Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τῆς γὰρ Ἰησοῦ μόνου φιλανθρωπίας ἠν μετὰ ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίειν καὶ [*](1 Jes. 63, 1.– 4 Ps. 23, 7.–7 Jes. 63, 2 f. — 10 Gen. 49, 11. — 11 8, 17; vgl. Jes. 53, 4. — 13 Vgl. Job. 1, 29. — 15 Luk. 12, 50. — 20 Joh. 20 17. — 23 Vgl. Ζ. 6 ff. — 24 Gen. 49, 11. — 26 Vgl. Job. 15, 1. — 27 Vgl. Epbes. 4, 8; Ps. 67, 19. — 28 Vgl. Act. 2, 3. — 29 Vgl. Ps. 33, 8. — 34 Vgl. Mark. 2, 16.) [*](16 συνέχομαι] ομ a. Ras. | 32 εὐτρεπισαμένοις, corr. We | 33 κεκθαρμένοις] κεκαρμένοις, corr. V.)

166
πίνειν, καὶ παρέχειν ἑαυτοῦ τοὺς πόδας τοῖς δαδρύοις τῆς μετανοούσης ἁμαρτωλοῦ, καὶ μέχρι θανάτου καταβαίνειν ὑπὲρ ἀσεβῶν, οὐχ ἁρπαγμὸν ἡγουμένου τὸ εἶναι ἵσα θεῷ, καὶ κενοῦν ἑαυτὸν τὴν τοῦ δούλου λαμβάνοντος μορφήν.

ταῦτα δὲ πάντα ἐπιτελῶν μᾶλλον τὸ θέλημα τοῦ πατρὸς τοῦ παραδόντος αὐτὸν ὑπὲρ ἀσεβῶν ἐπετέλει Τιπερ τὸ ἑαυτοῦ· ὁ μὲν γὰρ πατὴρ ἀγαθός, ὁ δὲ σωτὴρ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. πάντα δὲ τὸν κόσμον εὐεργετῶν, ἐπεὶ θεὸς ἐν Χριστῷ κόσμον καταλλάσσει ἑαυτῷ, πρότερον διὰ τὴν κακίαν ἐχθρὸν γεγενημένον, ὁδῷ καὶ τάξει τὰ εὐεργετούμενα εὐεργετεῖ, οὐκ ἀθρόως λαμβάνοων ὑποπόδιον τῶν ποδῶν πάντας τοὺς ἐχθρούς· λέγει γὰρ αὐτῷ ὁ πατὴρ τῷ κυρίῳ ἑκάστου ἡμῶν· »Κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ »τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«.

καὶ ταῦτα γίνεται ἕως ὁ ἔσχατος ἐχθρός, ὁ θάνατος, ὑπ’ αὐτοῦ καταργηθῇ. ἐὰν δὲ τὸ ὑποτάσσεσθαι τῷ χριστῷ νοήσωμεν ὅ τί ποτ' ἔστιν μάλιστ' ἐκ τοῦ »Ὅταν δὲ αὐτῷ † πάντα ὑποταγῇ, τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται »τῷ ὑποτάξαντι αὐτῷ † πάντα«, ἀξίως τῆς ἀγαθότητος τοῦ τῶν ὅλων θεοῦ νοήσωμεν τὸν ἀμνὸν τοῦ θεοῦ αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου.

Οὐ πάντων δὲ ἡ ἁμαρτία ὑπὸ τοῦ ἀμνοῦ αἴρεται, μὴ ἀλγούντοων μηδὲ βασανιζομένων ἕως ἀρθῇ. ἄκανθαι γὰρ οὐ μόνον ἐνσπαρεῖσαι ἀλλὰ καὶ ἐπιπολὺ ῥιζωθεῖ ἐν ταῖς χερσὶν παντὸς διὰ τὴν κακίαν μεθυσθέντος καὶ τὸ νήφειν ἀπολωλεκότος κατὰ τὸ ἐν Παροιμίαις εἰρημένον· »Ἄκανθαι φύονται έν χειρὶ τοῦ μεθύσου», ὅσον πόνον ἐνεργάσονται τῷ τὰ τοιαῦτα φυτὰ εἰς τὸ ἑαυτοῦ σῶμα τῆς ψυχῆς παραδεξαμένῳ τί δεῖ καὶ λέγειν; κατατμηθῆναι γαρ ὑπὸ τοῦ τομωτέρου πάσης μαχαίρας διστόμου λόγου ζῶντος θεοῦ καὶ ἐνεργοῦς καὶ καυστικωτέρου παντὸς πυρὸς ἀνάγκη τὸν ἐπὶ τοσοῦτον εἰς βάθος τῆς ἑαυτοῦ ψυχῆς τὴν κακίαν χωρήσαντα, ὡς γενέσθαι αὐτὸν γῆν ἀκανθοφόρον.

