Exhortatio ad martyrium

Origen

Origenes. Origenes Werke, Vol 1, Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Εἴπερ δὲ ὁ φάσκων· „οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα“ καὶ τὰ ἑξῆς, ὡς διαφερόντων πρὸς ἄλληλα τοῦ· „οὐ προσκυνήσεις αὐτοῖς“ καὶ τοῦ· „οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς“, ταῦτα λέγει, μή ποτε ὁ μὲν διακείμενος πρὸς τὰ εἴδωλα λατρεύῃ αὐτοῖς· ὁ δὲ μὴ διακείμενος ἀλλὰ διὰ δειλίαν, ἥνπερ ὀνομάζει συμπεριφορὰν, καθυποκρινόμενος αὐτὰ ὑπὲρ τοῦ δοκεῖν ὁμοίως τοῖς πολλοῖς εὐσεβεῖν οὐ λατρεύει μὲν προσκυνεῖ δὲ τοῖς εἰδώλοις. καὶ εἴποιμ᾿ ἂν ὅτι οἱ ἐπὶ δικαστηρίου ἐξομνύμενοι τὸν χριστιανισμὸν ἢ πρὸ δικαστηρίου οὐ λατρεύουσι μὲν προσκυνοῦσι δὲ τοῖς εἰδώλοις. λαμβάνοντες τὸ ὄνομα κυρίου τοῦ θεοῦ τὸ „θεὸς“ ἐπὶ ματαίῳ καὶ ἀψύχῳ ὕλῃ. προσεκύνουν δὲ οὕτως καὶ οὐκ ἐλάτρευον εἰδώλοις ὁ βεβηλωθεὶς λαὸς „εἰς τὰς θυγατέρας Μωάβ“. γέγραπται γοῦν αὐταῖς λέξεσιν ὅτι „ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ“. καὶ παρατήρει ὅτι οὐκ εἴρηται· καὶ ἐλάτρευσαν τοῖς εἰδώλοις αὐτῶν, οὐδὲ γὰρ οἷόν τε ἦν μετὰ τοσαῦτα σημεῖα καὶ τέρατα ὑπὸ μίαν καιροῦ ῥοπὴν πεισθῆναι ὑπὸ τῶν γυναικῶν, μεθ᾿ ὧν ἐξεπόρνευον, πρὸς τὸ νομίσαι θεοὺς τὰ εἴδωλα. τάχα δὲ οὕτως καὶ κατὰ τὴν ἐν τῇ Ἐξόδῳ μοσχοποιΐαν „προσεκύνησαν“, οὐ λατρεύσαντες τῷ μόσχῳ, ὃν γινόμενον ἐθεάσαντο.

v.1.p.8

δοκίμιον οὖν καὶ ἐξεταστήριον τῆς πρὸς τὸ θεῖον ἀγάπης νομιστέον ἡμῖν γεγονέναι τὸν ἑστηκότα πειρασμόν. „πειράζει γὰρ ὁ κύριος ὑμᾶς“, ὡς ἐν Δευτερονομίῳ γέγραπται, „εἰδέναι, εἰ ἀγαπᾶτε τὸν κύριον τὸν θεὸν ὑμῶν ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν“. ἀλλ᾿ ὑμεῖς πειραζόμενοι „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύσεσθε καὶ αὐτὸν φοβηθήσεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξεσθε“, καὶ μάλιστα τήν· „οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ“, „καὶ τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε καὶ αὐτῷ προστεθήσεσθε“, λαμβάνοντι μὲν ὑμᾶς ἀπὸ τῶν τῇδε χωρίων, προστιθέντι δὲ αὐτῷ εἰς „τὴν“, ὡς ὁ ἀπόστολος ὠνόμασεν, „αὔξησιν τοῦ θεοῦ“ ἐν αὐτῷ.