Exhortatio ad martyrium

Origen

Origenes. Origenes Werke, Vol 1, Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.

Εὐχόμην οὖν ὑμᾶς παρ᾿ ὅλον τὸν ἐνεστηκότα ἀγῶνα μεμνημένους τοῦ ἀποκειμένου πολλοῦ ἐν οὐρανοῖς μισθοῦ τοῖς διωχθεῖσι καὶ ὀνειδισθεῖσιν „ἕνεκεν δικαιοσύνης“ καὶ ἕνεκεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου χαίρειν καὶ ἀγαλλιᾶν καὶ σκιρτᾶν, ὥσπερ οἱ ἀπόστολοι ἐχάρησάν ποτε καταξιωθέντες „ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι“. εἰ δὲ καί ποτε αἰσθάνοισθε συστολῆς περὶ τὴν ψυχὴν ὑμῶν, εἰπάτω αὐτῇ ὁ ἐν ἡμῖν Χριστοῦ νοῦς θελούσῃ τὸ ὅσον ἐφ᾿ ἑαυτῇ καὶ αὐτὸν συγχεῖν· „ἵνα τί περίλυπος εἶ ψυχή; καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ·“ καὶ πάλιν. εἴθε μὲν μηδαμῶς μὴ ταραχθείη ἡ ψυχὴ, ἀλλὰ καὶ παρ᾿ αὐτοῖς τοῖς δικαστηρίοις καὶ παρὰ γυμνοῖς τοῖς ξίφεσιν ἐπιφερομένοις τῷ τραχήλῳ φρουροῖτο ὑπὸ τῆς ὑπερεχούσης „πάντα νοῦν“ εἰρήνης τοῦ θεοῦ καὶ γαληνιάζοι, λογιζομένη ὅτι οἱ ἐκδημοῦντες „ἐκ τοῦ σώματος“ ἐνδημοῦσιν αὐτῷ τῷ τῶν ὅλων κυρίῳ· εἰ δὲ μὴ τηλικοῦτοί ἐσμεν, ὡς ἀεὶ τὸ ἀτάραχον διατηρεῖν, κἂν μὴ ἐκχέοιτο μηδὲ τοῖς ἔξω ἐμφαίνοιτο ἡ τῆς ψυχῆς ταραχὴ, ἵνα ἀπολογίας χώραν ἔχωμεν πρὸς θεὸν λέγοντες

v.1.p.6
αὐτῷ· „ὁ θεός μου, πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη.“ μεμνῆσθαι δὲ ἡμᾶς ὁ λόγος παρακαλεῖ καὶ τοῦ ἐν Ἡσαΐᾳ τοῦτον εἰρημένου τὸν τρόπον· „μὴ φοβεῖσθε ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε.“ καὶ γὰρ ἄτοπον ἐναργῶς ἐφεστῶτος θεοῦ τῇ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ κινήσει καὶ τοῖς ἐν γῇ καὶ θαλάσσῃ ὑπὸ τῆς θείας τέχνης αὐτοῦ ἐπιτελουμένοις ἐν παντοδαπῶν ζῴων καὶ φυτῶν γενέσεσι καὶ συστάσεσι καὶ τροφαῖς καὶ αὐξήσεσι καμμύσαι μὲν καὶ μὴ ἐνορᾶν θεῷ, τρέψαι δὲ τοὺς ὀφθαλμοὺς ἐπὶ φόβον τῶν μετ᾿ ὀλίγον τεθνηξομένων καὶ παραδοθησομένων τῇ κατ᾿ ἀξίαν αὐτῶν δίκῃ.

