Exhortatio ad martyrium
Origen
Origenes. Origenes Werke, Vol 1, Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
Καὶ οἱ ἑπτὰ δὲ ἐν τοῖς Μακκαβαϊκοῖς ἀναγραφέντες ἀδελφοὶ, οὓς „μάστιξι καὶ νευραῖς“ ᾐκίσατο Ἀντίοχος ἐμμένοντας τῇ θεοσεβείᾳ, δυνήσονται παράδειγμα κάλλιστον εἶναι ῥωμαλέου μαρτυρίου παντὶ λογισαμένῳ ἂν, εἰ μέλλει παιδαρίων εἶναι ἐλάττων, οὐ καθ᾿ ἕνα μόνον βασάνους ὑπομεινάντων ἀλλὰ καὶ τῷ τὴν αἰκίαν τῶν ἀδελφῶν τεθεωρηκέναι παράστημα εὔτονον εὐσεβείας ἐπιδειξαμένων. ἀφ᾿ ὧν εἷς γενόμενος, ὡς ἡ γραφὴ ὠνόμασε, „προήγορος“ εἶπε πρὸς τὸν τύραννον·
v.1.p.21
„τί μέλλεις ἐρωτᾶν καὶ μανθάνειν; ἕτοιμοι γὰρ ἀποθνῄσκειν ἐσμὲν ἢ παραβαίνειν τοὺς πατρίους νόμους“. τί δὲ δεῖ λέγειν, ὁποῖα ὑπέμειναν τηγάνων καὶ λεβήτων ἐκπυρουμένων, ἵνα ἐν αὐτοῖς βασανισθῶσι προπαθόντες ἕκαστος διάφορα; ὁ γὰρ ὀνομασθεὶς αὐτῶν „προήγορος“ ἐγλωσσοτομήθη πρῶτον· εἶτα περιεσκυθίσθη τὴν κεφαλὴν, καὶ οὕτως ἤνεγκε τὸν περισκυθισμὸν ὡς ἄλλοι τὴν διὰ τὸν θεῖον νόμον περιτομὴν, νομίζων καὶ ἐν τούτῳ πληροῦν λόγον διαθήκης θεοῦ. καὶ οὐκ ἀρκεσθείς γε τούτοις ὁ Ἀντίοχος ἠκρωτηρίασεν αὐτὸν „τῶν λοιπῶν ἀδελφῶν καὶ τῆς μητρὸς συνορώντων“ τῇ θέᾳ κολάζων τοὺς ἀδελφοὺς καὶ τὴν μητέρα καὶ οἰόμενος τὴν πρόθεσιν αὐτῶν διὰ τῶν οὕτω νομιζομένων φοβερῶν κινήσειν. οὕτως δὴ ὁ Ἀντίοχος τούτοις μὴ ἀρκεσθεὶς „ἄχρηστον“ ὡς πρὸς τὴν τοῦ σώματος κατασκευὴν „γενόμενον“ δι᾿ ὧν πρῶτον ἐκόλασεν „ἐκέλευσε τῇ“ ἐν τοῖς τηγάνοις καὶ τοῖς λέβησι „πυρᾷ προσάγειν ἔμπνουν καὶ τηγανίζειν“ αὐτόν. ὡς δὲ ἡ ἀτμὶς ἀνεδίδοτο ὑπὸ τῆς ὠμότητος τοῦ τυράννου ὀπτωμένων τῶν τοῦ γενναιοτάτου ἀθλητοῦ τῆς εὐσεβείας σαρκῶν, οἱ λοιποὶ „παρεκάλουν ἀλλήλους σὺν τῇ μητρὶ γενναίως τελευτᾶν“ παραμυθούμενοι ἑαυτοὺς τῷ λογισμῷ τοῦ ἐφορᾶν ταῦτα τὸν θεόν· ἤρκει γὰρ αὐτοῖς εἰς ὑπομονὴν ἡ πειθὼ τοῦ παρεῖναι τοῖς ὑπομένουσι τὸν τοῦ θεοῦ ὀφθαλμόν· καὶ παρεκάλει αὐτοὺς ὁ ἀγωνοθέτης τῶν τῆς εὐσεβείας ἀθλητῶν, παρακαλούμενος καὶ, ἵν᾿ οὕτως ὀνομάσω, εὐφραινόμενος ἐπὶ τοῖς κατεξανισταμένοις τῶν τηλικούτων πόνων. εὔκαιρον δ᾿ ἂν εἴη καὶ ἡμᾶς ἐν τοιούτοις γενομένους εἰπεῖν τοὺς ἐκείνων λόγους πρὸς ἑαυτοὺς τοῦτον ἔχοντας τὸν τρόπον οὕτως· „κύριος ὁ θεὸς ἐφορᾷ καὶ ταῖς ἀληθείαις ἐφ᾿ ἡμῖν παρακαλεῖται.“