Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ὀ διαιρῶν παρ’ ἑαυτῷ φωνὴν καὶ σημαινόμενα καὶ πράγματα, καθ’ ὡν κεῖται τὰ σημαινόμενα, οὐ προσκόψει τῷ τῶν φωνῶν σολοικισμῷ, ἐπὰν ἐρευνῶν εὑρίσκῃ τὰ πράγματα. καθ᾿ ὡν κεῖνται αἱ φωναί, ὑγιῆ· καὶ μάλιστα ἐπὰν ὁμολογῶσιν οἱ ἄγιοι ἄνδρες τὸν λόγον αὐτῶν καὶ τὸ κήρυγμα »οὐκ ἐν πειθοῖς σοφίας εἶναι λόγων, ἀλλ’ ἐν »ἀποδείξει πνεύματος καὶ δυνάμεωσ«.

[Εἰτα εἰπὼν τὸν τοῦ εὐαγγελιστοῦ σολοικισμόν ἐπάγει.]

Ἅτε δὲ οὐκ ἀσυνίσθητοι τυγχάνοντες οἱ ἀπόστολοι τῶν ἐν οὶ͂ς προσκόπτουσι, καὶ περὶ ἅ οὐκ ἠσχόηλνται, φασὶν ἰδιῶται ἐῖναι »τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει«. νομιστέον γὰρ αὐτὸ οὐχ ὑπὸ Παύλου μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν λοιπῶν ἀποστόλων λέγεσθαι ἄν. ἡμεῖς δὲ καὶ τὸ »ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἴνα »ἠ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ θεοῦ καὶ μὴ ἐξ ἡμῶν‘ ἐξειλήφα- μεν, »θησαυροῦ« μὲν λεγομένου τοῦ ἀλλαχόσε θησαυροῦ τῆς γνώσεως καὶ σοφίας τῆς ἀποκρύφου, »ὀστρακίνων« δὲ σκευῶν‘ τῆς εὐτελοῦς καὶ εὐκαταφρονήτου παρ’ Ἕλλησι λέξεως τῶν γραφῶν, ἀληθῶς ὑπερβολῆς δυνάμεως τοῦ θεοῦ ἐμφαινομένης. ὅτι ἴσχυσε τὰ τῆς ἀληθείας μυστήρια καὶ ἡ δύναμις τῶν λεγομένων οὐκ ἐμποδιζο- [*](5 Ι Kor. 2, 4. — 10 Vgl. II Kor. 11, 6. — 13 II Kor. 4, 7. — 1.5 Vgl. Kol. 2, 3.) [*](5 ἐν < Β | πειθοῖ D Ι 9 φαῖεν Β Ι 17 τῶν < Β*, corr. ΙΙ Η.)

99
μένη ὑπὸ τῆς εὐτελοῦς φράσεως φθάσαι ἕως περάτων γῆς καὶ ὑπαγαγεῖν τῷ Χριστοῦ λόγῳ οὐ μόνον τὰ μωρὰ τοῦ κόσμου, ἀλλ’ ἔστιν ὅτε καὶ τὰ σοφὰ αὐτοῦ. βλέπομεν γὰρ τὴν κλῆσιν, οὐχ ὅτι οὐδεὶς σοφὸς κατὰ σάρκα, ἀλλ' »ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα( ἀλλὰ καὶ »ὀφειλέτης « ἐστὶ Παῦλος καταγγέλλων τὸ εὐαγγέλιον , οὐ μόνον »βαρβάροις« παραδιδόναι τὸν λόγον, ἀλλὰ καὶ »Ἕλλησιν«, καὶ οὐ μό- νον ἀνοήτοις‘ τοῖς εὐχερέστερον συγκατατιθεμένοις , ἀλλὰ καὶ »σο- »φοῖς«· ἱκάνωτο γὰρ ὑπὸ θεοῦ »διάκονος« εἶναι »τῆς καινῆς διαθήκης«, χρώμενος »ἀποδείξει πνεύματος καὶ δυνάμεως«, ἵνα ἡ τῶν πιστευόντων συγκατάθεσις »μὴ 7] ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ' ἐν δυνάμει »θεοῦ«. ἴσως γὰρ εἰ κάλλος καὶ περιβολὴν φράσεως ὡς τὰ παρ’ Ἕλλησι θαυμαζόενα εἶχεν ἡ γραφή, ὑπενόησεν ἄν τις οὐ τὴν ἀλή- θειαν κεκρατηκέναι τῶν ἀνθρώπων, όλλὰ τὴν ἐμφαινομένην ἀκολουθίαν καὶ τὸ τῆς φράσεως κάλλος ἐψυχαγωγηκέναι τοὺς ἀκροωμένοθς, καὶ ἠπατηκὸς αὐτοὺς προσειληφέναι.