καὶ δεήσει ἐπὶ τὴν τοιαύτην ψυχὴν πεμφθῆναι τὸ εὑρίσκον τὰς ἀκάνθας πῦρ, καὶ μέχρι αὐτῶν στησόμενον διὰ τὴν [*](1 Vgl. Luk. 7, 38. — 2 Vgl. Rom. 5, 6. — 3 Vgl. Phil. 2, 6 ff. — 5 Vgl. Rom. 8, 32. — 6 Matth. 19, 17. — Weish. Sal. 7, 26. — 7 Vgl. II Kor. 5, 19. — 9 Vgl. Hebr. 10, 13. (Ps. 109, 1). — 11 Ps. 109, 1. — 13 Vgl. I Kor. 15, 26. — 15 I Kor. 15,28. — 17 Job. 1, 29. — 2 Prov. 26, 9. — 26 Vgl. Hebr. 4, 12. — 27 Vgl. Sir. 48, 1. — 29 Vgl. Gen. 3, 18. — 30 Vgl. Exod. 22, 6.) [*](1 δακρύοις] ις a. Ras. | 4 δούλου λαμβάνοντος] δούλο[ι λαμ]βάνοντος a. Ras. x003E; μᾶλλον? We | 5 αὐτὸν] ἑαυτὸν, corr. We | 13 ἕως] ὡς, corr. V | 15 nach αὐτῶ ist wobl mit V u. allen Zeugen τὰ einzusetzen; ebenso 16 | 16 ἀξίως] ἄξιος 21 ἐμπαρεῖσαι, corr. We | ῥιζωθεῖσαι] ρϊζῶσα, corr. V | 25 τί δεῖ] ἤδει, η a. Ras. (aus εἰ?), corr, Br; ἤδη καὶ λέγειν ἀμήχανον V.)

167
ἑαυτοῦ θειότητα καὶ οὐ προσεμπρῆσον ἅλωνας ἢ στάχυας πεδίων. τοῦ αἴροντος δὲ τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνοῦ διὰ σφαγῆς ἀρχομένου ὁδοὶ τυγχάνουσιν πλείονες, ὡν αἱ μὲν σαφεῖς εἶναι τοῖς πολλοῖς δύνανται, αἱ δὲ τοὺς τοσούτους λανθάνουσαι τοῖς τῆς θείας σοφίας ἀξιουμένοις, οἷς μόνοις εἰσὶν γνώριμοι.

τί γὰρ δεῖ λέγειν, δι' ὅσων ὁδῶν τις ἐπὶ τὸ πιστεύειν ἔρχεται ἐν ἀνθρώποις, ἔτι ἐν τῷ τοιούτῳ σώματι παρὸν ἑκάστῳ καθ' αὑτὸν ἐπισκοπεῖν; πλὴν μία τῶν ὁδῶν ἐστιν τοῦ πιστεύειν καὶ αἴρεσθαι τὴν ἁμαρτίαν διὰ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ νόσων χαλεπωτάτων καὶ μαλακιῶν ἐπιπονωτάτων. τίς οὖν οἶδεν καὶ τὰ μετὰ ταῦτα;

ἀναγκαῖον δὲ ἠν ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι τὸν δοκοῦντα τῇ ἐξετάσει τοῦ λόγου παρακολουθεῖν τοῦ λέγοντος· »Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου«· ἐπιπλεῖον περὶ τούτων διαλαβεὶν, ἱν εἰδότες ὅτι καὶ θυμῷ θεοῦ ἔστιν ἐλεγχθῆναι καὶ ὀργῇ θεοῦ παιδευθῆναι, διὰ τὸ εἰς ὑπερβολὴν φιλάνθρωπον οὐδένα πάντη ἀνέλεγκτον καὶ ἀπαίδευτον ἐῶντος, πάντα ποιήσωμεν εἰς τὸ μὴ δεηθῆναι ἐλέγχων καὶ τῆς διὰ τῶν ἐπιπονωτάτων παιδείας.