Τῷ μὲν οὖν Ἀβραάμ ποτε ὑπὸ θεοῦ εἴρητο· „ἔξελθε ἐκ τῆς γῆς σου“, ἡμῖν δὲ τάχα μετ᾿ ὀλίγον λεχθήσεται· ἐξέλθετε ἀπὸ τῆς ὅλης γῆς· ᾧ πείθεσθαι καλὸν, ἵνα ἡμῖν ταχέως δείξῃ τοὺς οὐρανοὺς, ἐν οἷς ἐστιν ἡ καλουμένη τῶν οὐρανῶν βασιλεία. περὶ μὲν οὖν πολλῶν ἀρετῶν ἔστιν ἰδεῖν τὸν βίον ἀγώνων πεπληρωμένον καὶ τοὺς ἀγωνιζομένους. δόξουσι γὰρ περὶ μὲν σωφροσύνης καὶ ἕτεροι τῶν ἀπὸ τῆς τοῦ θεοῦ μερίδος ἠγωνίσθαι πολλοὶ, καὶ μετὰ ἀνδρείας ἐναποτεθνηκέναι τινὲς τηροῦντες τὴν ὑπὲρ τοῦ κοινοῦ δεσπότου πρόθεσιν, φρονήσεώς τε ἐπιμεμελῆσθαι οἱ περὶ τοὺς ἐξεταζομένους λόγους δεινοὶ, καὶ δικαιοσύνῃ ἑαυτοὺς ἐπιδεδωκέναι οἱ δικαίως ζῆν προτεθειμένοι. καὶ στρατεύεταί γε καθ᾿ ἑκάστης ἀρετῆς ἤτοι „τὸ τῆς σαρκὸς φρόνημα“ ἢ καὶ τὰ πολλὰ τῶν ἐκτός· περὶ δὲ εὐσεβείας μόνον „τὸ ἐκλεκτὸν“ ἀγωνίζεται „γένος, τὸ βασίλειον ἱεράτευμα, τὸ ἔθνος τὸ ἅγιον, ὁ λαὸς ὁ εἰς περιποίησιν·“ οὐδὲ μέχρι τοῦ δοκεῖν δεικνύντων τῶν λοιπῶν ἀνθρώπων ὅτι, εἰ ἔστι τὰ ἀνταγωνιζόμενα τοῖς εὐσεβέσι, προτίθενται ὑπὲρ εὐσεβείας ἀποθνῄσκειν προτιμῶντες τὸν μετ᾿ εὐσεβείας θάνατον τοῦ μετὰ ἀσεβείας ζῆν. καὶ ἕκαστός γε τῶν ἀπὸ τοῦ ἐκλεκτοῦ γένους εἶναι θελόντων ἀκούειν πείθεται θεοῦ παντὶ καιρῷ λέγοντος, καὶ ὅτε ἐπιβουλεύουσιν αὐτῷ οἱ προφάσει τοῦ εἶναι πολύθεοι ὄντες ἄθεοι, τό· „οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ“

v.1.p.7
καὶ τό· „ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνησθήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν, οὐδὲ ὀνομασθήσεται ἐκ τοῦ στόματος ὑμῶν“. διόπερ „καρδίᾳ“ μὲν ὁ θεὸς τοῖς τοιούτοις „πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται“ τοῖς τοιούτοις „εἰς σωτηρίαν“, καταλαμβάνουσιν ὅτι οὔτε δικαιωθήσονται, ἐὰν μὴ οὕτω πιστεύσωσι τῷ θεῷ τῆς καρδίας αὐτῶν οὕτω διακειμένης, οὔτε ἐν σωτηρίᾳ ἔσονται, ἐὰν μὴ ὁποία ἡ διάθεσις ᾖ, τοιοῦτος καὶ ὁ λόγος. ἑαυτοὺς γὰρ ἀπατῶσιν οἱ νομίζοντες ἀρκεῖν πρὸς τὸ τυχεῖν ἐν Χριστῷ τέλους τό· „καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην“, κἂν μὴ προσῇ τό· „στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν“. καὶ ἔστι γε εἰπεῖν ὅτι μᾶλλόν ἐστι „τοῖς χείλεσι“ τιμᾶν τὴν καρδίαν „πόῤῥω“ ἔχοντα ἀπὸ θεοῦ, ἤπερ τῇ „καρδίᾳ“ τιμᾶν αὐτὸν, τοῦ στόματος μὴ ὁμολογοῦντος „εἰς σωτηρίαν“.