Exhortatio ad martyrium
Origen
Origenes. Origenes Werke, Vol 1, Koetschau, Paul, editor. Leipzig: Hinrichs, 1899.
Κἂν μὴ δι᾿ ἑαυτὸν δὲ ὡς σοφὸς ὁ νυμφίος καὶ ἀπαθὴς ἀποστρέφῃ παντὸς μολυσμοῦ τὴν μεμνηστευμένην, ἀλλά γε δι᾿ ἐκείνην ὁρῶν αὐτῆς τὸν μολυσμὸν καὶ τὸν βδελυγμὸν πάντα τὰ ἰάσασθαι καὶ ἐπιστρέψαι αὐτὴν δυνάμενα ποιήσει, ὡς αὐτεξουσίῳ φύσει προσάγων λόγους ἀποτρεπτικοὺς τοῦ πορνεύειν. ποῖον ἂν οὖν μιασμὸν νοήσαις χείρονα γίνεσθαι ψυχῇ, ὅπως ποτὲ ἄλλον ἀγορευούσῃ θεὸν καὶ μὴ ὁμολογούσῃ τὸν ἀληθῶς ἕνα καὶ μόνον κύριον; καὶ οἶμαί γε ὅτι, ὥσπερ „ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν“, οὕτως ὁ μὲν ὁμολογῶν τινα καὶ μάλιστα ἐν καιρῷ βασάνου καὶ ἐξετάσεως τῆς πίστεως ἀνακιρνᾶται καὶ ἑνοῦται τῷ ὁμολογουμένῳ· ὁ δὲ ἀρνούμενος ὑπ᾿ αὐτῆς τῆς ἀρνήσεως τρόπον μαχαίρας διακοπτούσης ἀπ᾿ ἐκείνου, ὃν ἀρνεῖται, πάσχει τὴν διαίρεσιν χωριζόμενος ἐκείνου, ὃν ἠρνήσατο. διόπερ ἐπίστησον, μή ποτε ὡς ἀκόλουθον καὶ ἀναγκαῖον συμβῆναι τῷ ὁμολογοῦντι τὸ ὁμολογηθῆναι καὶ τῷ ἀρνουμένῳ τὸ ἀρνηθῆναι εἴρηται τό· „ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς“. καὶ εἴποι δ᾿ ἂν ὁ αὐτολόγος καὶ ἡ αὐτοαλήθεια τῷ τε ὁμολογήσαντι καὶ τῷ ἀρνησαμένῳ· „ᾧ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν“. σὺ μὲν οὖν ὁ μετρήσας μέτρῳ τῆς πρός με ὁμολογίας καὶ πληρώσας τὸ μέτρον τῆς ὁμολογίας ἀπολήψῃ μέτρον τῆς ἀπ᾿ ἐμοῦ ὁμολογίας „σεσαλευμένον πεπιεσμένον ὑπερεκχυνόμενον“, ὅπερ δοθήσεται „εἰς τὸν κόλπον“ σου· καὶ σὺ δὲ ὁ μετρήσας τῷ τῆς ἀρνήσεως μέτρῳ καὶ ἀρνησάμενός