[*](1 Vgl. Ps. 18, 5. — 2 Vgl. Ι Kor. 1, 26 f. - 5 Vgl. Rom. 1, 14. — 8 Vgl. II Kor. 3, 6. — 9 Vgl. I Kor. 2, 4 f. 7 τοῖς < Β Ι 10 κατάθεσις Β Ι 14 nach τοὺς + ανους Β, doch ist das Wort, w. e, sch., v. I H. ausgestr.)
100

(Philocalia c. 5).

Τίς ἡ πολυλογια καἰ τίνα τὰ πολλὰ βιβλία· καἰ ὅτι πᾶσα ἡ θεόπνευστος γραφὴ ἕν βιβλίον ἐστίν.

ΕΚ ΤΟΥ ΠΕΜΠΤΟΥ ΤΟΜΟΥ

ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ.

[Εἰς τὸ προοίμιον.]

Ἐπεὶ μὴ ἀρκούμενος τὸ παρὸν ἀνειληφέναι πρὸς ἡμᾶς ἔργον τῶν τοῦ θεοῦ ἐργοδιωκτῶν, καὶ ἀπόντας τὰ πολλά σοι σχολάζειν καὶ τῷ πρὸς σὲ καθήκοντι ἀξιοῖς, ἐγὼ ἐκκλίνων τὸν κάματον καὶ περιϊστάμενος τὸν παρὰ θεοῦ τῶν ἐπὶ τὸ γράφειν εἰς τὰ θεῖα ἑαυ- τοὺς ἐπιδεδωκότων κίνδυνον, συναγορεύσαιμι ἂν ἐμαυτῷ ἀπὸ τῆς γραφῆς παραιτούμενος τὸ πολλὰ ποιεῖν βιβλία· φησὶ γὰρ ἐν τῷ Ἐκκλησιαστῇ Σολομῶν· »υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά· οὐκ »ἔστι περασμὸς καὶ μελέτη πολλὴ κόπωσις σαρκός«. ἡμεῖς γάρ, εἰ μὴ ἔχοι νοῦν τινα κεκρυμμένον καὶ ἔτι ἡμῖν ἀσαφῆ ἡ προκειμένη λέξις, ἄντικρυς παραβεβήκαμεν τὴν ἐντολὴν μὴ φυλαξάμενοι ποιῆσαι βιβλία πολλά.

[Εἶτα, εἰπὼν ὡς εἰς ὀλίγα τοῦ εὐαγγελίου ῥητὰ τέσσαρες αὐτῷ διηνύθησαν τόμοι, ἐπιφέρει.]

Ὅσον γὰρ ἐπὶ τῇ λέξει δύο ση μαίνεται ἐκ τοῦ »υἱέ μου, φύ- »λαθαι τοῦ ποιῆσαι βιβλία πολλά«· ἕν μὲν ὅτι οὐ δεῖ κεκτῆσθαι βιβλία πολλά, ἕτερον δὲ ὅτι οὐ δεῖ συντάξαι βιβλία πολλά· καὶ εἰ μὴ τὸ [*](6 Pred. Sal. 12, 12. — 14 Pred. Sal. 12, 12.) [*](1 a. Rande hat B. d. Notiz: τὸν ἀμβρόσιον αἰνίττεται, πρὸς ὅν πάντα σχεδὸν τὰ ἐξηγητικὰ αὐτοῦ πεποίηκε συγγράμματα. Vgl. zu dem Ausdruck ἐργοδιώκτης, den Origenes von Ambrosius braucht, Hieron., de viris inl. 61 | 4 τὸ Β*, τῷ B2.)

