Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

τοιοῦτος δὲ ὁ τῆς πατιρικῆς ἀγαθότητος καὶ τῆς ἀγάπης αὐτοῦ υἱός· κύριος γὰρ ὤν ἐνειργάζετο τοῖς δούλοις τὸ γενέσθαι ὡς ὁ κύριος αὐτῶν, ὄτε οὐκἐτι ἔξουσιν τὸ πνεῦμα τῆς δουλείας πάλιν εἰς φόβον, ἀλλὰ λήψονται τὸ πνεῦμα τῆς υἱοθεσίας, ἐν ᾦ κράζονσιν· »Ἀββᾶ, ὁ πατήρ«.

πρὶν οὖν γένωνται ὡς ὁ διδάσκαλος καὶ ὁ κύριος, δέονται τῆς νίψεως τῶν ποδῶν, ὡς ἐνδεεῖς τῶν μαθητῶν, καὶ ὠς ἔτι τὸ πνεῦημα τῆς δουλείας ἔχοντες εἰς φόβον· ἐπὰν δέ τις αὐτῶν κατὰ τὸ »Ἀρκετὸν τῷ μαθητῇ, ἴνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ »δοῦλος ὡς ὁ κύριος αὐτοῦ« γένητια ὡς ὁ διάσκαλος αὐτοῦ, καὶ ὁ κύριος αὐτοῦ, τότε μιμήσασθαι δύναται τὸν νίψαντα τοὺς πόδας τῶν μαθητῶν, καὶ νίψαι τοὺς πόδας τῶν μαθητῶν ὡς ὁ διδάσκαλος. ὅν ὁ θεὸς ἔταξεν ἐν τῇ ἐκκλησίᾳ μετὰ τοὺς πρώτην χώραζν ἐν αὐτῇ εἰληχότας ἀποστόλους καὶ δεύτερον προφήτας.

ΧΙ. Εἰ δὲ τὸ »Τῷ ἀδελφῷ σου δουλεύσεις« φθάνειν δύναται ἐπὶ τοὺς ὑποδεεστέρους, καὶ τὸ »Γίνου κύροις τοῦ ἀδελφοῦ σου« ἐπὶ τοὺς ὡς ὁ Ἰακὼβ κρείττονας, δῆλον ὄτι γενόμενος ὁ δοῦλος ὡς ὁ κύριος νίπτει τοὺς πόδας τῶν δουλευόντων τῇ παρ' αὐτοῷ διδασκαλίᾳ, ἐπεὶ τὸ »Ὑμεῖς φωνεῖτέ με >Ὁ διδάσκαλος καὶ Ὁ κύριος<, »καὶ καλῶς λέγετε· εἰμὶ γάρ« οὐκ ἀξιῶ μηδὲν ἔχειν βαθύτερον καὶ παρὰ τὸ ὑπὸ τῶν πολλῶν νενοημένον· οὐ πᾶσι γὰρ τοῖς λέγουσι· »Κύριε, Κύριε« λεχθήσεται ὑπὸ τοῦ Ἰησοῦ τὸ »Ὑμεῖς φωνεῖτέ με »>Ὁ κύριος< καὶ καλῶς λέγετε«.

οὐ καλῶς οὖν λεγουσι· »Κύριε« οἱ ἐν τῆ ἡμέρᾳ ἐκείνῃ φήσονττες· »Κύριε, Κύριε, οὐκ ἐν τῷ ὀνόματί »σου ἐφάγομεν, καὶ ἐν τῷ ὀνόματί σου ἐπίομεν, καὶ ἐν τῷ ὀνόματί »σου δαιμόνια ἐξεβάλομεν καὶ δυνάμεις πεποιήκαμεν«;

φήσει γοῦν αὐτοῖς ὁ Ἰησοῦς· »Ἀποχωρεῖτε ἀπ' ἐμοῦ· οὐδέποτε ἔγνων ὑμᾶς, ὄτι »ἐργάται ἐστὲ ἀδικίας«· οὐκ ἄν δὲ λέγουσιν αὐτοῖς καλῶς τὸ »Κύριε, »Κύριε« εἶπεν τὸ »Ἀποχωρεῖτε ἀπ' ἐμοῦ«.

