Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἀλλὰ καὶ εἴ τις ὑπό τινος ἀνακρίνεται, ἐπεὶ ὁ πνευματικὸς ὑπ’ οὐδενὸς ἀνακρίνεται, οὐκ ἔστιν πνευματικός, ἢ οὐκ ἔστιν πω πνευματικός.

μήποτ’ οὖν βέλτιον λέγειν ὅτι γίνεταί τις πνευματικός, οὐ πρότερον ὤν, ὅστις ἤδη καὶ κυρίως ἐστὶν υἱὸς θεοῦ.

τίνα οὖν ἐστιν τὰ λεγόμενα νῦν τέκνα θεοῦ, εἰ μή εἰσιν οἱ κατὰ τοὺς εἰσάγοντας τὰς φύσεις >πενυματικοί<, ὥρα σκοπεῖν· καὶ ὅρα εἰ τέκνα θεοῦ διεσκορπισμένα ἕτερα παρὰ τὸ ἔθνος δύνασαι νοεῖν τοὺς ἤδη, ὅτε ταῦτα ἐλέγετο, δικαίους ἐν θεῷ, εἴτε προκεκοιμημένους πατριάρχας χας ἢ προφήτας ἤ τινας ἄλλους ἐκλεκτοὺς τοῦ θεοῦ, εἴτε καὶ τοὺς ἤδη τότε ἰσχύοντας· ὡς γὰρ ὑπαρχόντων τῶν ἰσχυόντων καὶ μηδὲ νοσούτων φηςίν· »Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ’ οἱ [*](3 Vgl. o. c. 14. – 5 Vgl. I Sam. 19, 20–24. – 9 Num. 23, 7. – 10 Vgl. Num. 24, 2. – 15 Joh. 11, 51 f. – 22 I Kor. 2, 15. – 31 Vgl. Joh. 11, 52. – 35 Matth. 9, 12 f.) [*](1 <ᾧ> + Hu, καθ’ ὃν V| 10. 12 ἰσδραὴλ | 11 κανότητος, corr. V | 20 πάντας, corr. We | 34 γὰρ ὑπαρχόντων] αρ υπαρ a Ras.)

416
»κακῶς ἔχοντες«, καὶ ὡς ὄντων δικαίων λέγει· »Οὐκ ἐλήλυθα κα- »λέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν«.

ἐμελλεν οὖν Ἰη- σοῦς ἀποθνήσκειν ὑπὲρ μὲν τοῦ ἔθνους ἵνα μὴ ἀπόληται, ὑπὲρ δὲ τῶν τέκνων τοῦ θεοῦ ὄντων ἐν διασκορπισμῷ, ἵνα συναχθῶσιν εἰς ἕν καὶ ἐν αὐτῷ γενήσωνται μία ποίμνη, εἷς ποιμήν· ὅτε οἶμαι πληροῦσθαι τὴν τοῦ σωτῆρος εὐχὴν λέγοντος· »Ὡς ἐγὼ καὶ σὺ »ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἕν ὦσιν«.

εἰ δέ τι καὶ βαθύτερόν ἐστιν περὶ Ἰσραὴλ οὐ φύσεως ἀλλὰ γένους εἰπεὶν, περὶ οὗ γέγραπται· » Υἱὸς πρωτότοκός μου Ἰσραήλ ἐστιν«, γενομένου ἐν διασκορπισμῷ, καὶ αὐτὸς ἐπιστήσεις, ὡς εἶναι τούτους τὰ τέκνα τοῦ θεοῦ τὰ διεσκορπισμένα, ὑπὲρ ὧν ἔμελλεν ἐποθνήσκειν Ἰησοῦς, ἵνα αὐτὰ συναγάγῃ εἰς ἕν.

11, 53 Ἀπ’ ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν.

Οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συναγαγόωτες συνέδριον καὶ σκεψάμενοι περὶ τοῦ σωτῆρος ἡμῶν τί αὐτῷ ποιητέον αὐτοῖς, Καϊάφα τοῦ ἀρχιερέως τὰ προεχτεθειμένα εἰπόντος, ὑπὸ τῶν κόγων αὐτοῦ παροξυνθέντες συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν κύριον.