101
πρῶτον, πάντως τὸ δεύτερον, εἰ δὲ τὸ δεύτερον, οὐ πάντως τὸ πρό- τερον. πλὴν ἑκατέρωθεν δόξομεν μανθάνειν, μὴ δεῖν ποιεῖν βιβλία πλείονα. ἠδυνάμην δὲ πρὸς τὸ νῦν ἡμῖν ὑποπεπτωκὸς ἱστάμενος, ἐπιστεῖλαί σοι ὡς ἀπολογίαν τὸ ῥητὸν καί, κατασκευάσας τὸ πρᾶγμα ἐκ τοῦ μηδὲ τοὺς ἁγίους πολλῶν βιβλίων συντάξεσιν ἐσχολακέναι, παύσασθαι πρὸς τὸ ἑξῆς τοῦ κατὰ τὰς συνθήκας, ἄς ἐποιησάμεθα πρὸς ἀλλήλους, ὑπαγορεύειν τὰ διαπεμφθησόμενά σοι· καὶ τάχα σὺ πληγεὶς ὑπὸ τῆς λέξεως πρὸς τὸ ἑξῆς ἂν ἡμῖν συνεχώρησας. ἀλλ’ ἐπεὶ τὴν γραφὺη εὐσυνειδότως ἐξετάξειν δεῖ, μὴ προπετῶς ἑαυτῷ καταχαριζόμενον τὸ νενοηκέναι ἐκ τοῦ ψιλὴν τὴν λέξιν ἐξειληφέναι, οὐχ ὑπομένω, μὴ τὴν φαινομένην μοι ὑπὲρ ἐμαυτοῦ ἀπολογίαν, ᾗ χρήσαιο ἄν κατ’ ἐμοῦ, εἰ παρὰ τὰς συνθήκας ποιήσαιμι, παρατιθείς, καὶ πρῶτόν γε, ἐπεὶ δοκεῖ τῇ λέξει συναγορεύειν ἡ ἱστορία, οὐδενὸς τῶν ἁγίων ἐκδεδωκότος συντάξεις πλείονας καὶ ἐν πολλαῖς βίβλοις τὸν νοῦν αὐτοῦ ἐκτιθεμένου, περὶ τούτου λεκτέον. ὁ δὲ ἐγκαλῶν μοι εἰς σύνταξιν πλειόνων ἐρχομένῳ, τὸν τηλικοῦτον Μωσέα φήσει μόνας πέντε βίβλους καταλελοιπέναι.
  • [Aus Eusebius, KG VI, 25, 7 –10]
  • καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν εἰς τὸ κατὰ Ἰωάννην ἐξηγτικῶν ὁ αὐτὸς ταῦτα περὶ
  • τῶν ἀποστόλων φησίν·]
  • Ὁ δὲ ἱκανωθεὶς διάκονος γενέσθαι τῆς καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος, Παῦλος, ὁ πεπληρωκὼς τὸ εὐαγγέλιον ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ , οὐδὲ πάσαις ἔγραψε ν αἷς ἐδίδαξεν ἐκκλησίαις· ἀλλὰ καὶ αἷς ἔγραψεν, ἀλίγους στίχους ἐπέστειλε. Πέτρος δέ, ἐφ’ ᾧ οἰκοδομεῖται ἡ Χριστοῦ ἐκκλησία, ἧς πύλαι ᾄδου οὐ κατισχύσουσιν, μίαν ἐπιστολὴν ὁμολογουμένην καταλέλοιπεν. ἔστω δὲ καὶ δευτέραν· ἀμφιβάλλεται γάρ. τί δεῖ περὶ τοῦ ἀνα- πεσόντος ἐπὶ τὸ στῆθος λέγειν τοῦ Ἰησοῦ, Ἰωάννου, ὅς εὐαγγέλιον ἕν καταλέλοιπεν, ὁμολογῶν δύνασθαι τοσαῦτα ποιήσειν, ἃ οὐδὲ ὁ κόσμος χωρῆσαι ἐδύνατο; ἔγραψε δὲ καὶ τὴν Ἀποκάλυψιν, κελευσθεὶς σιωπῆσαι καὶ μὴ γράψαι τὰς τῶν ἑπτὰ βροντῶν φωνάς, καταλέλοιπε] κοὶ ἐπιστολὴν πάνυ ἀλίγων στίχων, ἔστω δὲ καὶ δευτέραν καὶ τρίτην, ἐπεὶ οὐ πάντες φασὶ γνησίους εἶναι ταύτας· πλὴν οὐκ εἰσὶ στίχων ἀμφότεραι ἑκατόν . . . . .