ἀλλὰ καὶ τὸ »Οὐ πᾶς ὁ »λέγων μοι· Κύριε, κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρα »νῶν« παρίστησιν ὄτι οὐ πᾶς ὁ λέγων· »Κύριε, κύριε«, μαρτυρηθείη [*](5 Vgl. Röm. 8, 15. — 10 Matth. 10, 25. — 14 Vgl. I Kor. 12, 28. — 16 Gen. 27, 40. — 17 Gen. 27, 29. — 20 Joh. 13, 13. — 23 Joh. 13, 13. — 25 Matth. 7, 22; Luk. 13, 26. — 28 Matth. 7, 23; Luk. 13, 27. — 29 Matth. 7, 23. — 30 Matth. 7, 21.) [*](2 ὁ δοῦλος]ὡς ὁ διδάσκαλος, corr. Br | 4 ἐνηργάζετο | 22 νενομισμένον V | 25 d. Form des Citates stimmt eningermassen mit Syr. Cur. Justin, Apol. I, 16. Dial. 76 [vgl. Preuschen, Antilegomena S. 29, 14ff.] | 27 φησὶ, corr. Ausgg. | 28 Das Citates stimmt ebenfalls nicht mit unseren Texten; vgl. II Clem. 4, 5 [Preuschen, Antilegomena S. 20, 30] | 30 τὸ + V | 31 μοι ü. d. Z.)

444
ἄν ὑπ' αὐτοῦ ὡς νῦν οἱ ἀπόστολοι, πρὸς οὔς εἶπεν· »Καλῶσ λέγετε·

»εἰμὶ γάρ«. καὶ γὰρ ἀληθῶς κακία μὲν αὐτῶν οὐκέτι κυρία ἦν, ὁμιλοῦντα λόγος δέ, καὶ ἁπαξαπλῶς ὁ κύριος, ἡ πᾶσα ἔμψυχος καὶ ζῶσα ἀρετή.

ἀλλὰ καὶ εἴπερ »Οὐδεὶς δύναται εἰπεῖν· Κύριος Ἰησοῦς, εἰ μὴ ἐν »πνεύμαται ἁγίῳ«, καὶ νοοῦμεν ἐν τούτῳ τί ἔστιν τὸ εἰπεῖν· »Κύριος »Ἰνσοῦς«· ὁ ἐν πνεύματι ἁγίῳ λέγων· »Κύριος Ἰησοῦς« καλῶς λέγει.

εἰ δὲ καὶ ὁ καλῶς λέγων πάντως ἐν πνεύματι ἁγίῳ λέγει, ζητήσεις διὰ τὸ νῦν »Καὶ καλῶς λέγετε« συνεξεταζόμενον τῷ »Οὔπω γὰρ »ἦν πνεῦμα, ὄτι Ἰησοῦς οὔπω ἐδοξάσθη«.

γνησίως οὖν δουλεύοντος τῷ λόγῳ ἔργον ἐστὶν τὸ καλῶς εἰπεῖν· »Κύριος Ἰησοῦς« καὶ τοῦ ἀνάλογον τούτῳ μαθητοῦ τὸ καλῶς εἰπεῖν τῷ σωτῆρι τὸ »ὁ διδά- »σκαλος«· πρὸς ὄν λέγοιτ' ἄν τὸ »Εἰμὶ γάρ«, οὐκ ἄν λεχθησόμενον ὑπὸ τοῦ λόγου τῷ δουλεύοντι τῇ ἁμαρτίᾳ καὶ τῷ μαθητευομένῳ τοῖς ψεύσεσιν.

