχα οὐχ ἕνα ἀλλὰ πλείονας λαλήσοντας ἡμῖν ὡς κυρίου „ῥῆμα, ὃ οὐ προσέταξε“ κύριος, ἢ ὡς σοφίας λόγον τὸν ἀλλότριον τῆς σοφίας, ἵν᾿ ἡμᾶς ἀποκτείνῃ τῷ λόγῳ τοῦ στόματος αὐτοῦ. ἀλλ᾿ ἡμεῖς καὶ τότε ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον ἡμῶν εἴπωμεν· „ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων“. καλὴ γὰρ ἡ πρὸς τοὺς ἀσεβεῖς λόγους κώφωσις, ἐπὰν ἀπογινώσκωμεν τὴν τῶν τὰ χείρονα λεγόντων ἐπανόρθωσιν.
Χρήσιμον δὲ ἡμᾶς ἐννοεῖν ἐν τοῖς καιροῖς τῶν ἐπὶ τὰ ἐναντία προκαλουμένων, τί διδάξαι βουλόμενος ὁ θεός φησι τό· „ἐγώ εἰμι κύριος ὁ θεός σου ζηλωτής.“ καὶ οἶμαί γε ὅτι ὃν τρόπον νυμφίος ἐπιστρέφων τὴν νύμφην πρὸς τὸ σεμνῶς βιοῦν συνάγουσαν μὲν πᾶσαν ἑαυτὴν πρὸς τὸν νυμφίον παντὶ δὲ τρόπῳ φυλαττομένην ἐκχεῖσθαι πρὸς