    [*](22 Vgl. II Kor. 3, 6. — 23 Vgl. Rom. 15, 19. — 25 Vgl. Matth. 16, 18. - 29 Vgl. Joh. 21, 25. — 30 Vgl. Apok. 10, 4.)[*](1 πρότερον ] πρῶτον AD | 4 κατασεκυάσαι Β | 6 τὰ Β | 21 γενέσθαι BDM γεγενῆσθαι ATER | 24 αἳς2 ATcERM ἐν αἷς Σarm ἃς Τ1ΒDΣe | ὀλιγοστίχους BD Ι 27 δευτέραν ABD δευτέρα TERM Ι δεὶ ABD, δ’ εἰ Μ δὲ TER | 28 λέγειν ἐπὶ τὸ στῆθος BD | 29 ἓν ATcTrERMΣ < T1BD | ποιήσειν] ποιεῖν Μ; Orig. schrieb etwa {<γράφειν ὅσα ὁ Ἰησοῦς ἐ> ποίησεν Ι 31 καταλέλοιπε] voreusebian. Interpol. Ι 32 δευτέραν καὶ τρίτην ADM δευτέραν τρίτην Β δευτέρα καὶ τρίτη TER.)
    102

    [Εἰτα ἀπαριθμησάμενος προφήτας καὶ ἀποστόλους, ὀλίγα ἑκάστου ἢ οὐδὲ ὀλίγα γράψαντος, ἐπάγει μετὰ ταῦτα·]

    Πάλιν δὴ μετὰ ταῦτα ἰλιγγιᾶν μοι ἐπέρχεται σκοτοδινιῶντι, μὴ ἄρα πειθαρχῶν σοι σοι οὐκ ἐπειθάρχησα θεῷ οὐδὲ τοὺς ἁγίους ἐμι- μησάμην. εἰ μὴ σφάλλομαι τοίνυν ἐμαυτῷ συναγορεύων διὰ τὸ πάνυ σε φιλεῖν, καὶ ἐν μησενὶ ἐθέλειν λυπεῖν, τοιαύτας εὑρίσκω εἰς ταῦτα ἀπολογίας. πρὸ πάντων παρεθέμεθα τὸ ἐκ τοῦ Ἐκκλησιαστοῦ λέγον- τος· υἱέ μου, φύλαξαι τοῦ ποιῆσαι βιβλία πολλά«. τούτῳ ἀντιπαρα- βάλλω ἐκ τῶν Παροιμιῶν τοῦ αὐτοῦ Σολομῶντος ῥητόν, ὅς φησιν· »ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων »ἔσῃ«. καὶ ζητῶ, εἰ τὸ οποῖά ποτ' οὐν λέγειν πολλὰ »πολυλογεῖν« ἐστιν, κἂν ἅγιά τις καὶ σωτήρια λέγῃ Πολλά. εἰ γὰρ τοῦθ' οὕτως ἔχει, καὶ πολυλογεῖ ὁ πολλὰ διεξιὼν ὠφέλιμα, αὐτὸς ὁ Σολομῶν οὐκ ἐκπέφευγε τὴν ἁμαρτίαν, λαλήσας »τρεῖς χιλιάδας παραβολῶν καὶ »ᾠδὰς πεντακισχιλίας, καὶ ὑπὲρ τῶν τῶν ἀπὸ τῆς κέχρου τῆς έν »τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὸ τοῦ τοίχου· »ἔτι δὲ καὶ περὶ τῶν κτηνῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν »ἑρπετῶν καὶ περὶ τῶν ἰχθύων«. πῶς γὰρ σύναται διδασκαλία ἀνύειν τι χωρὶς τῆς ἁπλούστερον νοουμένης πολυλογίας καὶ αὐτῆς τῆς σο- φίας φασκούσης τοῖς ἀπολλυμένοις· »Ἐξέτεινον λόγους καὶ οὐ προσ- »εἰχετε«; ὁ δὲ Παῦλος φαίνεται διατελῶν ἕΜεν μέχρι μεσονυκτίου ἐν τῷ διδάσκειν, ὅτε καὶ Εὔτυχος καταφερόμενος ὕπνῳ βαθεῖ κατα- πεσὼν ἐτάραξε τοὺς ἀκούοντας ὡς τεθνηκώς.