ΧΙΙ. Πλὴν καὶ ἄγιον ὄντα ἐνδέχεται δεῖσθαι τῆς νίψεως τῶν ποδῶν, ἐπεὶ καὶ ἡ καταλεγομένη εἰς ἐκκλησιαστικὴν τιμὴν χήρα ἐξετάζεται μετὰ τῶν ἄλλων καλῶν καὶ ἐν τῷ »Εἰ ἁγίων πόδας »ἔνιψεν«· γελοῖον γὰρ φοἶμαι τυγχάνειν τὸ στῆναι ἐπὶ τοῦ ῥητοῦ καί, φέρε εἰπεῖν, τὴν ἔχουσαν πάντα τὰ χαρακτηρίζοντα τὴν ἁγίαν χήραν καὶ τούτῳ μόνῳ λείπουσαν, μὴ κατατεάχθαι εἰς ἐκκλησιαστικὴν τιμήν, πολλάκις διὰ παιδισκῶν καὶ οἰκετῶν φιλοφρονησαμένην, ἐν ᾦ καιρῷ ηὐπόρει καὶ εἶχεν τὰ ἐπιτήδεια, τοὺς ξένους ἤ τοὺς ἁπαξαπῶς δεομένους τοῦ φιλάνθρωπόν τι ἔργου ἀπ' αὐτῆς παθεῖν.

καὶ μὴ θαυμάσῃς εἰ ἀνάγειν σε δεῖ τὸ »Εἰ ἁγίων πόδας ἔνιψεν«,| ὅπου κελεύονται ἀνάλουον τοῖς πρεσβυτέροις πρεσβύτιδες, εἶναι καὶ καλοδιδάσκαλοι.

ὅρα δὲ εἰ μὴ καὶ ἐργῶδές ἐστιν τὸ πάνθ' ὁντινοῦν μαθητευόμενον τῷ χριστῷ, θέλοντα πληροῦν τὴν λέγουσαν ἐντολήν· »Καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας«, ὡς ὀφειλόμενον ἔργον ἐθέλειν ποιεῖν τὸ νίψαι τοὺς σωματικοὺς καὶ αἰσυητοὺς πόδας τῶν ἀδελφῶν, ὤστε τοὺς ἐν ὁποιᾳποτοῦν ὑποθέσει βίου τυγχάνοντας πιστὺς τοῦτο ποιεῖν, εἴτε ἐν ἐκκλησιαστικῇ δοκοῦντας εἶναι ὑπεροχῇ ἐπισκόπους καὶ πρεσβυτέρους, εἴτε καὶ ἐν ἄλλοις κοσμικοῖς τισιν ἀξιώμασιν· ὥστε κατὰ τοῦτο καὶ τὸν δεσπότην ἤκειν ἐπὶ τὸ νίπτειν τοὺς πόδας τοῦ πιστεύοντος δούλου, καὶ τοὺς γονεῖς τοῦ υἱοῦ· ὄπερ ἔθος ἤ οὐ γίνεται ἤ εἰς ὑπερβολὴν σπανιώτατα, καὶ παρὰ [*](1 Joh. 13, 13. — 4 I Kor. 12, 3. — 8 Joh. 7, 39. — 17 I Tim. 5, 10. — 24 I Tim. 5, 10. — 25 Vgl. Tit. 2, 3. — 28 Joh. 13, 14.) [*](8 τῷ] τὸ, corr. Ausgg. | 16 χήρα] ηρ a. Ras. | 17 ἐξετάζετε, corr. V | 21 φιλοφρονησαμένη, corr. Ausgg. | 22 εὐπορει, ευ a. Ras. | 25 κελεύονται nach V; M ist stark beschädigt; | πρεσβυτέροις — καὶ nur noch z. T. lesbar | 30 ποιαποτοῦν, corr. v.)

445
τοῖς πάνυ ἁπλουστέροις καὶ ἀγροικοτέροις γίνεται.

μνημονευτέον δὲ εἰς ταῦτα καὶ τῶν εἰρημένων εἰς τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις »μέρος μετ' ἐμοῦ«, ἀλλὰ καὶ τοῦ» Γινώσκετε, τί πεποίηκα ὑμῖν;«

καὶ γὰρ πρέπει ὑπόδειγμα ἡμῖν τὸν Ἰησοῦν δεδωκέναι τοῦ νίπτειν πόδας ἀνάλογον τοῖς τροπικῶς ὑπὸ τῆς νύμφης ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων εἰρημένοις ἐν τῷ »Ἐνιψάμην τοὺς πόδας μου. πῶς μολυνῶ »αὐτούς«;

πρόσχες δὲ τῷ »Ἴνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς »πιῆτε« συνεξετάζων αὐτὸ τῷ »Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος »μετ' ἐμοῦ«.