διόπερ ζητήσεις ἀπὸ ποίου πνεύματος προεφήτευσεν ὅτι ἐμελλεν Ἰησοῦς ἀποθνήσκειν ὑπὲρ τοῦ ἔθνους, καὶ πότερον τὸ ἅγιον πνεῦμα καὶ ἐν τοιούτῳ ἐνήργησεν καὶ αἴτιον γεγένηται τῆς κατὰ τοῦ Ἰησοῦ συμβουλῆς, ἤ οὐκ ἐκεῖνο μὲν οὖν, ἄλλο δὲ τὸ δυνάμενον καὶ ἐν τῷ ἀσεβεῖ λαλῆσαι καὶ τοὺς ὁμοίους ἐκείνῳ κατὰ τοῦ Ἰησοῦ κινῆσαι οὐδὲν ἧττον καὶ ἑώρα τι εἰς τὸν Ἰησοῦν, ὡς κατὰ δύναμιν προεξητάσαμεν.

ὁ μέντοι βουλόμενος ἀπολογεῖσθαι περὶ τοῦ ἁγίου πνεύματος δοκοῦντος αἰτίου γεγονέναι ἵνα συμβουλεύσωτυαι ἀπο- κτεῖναι τὸν Ἰησοῦν ἐκ τῶν λόγων κινηθέντες τοῦ Καϊάφα οἱ ἀρ- χιερεῖς καὶ οἱ Φαρισαῖοι φηςὶν ὅτι οὐκ ἀλλότριόν ἐστιν τὸ τοιοῦτο ἔργον τῆς ἁγιότητος, ἐπεὶ μηδὲ Ἰησοῦς ἀνόξιον ἑαυτοῦ πεποίηκεν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἀλὼν τῶν ἐν τῷ Ἰσραὴλ καὶ φάσκων·»Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ »βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται«.

ὡς γὰρ [*](1 Luk. 5, 32. — 4 Vgl. Joh. 11, 52. — 5 Vgl. Joh. 10, 16. — Joh. 17, 21. —9 Exod. 4, 22. — 17 Vgl. c. 18ff. — 25 Vgl. c. 20. — 30 Vgl. Luk. 2, 34. — 31 Joh. 9, 39.) [*](5 ἕ ν καὶ ἐν αὐ τῷ] das Papier ist hier abgerieben, sodas keine Spur mehr zu erkennen ist. V rät: εἰς ἕνα λόγον καὶ. Ergänzt von Br | 6 ὡς] ἵνα; doch steht o. S. 32, 21 ὡς, wie allein möglich ist; ἵνα stammt aus Z. 7 | 8 ἰσδραήλ | 17 <εἰ- πότος> + V | 30 ἐλθὼν] ἐθνῶν, corr. Br.)

417
δεόμεθα λόγου σοφίας εἰς τὸ ἀπολογήσασθαι πῶς ὁ ὁμολογῶν εἰς κρῖμα τῷ κόσμῳ τούτῳ ἐπιδεδημηκέναι οὐκ ἀνάξιον ἑαυτοῦ πεποί- ηκεν, οὕτως καὶ εἰς τὸ ἐκ τῶν διὰ τοῦ Καϊάφα λόγων τοῦ ἁγίου πνεύματος συμβεβουλεῦσθαι τοὺς ῤχιερεῖς καὶ τοὺς Φαρισαίους ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.