    Εἰ τοίνυν ἀληθὲς τὸ »Ἐκ πολυλογίας οὐκ ἐκφεύζῃ ἁμαρτίαν«, ἀληθὲς δὲ καὶ τὸ μὴ ἡμαρτηκέναι πολλὰ Περὶ τῶν προειρημένων τὸν Σολομῶντα ἀπαγγείλαντα, μηδὲ τὸν Παῦλον παρατείναντα μέχρι μεσονυκτίου, ζητητέον, τίς ἡ πολυλογία, κἀκεῖθεν μεταβατέον ἐπὶ τὸ ἰδεῖν, τίνα τὰ πολλὰ βιβλία. ὁ πᾶς δὴ λόγος] τοῦ θεοῦ λόγος ὁ ἐν ἀρχῇ πρὸς τὸν θεὸν οὐ πολυλογία ἐστίν· οὐ γὰρ λόγοι· λόγος γὰρ εἱς συνεστὼς ἐκ πλειόνων θεωρημάτων, ὡν ἕκαστον θεώρημα μέρος ἐστὶ τοῦ ὅλου λόγου. οἱ δὲ ἔξω τούτου ἀπαγγελλόμενοι περιέχειν διέξοδον καὶ ἀπαγγελίαν ὀποίαν δήποτε, εἰ καὶ ὡς περὶ ἀληθείας εἰσὶ λόγοι, καὶ παραδοξότερόν γε ἐρῶ, οὐδεὶς αὐτῶν λόγος, ἀλλ' ἕκαστοι λόγοι. οὐδαμοῦ γὰρ ἡ μονάς, καὶ οὐδαμοῦ τὸ σύμφωνον καὶ ἕν, ἀλλὰ Παρὰ τὸ διεσπάσθαι καὶ μάχεσθαι τὸ ὲν ἕν ἐκείνων ἀπώλετο καὶ [*](8 Pred. Sal. 12, 12. — 10 Prov. 10, 19. — 14 Ι Kön. 4, 28f. — 20 Prov. 1, 24. — 21 Vgl. Act. 20, 7 ff. — 24 Prov. 10, 19. — 28 Vgl. Job. 1, 1.) [*](3 δὴ δὲ Α, δὲ ἢ D | 7 λέγων Β Ι 10 οὐκ ἐκ πολυλογίας Β Ι ἐκφεύξεται Β (= Cod. Alex.) | ἁμαρτία Β (= Cod. Alex.) 1 11 πολὺ λέγειν Β Ι 13 ό < Β | 15 ὑπὲρ Β, περὶ AD Ι 23 πεσὼν AD Ι 28 λόγος1 < AD Ι 31 ἐπαγγελλόμενοι, corr. Pr | 32 εἰ Ε, ἢ BD, ἡ Α | 33 ἕκαστος D.)

    103
    γεγόνασιν ἀριθμοί, καὶ τάχα ἀριθμοὶ ἄπειροι· ὥστε κατὰ τοῦτ᾿ ἂν ἡμᾶς εἰπεῖν, ὅτι ὁ φθεγγόμενος ὅ δήποτε τῆς θεοσεβείας ἀλλότριον πολυλογεῖ, ὁ δὲ λέγων τὰ τῆς ἀληθείας, κἂν εἴπῃ τὰ πάντα ὡς μηδὲν παραλιπεῖν, ἕνα ἀεὶ λέγει λόγον καὶ οὐ πολυλογοῦσιν οἱ ἅγιοι τοῦ σκοποῦ ποῦ τοῦ κατὰ τὸν ἕνα ἐχόμενοι λόγον. εἰ τοίνυν ἡ πολυλογία ἐκ τῶν δογμάτων κρίνεται καὶ οὐκ ἐκ τῆς τῶν πολλῶν λέξεων ἀπαγγελίας, ὅρα εἰ οὕτω συνάμεθα ἕν βιβλίον τὰ πάντα ἄγια εἰπεῖν, πολλὰ δὲ τὰ ἔξω τούτων.

