Exhortatio ad martyrium
Origen
Origenes. Origenes Werke, Vol 1, Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
Ἀλλὰ εἰκός τινα διὰ τό· „πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο“ μὴ ἀκριβώσαντα τὸ βούλημα τῆς γραφῆς νομίζειν ὅτι οἱονεὶ καὶ ὁ σωτὴρ ἐδειλίασε παρὰ τὸν τοῦ πάθους καιρόν· ἐκείνου δὲ δειλιάσαντος, εἴποι τις ἂν, ὅτι τίς γενναῖος εἰς ἀεί; πρῶτον δὲ πευσόμεθα τῶν ταῦτα περὶ τοῦ σωτῆρος ὑπολαμβανόντων, εἰ ἐλάττων ἦν τοῦ λέγοντος· „κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον. ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπιῶ.“ τάχα δὲ οὐδὲ ἄλλου τινός ἐστι ταῦτα ἐν τῷ προφήτῃ λεγόμενα τὰ ῥήματα ἢ τοῦ σωτῆρος διὰ τὸν ἀπὸ τοῦ πατρὸς φωτισμὸν καὶ τὴν ἀπ᾿ αὐτοῦ σωτηρίαν οὐδένα φοβουμένου καὶ διὰ τὸν ὑπερασπισμὸν, ὃν ὑπερήσπιζεν αὐτοῦ ὁ θεὸς, ἀπὸ μηδενὸς δειλιῶντος. τούτου δὲ καὶ ἡ καρδία οὐδαμῶς ἐφοβεῖτο παρατασσομένης ἐπ᾿ αὐτὸν ὅλης τῆς τοῦ σατανᾶ παρεμβο λῆς· ἤλπιζε δὲ καὶ ἐπὶ θεῷ πεπληρωμένη ἱερῶν δογμάτων αὐτοῦ καρδία ἐπανισταμένου αὐτῷ πολέμου. οὐ κατὰ τὸν αὐτὸν τοίνυν ἔστι καὶ κατὰ δειλίαν λέγειν τό· „πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο“ καὶ ἀπὸ ἀνδρείας φάσκειν· „ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου.“
μή ποτ᾿ οὖν λανθάνῃ τι ἡμᾶς ἐν τῷ τόπῳ, καὶ ἐπιστήσεις τῷ παρὰ τοῖς τρισὶν εἰρημένῳ τῷ δεικτικῷ τοῦ ποτηρίου. ὁ μὲν γὰρ Ματθαῖος ἀνέγραψε λέγοντα τὸν κύριον· „πάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο“, ὁ δὲ Λουκᾶς· „πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ“, ὁ δὲ Μάρκος· „ἀββᾶ ὁ πατὴρ, δυνατά σοι πάντα· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾿ ἐμοῦ“.