περὶ μὲν οὖν τοῦ· »Εἰς κρῖμα ἐγὼ εἰς »τὸν κόσμον τοῦτον ἦλθον«, ὅσα δεδυνήμεθα ἐν τοῖς εἰς τὸν τόπον ἐξηγητικοῖς εἰρήκαμεν· περὶ δὲ τοῦ νῦν προκειμένου τοιαῦτα ἄν λέ- γοιτο, ὅτι ὥσπερ τὸν ἱερὸν νοῦν τῶν γραφῶν, ἐπὶ ὠφελείᾳ λεγό- μενον τῶν ζητούντων ὑπ’ αὐτοῦ ὠφεληθῆναι, οἱ ἐπὶ τὸ χεῖρον παρεδε χόμενοι, ὥστε καὶ ἀφορμὰς ἔχειν δοκεῖν πρὸς κατασκευὴν ἀσεβοῦς διδασκαλίας τῶν ἀδικίαν εἰς τὸ ὕψος λαλούντων, συκοφαν- τοῦσιν, οὕτως τὴν περὶ τοῦ σωτῆρος ἡμῶν ὑπὸ τοῦ Καϊάφα γενο- μένην προφητείαν ἀληθεύουσαν ἐν τῷ συμφέρειν ἠμῖν ἵνα εἷς ἄν- θρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται, οὐχ ὑγιῶς ἀκούσαντες οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ἀλλὰ ἄλλον νοῦν νομίσαντες εἶναι καὶ βούλημα τῆς τοῦ Καϊάφα συμβουλῆς, ἀπ’ ἀκείνης συνεβουλεύσαντο τῆς ἡμέρας ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν.

ταῦτα δέ φημι κατὰ τὸ ἀκόλουθον τῇ περὶ τοῦ ἅγιον εἶναι πνεῦμα τὸ διὰ τοῦ Καϊάφα προφητεῦσαν ἐκοχῇ, οὐ πάντως συν ιστὰς τοῦθ’ οὕτως ἔχειν, ἀλλὰ καταλιπὼν καὶ τοῖς ἐντυγχάνουσιν κρίνειν ὀπότερον χρὴ παραδέξασθαι περὶ τοῦ Καϊάφα, καὶ ὡς † ὑπὸ πόδας τοῦ πνεύματος κακινημένου.

11, 54 Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, εἰς Ἐφαρὶμ λεγομένην πόλιν, καὶ ἐκεῖ ἔμεινεν μετὰ τῶν μαθητῶν.

ΧΧΙΙΙ. Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἀναγεγράφθαι ωομίζω βουλομένου τοῦ λόγου ἐπιστρέφειν ἡμᾶς ἀπὸ τοῦ θερμότερον καὶ ἐλογιστότερον ἐπιπηδᾶν τῷ [ἐν τῷ] ἕως θανάτου ἀγωνίζεσθαι περὶ τῆς ἀληθείας καὶ μαρτυρεῖν.

καλὸν μὲν γὰρ ἐμπεσόντα τὸν περὶ τοῦ ὁμολογεῖν τὸν Ἰησοῦν ἀγῶνα μὴ ἀναδύεσθαι τὴν Ὀμολογίαν, μηδὲ μέλλειν περὶ τὸ ὑπεραποθανεῖν τῆς ἀληθείας.

οὐκ ἔλατ- τον δὲ τούτου καλὸν καὶ τὸ μὴ διδόναι ἀφορμὴν τῷ τηλικούτῳ πειρασμῷ, ἀλλὰ παντὶ τρόπῳ περιίστασθαι αὐτόν, οὐ μόνον διὰ τὸ [*](5 Joh. 9, 39. — 6 Die Erklärung ist verloren. — 11 Vgl. Ps. 72, 8. — 27 βουλομένου — S. 418, ἄδηλον verkürzt in Cat86. — Vgl. Sir. 4, 28.) [*](16 καὶ] κατὰ, corr. Pr; κατὰ τὸ V Ausgg. | 17 συνεβουλεύσαντο] οὖν ἐβουλεύ- σαντο, corr. Pr | 19 ἱστὰς, corr. Ausgg.; συνιστῶν V | 21 Korrupt? We | 28 ἀλο- γώτερον καὶ θερμότερον Cat. | τῷ — S. 418, 1 ἄδηλον] von Cat. stark verkürzt; s. Frg. 86 | 31 ἔλαττον] nach ἔ ist ein Bchst. ausradiert.)