    Ἀλλ' ἐπεὶ μαρτυρίου μοι δεῖ τοῦ ἀπὸ τῆς θείας γραφῆς ἐπίσκεψαι, εἰ πληκτικώτατα δύναμαι τοῦτο παραστῆσαι, κατασκευάσας ὅτι περὶ χριστοῦ καθ’ ἡμᾶς οὐκ ἐν ἑνὶ γέγραπται βιβλίῳ, κοινότερον ἡμῶν τὰ βιβλία νοούντων. γέγραπται γὰρ καὶ ἐν τῇ πεντατεύχῳ· εἴηται δὲ καὶ ἐν ἑκάστῳ τῶν προφητῶν καὶ τοῖς ψαλμοῖς καὶ ἁπαξαπλῶς, ὥς φησιν αὐτὸς ὁ σωτήρ, ἐν πάσαις ταῖς γραφαῖς, ἐφ’ ὅς ἀναπέμπων ἡμᾶς φησιν· »Ἐρευνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δο»κεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. καὶ καὶ ἐκεῖναί αἱ μαρτυροῦσαι »περὶ ἐμοῦ«. εἰ τοίνυν ἀναπέμπει ἡμᾶς ἐπὶ »τὰς γραφὰς « ὡς μαρ- τυρούσας περὶ αὐτοῦ, οὐκ ἐπὶ τήνδε μὲν πέμπει, ἐπὶ τήνδε δὲ οὔ, ἀλλ’ ἐπὶ πάσας τὰς ἀπαγγελλούσας περὶ αὐτοῦ, ἅστινας ἐν τοῖς ψαλμοῖς κεφαλίδα ὀνομάζει βιβλίου λέγων· »Ἐν κεφαλίδι βιβλίου γέ- γραπται περὶ ἐμοῦ«. ὁ γὰρ ἁπλῶς θέλων ἐκλαβεῖν τὸ »ἐν κεφαλίδι »βιβλίου« ἐπὶ οἵου δήποτε ἑνὸς τῶν περιεχόντων τὰ περὶ αὐτοῦ, ἀπαγγελλέτω τίνι λόγω τήνδε τὴν βίβλον ἑτέρας προκρίνει. ἵνα γὰρ καὶ ὑπολαμβάνῃ τις, ἐπ’ αὐτὴν τὴν τῶν ψαλμῶν βίβλον ἀναφέρειν ἡμᾶς τὸν λόγον, λεκτέον πρὸς αὐτόν, ὅτι ἐχρῆν εἰρῆσθαι· »ἐν ταύτῃ τῇ βίβλῳ γέγραπται περὶ ἐμοῦ«. νῦν δέ φησι πάντα μίαν κεφαλίδα, τῷ ἀνακεφαλαιοῦσθαι τὸν περὶ ἑαυτοῦ εἰς ἡμᾶς ἐληλυθότα λόγον εἰς ἕν. τί δὲ καὶ τὸ βιβλίον ἑωρᾶσθαι ὑπὸ τοῦ Ἰωάννου γεγραμμένον ἔμπροσθεν καὶ ὄπισθεν, καὶ κατεσφαγισμένον, ὅπερ οὐδεὶς ἠδύνατο ἀναγνῶναι καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ, εἰ μὴ ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυεὶδ ὁ ἔχων τὴν κλεῖν τοῦ Δαυείδ, καὶ ἀνοί- γων καὶ οὐδεὶς κλείσει καὶ κλείων καὶ οὐδεὶς ἀνοίξει; ἡ γὰρ πᾶσα γραφή ἐστιν ἡ δηλουμένη διὰ τῆς βίβλου, ἔμπροσθεν μὲν γεγραμμένη διὰ τὴν πρόχειρον αὐτῆς ἐκδοχήν, ὄπισθεν δἐ διὰ τὴν ἀνακεχωρηκυῖαν καὶ πνευματικήν.

    Παρατηρητέον πρὸς τούτοις, εἰ δύναται ἀποδεικτικὸν τοῦ τὰ ἅγια μίαν τυγχάνειν βίβλον, τὰ δὲ ἐναντίως ἔχοντα πολλάς, τὸ [*](15 Joh. 5, 39. — 20 Ps. 39, 8. — 28 Vgl. Apok. 5, 1 ff. — 30 Vgl. Apok. 5, 5. — 31 Vgl. Apok. 3, 7.) [*](4 παραλείπειν Β | 27 αὐτοῦ AD | 31 nach φυλῆς + τοῦ Α | nach καὶ | ὁ AD Ι 32 καὶ2 aus ὁ corr. Β | 33 μὲν < Β Ι 37 τὸ] τῷ AB, ἐμφαίνειν τὸ C.)

