Exhortatio ad martyrium
Origen
Origenes. Origenes Werke, Vol 1, Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
Καὶ τοῦτο δὲ γινώσκομεν, ὅτι πεισθέντας ἡμᾶς ὑπὸ τοῦ Ἰησοῦ καταλιπεῖν τὰ εἴδωλα καὶ τὴν πολύθεον ἀθεότητα πεῖσαι μὲν ὁ ἐχθρὸς οὐ δύναται πρὸς τὸ εἰδωλολατρεῖν βιάσασθαι δὲ βούλεται· καὶ διὰ τοῦτο καθ᾿ ὧν λαμβάνει ἐξουσίαν ἐνεργεῖ τοιαῦτα καὶ ἤτοι μάρτυρας ἢ εἰδωλολάτρας ποιήσει τοὺς πειραζομένους. πολλάκις δὲ καὶ νῦν λέγει· „ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.“ προσέχωμεν οὖν, μή ποτε εἰδωλολατρήσωμεν καὶ τοῖς δαιμονίοις ἑαυτοὺς ὑποτάξωμεν· τὰ γὰρ εἴδωλα τῶν ἐθνῶν δαιμόνια. οἷον δέ ἐστι τὸ καταλιπόντα τὸν χρηστὸν Χριστοῦ ζυγὸν καὶ τὸ „ἐλαφρὸν“ αὐτοῦ „φορτίον“ πάλιν ἑαυτὸν ὑποβαλεῖν ζυγῷ δαιμόνων καὶ φορτίον βαστάξαι βαρυτάτης ἁμαρτίας μετὰ τὸ ἐγνωκέναι ἡμᾶς ὅτι „σποδὸς ἡ καρδία“ τῶν εἰδώλοις λατρευόντων καὶ „πηλοῦ ἀτιμότερος ὁ βίος“ αὐτῶν καὶ μετὰ τὸ εἰρηκέναι ἡμᾶς· „ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὑετίζων.“