418
περὶ τῆς ἐν αὐτῷ ἐκβάσεως ἄδηλον ἡμῖν, ἀλλὰ καὶ ἵνα μὴ ἡμεῖς πρόφασις γενώμεθα τοῦ ἁμαρτωλοτέροις γενέσθαι καὶ ἀσεβεστέροις τοῖς οὐκ ἄν μὲν τῷ ἔργῳ τοῦ ἡμῶν ἀκκεχύσθαι τὸν αἷμα γενομένοις ἐνόχοις, εἰ τὰ παρ’ ἑαυτοῦς ποιοῦντες ἐξεκλίνομεν τοὺς μεχρι θανάτου ἡμὶν ἐπιβουλεύοντας, ἐσομένοις δὲ ἐν πλείονι καὶ βαρυτέρᾳ κολάσει παρ’ ἡμᾶς εἰ φιλαυτοῦντες καὶ μὴ καὶ τὰ ἐκείνων σκο[οῦντες ἐπιδιδᾠημεν αὑτοὺς τῷ ἀναιρεῖσθαι , οὐ τῆς ἀνάγκης εἰς τοῖτο καταλαβούσης.

εἴπερ γὰρ καὶ ὁ πρόφασίς τινι γενόμενος ἁμαρτίας τῷ αὐτὸς ἐπὶ ταύτην κεκινηκέναι τὸν ἁμαρτάνοντα τίσει δίκας ἐπὶ τοῖς δἰ αὐτὸν ἀνθρώπων τινὶ ἡμαρτημένοις, πῶς οὐχὶ καὶ ὁ παρὸν ἐκκλῖναι, ἵνα μὴ ὁ δεῖνα προδότης χριστιανοῦ γένηται καὶ ἐπίβουλος τῆς κατὰ τὸν Ἰησοῦν θεοσεβείας, μὴ ἐκκλίνας μὲν καὶ προσπαροξύνας δὲ οὐχῖ καὶ περὶ τῆς ἐκίνου ἁμαρτίας δώσει λόγον, κἄν τὸ ὅσον ἐπὶ τῇ εἰς τὸ μαρτυρεῖν προθυμίᾳ καὶ τῇ εἰς τοῦτο ἐνδρείᾳ τιμῆς καὶ ἀποδοχῆς ἄξιος ᾖ παρὰ τῷ εὐσεβουμένῳ θεῷ καὶ ὁμολογουμένῳ ὑπ’ αὐτοῦ σωτῆρι;

ὅτι δὲ ἡμῶν ἕνεκεν τὰ τοιαῦτα γέγραπται, ἵν’ ἡμεῖς, παράδειγμα ἔχοντες τὸν Ἰησοῦν, καὶ ἐν τοῖς τοιούτοις αὐτοῦ μιμηταξὶ γινώμεθα, παραστήσει ἡ λέγουσα γραφή· »Ἐζήτουν οὖν αὐτὸν »πιμηται, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐλη- »λύθει ἡ ὥρα αὐτοῦ«.

ὡς γάρ, κατὰ τὸ ῥητὸν τοῦτο, διὰ τοῦτο οὐ- δεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα παρόντα καὶ μὴ φεύγοντα, ἐπεὶ μήπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, οὑτως καὶ χωρὶς τοῦ ἀναχωρεῖν, ἐν τῷ καιρῷ τοῦ μηδέπω αὐτοῦ ἐφεστηκέναι τὴν ὥραν, οὐκ κατεσχέθημεν ἄν ἡμεῖς.

διόπερ ἀκουστέον οὐ μόνον τοῦ »Ἐὰν διώ- »κωσιν ὐμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἐτέραν« καὶ τῶν ἑξῆς, ἀλλὰ καὶ ὅτι ἠνίκα συνεβουλεύσαντο ἵνα ἀποκτείνωσιν τὸν Ἰησοῦν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι,

τὸ εὐλόγιστον τηρῶν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδίοις, ἀλλ’ οὐδὲ εἰς ἄλλην πόλιν ἀνεχώρησεν ὄχλων πεπληρωμένην, ἀλλά τινα ἐνακεχωρηκυῖαν.

γέ- γραπται γάρ· »Ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς »Ἰουδαίοις, ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου, »ἐις Ἐφραὶμ λεγομένην πόλιν«.