    104
    ἐπὶ μὲν τῶν ζώντων μίαν εἶναι τὴν βιβλον, ἀφ' ἀφ' ἧς ἀπαλείφονται οἱ ἀνάξιοι αὐτῆς γεγενημένοι, ὡς γέγραπται· »Ἐξαλειφθήτωσαν ἐκ βίβλου »ζώντων«, ἐπὶ δὲ τῶν κρίσει ὑποκειμένων βίβλους φέρεσθαι· φησὶν γὰρ ὁ Δανιήλ· »κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν«. τῷ δὲ ἑνικῷ νικῷ τῆς θείας βίβλου καὶ Μωσῆς μαρτυρεῖ λέγων· »Εἰ μὲν ἀφεῖς »τῷ λαῷ τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, ἐξάλειψόυ με ἐκ τῆς βίβλου »σου ἧς ἔγραψας«. ἐγὼ καὶ τὸ παρὰ τῷ Ἠσαΐᾳ οὕτως ἐκλαμβάνω· οὐ γὰρ ἴδιον τῆς τούτου προφητείας τὸ εἶναι τοὺς λόγους τοῦ βι- βλίου ἐσφραγισμένους, μήτε ὑπὸ τοῦ μὴ ἐπισταμένου γράμματα ἀναγιωνσκομένους διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα, μήτε ὑπὸ τοῦ ἐπισταμένου διὰ τὸ ἐσθραγίσθαι τὴν βίβλον. ἀλλὰ καὶ τοῦτο ἐπὶ πάσης γραφῆς ἀληθεύεται, δεομένης τοῦ κλείσαντος λόγου καὶ ἀνοίξοντος· »Οὐτος γὰρ κλείσει καὶ οὐδεὶς ἀνοίξει«· καὶ ἐπὰν ἀνοίξῃ, οὐκέτι οὐδεὶς ἀπορίαν δύναται τῇ ἀπ' αὐτοῦ σαφηνείᾳ προσενεγκεῖν· διὰ τοῦτο λέγεται ὅτι »ἀνοίξει καὶ οὐδεὶς κλείσει«. τὸ παραπλήσιον δὲ καὶ ἐπὶ τῆς εἰρημένης βίβλου παρὰ τῷ Ἰεζεκιὴλ ἐκλαμβάνω, ἐν ῂ »ἐγέγραπτο θρῆνος καὶ μέλος καὶ οὐαί«. πᾶσα γὰρ βίβλος περιέχει τὸ τῶν ἀπολλυμένων »οὐαὶ« καὶ τὸ περὶ τῶν σωζομένων »μέλος« καὶ τὸν περὶ τῶν μεταξὺ »θρῆνον«. ἀλλὰ καὶ ὁ ἐσθίων Ἰωάννης μίαν κεφαλίδα, ἐν ᾗ γέγραπται »τὰ ὄπισθεν καὶ τὰ ἔμπροσθεν«, τὴν πᾶσαν νενόηκε γραφὴν ὡς βίβλον μίαν, ἡδίστην κατὰ τὰς ἀρχὰς νοουμένην, ὅτε τις αὐτὴν μασᾶται, πικρὰν δὲ τῇ ἑκάστου τῶν ἐγνωκότων συν- αισθήσει τῇ περὶ ἑαυτοῦ ἀναφαινομένην. ἔτι προσθήσω εἰς τὴν τούτου ἀπόδειξιν ῥητὸν ἀποστολικὸν μὴ νενοημένον ὑπὸ τῶν Μαρκίωνος καὶ διὰ τοῦτο ἀθετούντων τὰ εὐαγγέλια· τῷ γὰρ τὸν ἀπόστολον λέγειν· Κατὰ τὸ εὐαγγέλιόν μου ἐν Χριστῷ Ἰησοῦ« καὶ μὴ φάσκειν »εὐαγγέλια« ἐκεῖνοι ἐφιστάντες φασίν, οὐκ ἂν πλειόνων ὄντων εὐαγγελίων τὸν ἀπόστολον ἑνικῶς »τὸ εὐαγγέλιον« εἰρηκέναι, οὐ συν- ιέντες ὅτι ὡς εἷς ἐστιν ὅν εὐαγγελίζονται πλείονες, οὕτως ἓν ἐστι τῇ δυνάμει τὸ ὑπὸ τῶν πολλῶν εὐαγγέλιον ἀναγεγραμμένον καὶ τὸ ἀληθῶς διὰ τεσσάρων ἴν ἐστιν εὐαγγέλιον.