ἐὰν δέ τις πρὸς ταῦτα λέγῃ, ὄτι κἄν ἀλληγορῆται, οὐδὲν ἦττον γέγονε καὶ κατὰ τὸ ῥητόν, ἀκουστέον μετὰ τοῦ τροπικοῦ καὶ τῆς φασκούσης λέξεως· »Εἰ οὖν * ἔνιψα τοὺς πόδας ὑμῶν, ὁ »κύριος καὶ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήων νίπτειν τοὺς »πόδας. ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν »καὶ ὑμεῖς ποιῆτε«· λεκτέον πρὸς τὸν τοιοῦτον· ἄρ' ἐπεὶ κατὰ τὸ ῥητὸν γέγονεν τὸ εἰρημένον πρὸς τὸν εἰπόντα Πέτρον· »Οὐ μὴ »νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα« τὸ »Ἐὰν μὴ νίψω σε, οὐκ »ἔχεις μέρος μετ' ἐμοῦ«· καὶ ἡμεῖς κατὰ τὸ ῥητὸν τοῖς κατ' εὐλάβειαν μὴ ἐμπαρέχουσιν ἑαυτῶν τοὺς πόδας ἡμῖν ἴνα αὐτοὺς νἰψωμεν φήσομεν καὶ τολμήσομεν εἰπεῖν τοῖς τοιύτοις τὸ »Ἐὰν μὴ νίψω »σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ«.

εἰ δὲ ἐνταῦθα οὐ δυσωπεῖ τὸ ὄ εἶπον, ἐπίσκεψαι τί σε χρὴ λέγειν πρὸς τὴν περὶ τοῦ εἰ χρὴ καὶ τὴν λέξιν πάντως τηρεῖν ἐπαπόρησιν.

ὄτι μὲν οὖν ποτε καθήξει τῷδε μὲν νίψαι τοὺς πόδας τοῦ δεῖνα μαθητοῦ Ἰησοῦ, τῷδε δὲ ἐμπαρασχεῖν αὐτοὺς νιφθησομένους ὑπ' αὐτοῦ, ὡς ἀπὸ ἀγάπης καὶ φιλοφροσύνης τὸν μὲν ποιῆσαι, τὸν δὲ παρασχεῖν, καὶ αύτὸς ἄν ὁμολογήσαιμι.

εἰ δὲ φήσομεν ἔκαστον τῶν μὴ συνειδότων ἑαυτῷ τοῦτο πεποιηκέναι καὶ ἁγίων οὔτω τοὺς πόδας νενιφέναι ὀφειλομένην τινὰ ἐντολὴν μὴ ἀποδεδωκέναι τὴν »Ὀφείλετε ἀλλήων νίπτειν τοὺς πόδας« ὤρα που λεγειν, ἐγγύς που πάντας ὀφειλέτας εἶναι τῆς ἐντολῆς ταύτης.

[*](2 Joh. 13, 8. — 3 Joh. 13, 12. — 6 Hohel. 5, 3. — 7 Joh. 13, 15. — 8 Joh. 13, 8. — 11 Joh. 13, 14f. — 15 Joh. 13, 8. — 16 Joh. 13, 12. — 19 Joh.)[*](8 αὐτῷ τὸ V | 10 γέγονε καὶ] γεγονέναι, corr. We | ῥητόν, εἰ μὴ? We | 11 οὖν] + ἐγὼ V mit T u. o. S. 441, 24. 442, 14 u. ö. | 21 [ χριὴ λέγει]ν in M. unleserlich | χρεὴ 2] χρὴν Μ. ἐχρὴν V | 23 δὲ + We.)
446

13, 16 Ἀμὴν λέγω ὑμῖν, οὐχ ἔστιν δοῦλος μείζων τοῦ κυρίου † ἐαυτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντὸς αὐτόν. 17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἀὰν ποιῆτε αὐτά. 18 οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ ἱνα ἡ γραφὴ πληρωθῇ· Ὁ τρώγων ** τὸν ἄρτον, ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.