Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Ζητήσεις δὲ εἰ πάντως, εἴ τις προφητεύει, ἐκ πνεύματος ἁγίου προφητεύει, κἄν τισιν φαίνηται μηδεμιᾶς ζητήσεως ἔχεσθαι λεγόμενον.

πῶς δὲ οὐ ζητήσεως ἄξιόν ἐστιν, εἴγε Δαβὶδ μετὰ τὴν ἐπὶ τοῦ Ούρίου ἁμαρτίαν εὐλαβούμενος ἀφαιρεθῆναι ἀπ’ αὐτοῦ τὸ ἅγιον πνεῦμά φησι· »Τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ’ »ἐμοῦ«; εἰ δέ τις προσίεται καὶ τὸ »Ἅγιον γὰρ πνεῦμα παιδείας »φεύξεται δόλον, καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων« σαφῶς δόξει παρίστασθαι ὅτι φεύγει ἀπὸ τῆς δεδολιωμένης ψυχῆς, κἂν πρότερον τύχῃ πρὸ δόλου καὶ ἁμαρτίας γενόμενον ἐκεῖ, τὸ ἅγιον πνεῦμα.

οὕτω δὲ ζητήσεως ἄξιόν ἐστιν τὸ περὶ τοῦ ἀγίου πνεύματος εἰ δύναται εἶναι καὶ ἐν ἁμαρτωλῷ ψυχῇ,, ὥστ’ ἄν τινα εἰπεῖν ὅτι εἴπερ »Οὐδεὶς δύηναται εἰπεῖν Κύριος Ἰησοῦς εἰ μὴ ἐν πνεύματι »ἁγίῳ«· πολλοὶ δὲ καὶ τῶν ἁμαρτωλῶν διάκεινται πρὸς τὸν Ἰησοῦν ὡς πρὸς κύριον, καὶ ἐν αὐτοῖς ἂν εἴη τὸ ἅγιον πνεῦμα.

καὶ τάχα ἐπεὶ οἱ μετὰ τὸ τυχεῖν αὐτοῦ ἁμαρτάνοντες οὐκ ἂν τυγχάνοιεν ἀφέσεως, διὰ τοῦτο λέγεται περὶ τῶν πρὸ τοῦ ἁγίου πνεύματός τινι ἡμαρτημένων τὸ »Πᾶσα ἁμαρτία καὶ βλασφημία ἁφεθήσεται τοῖς »υἱοῖς τῶν ἀνθρώπων«·

περὶ δὲ τῶν μετὰ τὸ τυχεῖν ἁγίου πνεύματος ἐπταικότων τὸ »Ὀ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσας οὐκ »ἔχει ἄφεσιν οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι«. βλασφημεῖ γὰρ ἔργοις καὶ λόγοις ἁμαρτίας εἰς τὸ παρὸν πνεῦμα ἅγιον ὁ καὶ παρόντος αὐτοῦ ἐν τῇ ψυχῇ ἁμαρτάνων.

οὕτω δέ τις φήσει εἰρῆσθαι καὶ τὸ ἐν τῇ πρὸς Ἑβραίους τοῦτον ἀναγεγραμμένον τὸν τρόπον· »Ἀδύνατον γἂρ τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς »δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου, »καὶ καλὸν γευσαμένους θεοῦ ῥὴμα δυνάμεις τε μέλλοντος αἰῶνος, »καὶ παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦν- »τας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας«. πρόσχες γὰρ ἐν τούτοις τὸ »Μετόχους γενγθέντας πνεύματος ἁγίου«.

εἰς δὲ τὸ ἐναντίον, ὡς, εἰ καὶ προεφήτευσεν ὁ Καϊάφας, οὐδὲν ἧττον οὐκ ἦν πνεῦμα ἅγιον ἐν αὐτῷ, λεχθείη ἂν τὸ »Οὔπω γὰρ ἦν πνεῦμα, »ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη«.

καὶ εἴπερ οὐκ ἦν πνεῦμα οὐδὲ ἐν τοῖς [*](8 Ps. 50, 13. – 9 Weish. Sal. 1, 5. – 15 I Kor. 12, 3. – 20 Matth. 12 31; vgl. Mark. 3, 29. – 27 Hebr. 6, 4 – 6. – 32 Hebr. 6, 4 – 34 Joh. 7, 39.) [*](4 vorζητήσεις eini Initiale ausrad. | 6 ἄξιος, corr. V | 11 δεδολισμένης, corr. We | 14 ἁμαρτωλοῦ We| 20. 22 Die Citate zeigen eine Mischform aus Mark. u. Mark. und stammen wohl aus einer Spruchsammlung | 21 ἁγίου]α υ. ι a. Ras. | 29 γεσαμένους.)

409
ἀποστόλοις πρὸι τοῦ Ἰησοῦν δοξασθῆναι, πόσῳ πλέον οὐκ ἦν ἐν τῷ καϊάφᾳ; ἀναστὰς δὲ ὁ σωτὴρ »ἐνεφύσησεν« τοῖς μαθηταῖς »καὶ λέγει »αὐτοῖς· Λάβετε πνεῦμα ἅγιον« καὶ τὰ ἑξῆς·

τολμηρῶς μὲν οὖν τις παραθήσσεται τὰ λεχθησόμενα πρὸς τὸ μὴ ἀπὸ ἁγίου πνεύματος προπεφητευκέναι τὸν Καϊάφαν· ὁμῶς δ’ οὖν ἐρεῖ ὅτι δύναται καὶ πονηρὰ πνεύματα μαρτυρεῖν τῷ Ἰησοῦ καὶ προφητεύειν περὶ αὐτοῦ ἢ μαρτυρεῖν αὐτῷ, ὥσπερ τὸ λέγον· »Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ »θεοῦ« καὶ τὰ παρακαλοῦντα αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν καὶ λέγοντα· »Ἦλθες ἀπολέσαι ἡμᾶς;«

Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων γέγραπται ταῦτα· »Ἐγένετο πορευομένων ἡμῶν εἰς τὴν προσευχὴν παιδίσκην τινὰ »ἔχουσαν πνεῦμ α πύθωνα ὑπαντῆσαι ἡμῖν, ἅτις ἐργασίαν πολλὴν »παρεῖχει τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα »Παύλῳ καὶ ἡμῖν † ἔκραξεν λέγουσα ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι » τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σω- »τηρίας«.

φήσει οὖν ὁ τούτοις συγχρώμενος ὅτι οὐδὲν ἀποδεῖ προφητείας ὁ τοῦ πύθωνος λόγος, μαρτυρῶν τοῖς ἀποστόλοις καὶ προτρέπων ὡς ἐπὶ ὁδὸν σωτηρίας καταγγελλομένην πιστεύειν τοὺς ἀκούσαντας.

ἐπεὶ δὲ καὶ τὰ τοῦ Βαλαὰμ παρεθέμεθα, πρόσχες εἰ δύναται καὶ περὶ αὐτοῦ λέγεσθαι ὅτι οὐ θεόθεν ἐλάλησεν ἀλλ’ ἀπὸ ἀγγέλου· »Ἔστη, γάρ φησιν, ὁ ἄγγελος τοῦ θεοῦ ἐν τῇ ὁδῷ ἐνδιαβάλλειν αὐ- »τόν. καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ οἱ δύο παῖδες »αὐτοῦ μετ’ αὐτοῦ. καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθε- »στηκότα ἐν τῇ ὁδῷ, καὶ τῆν ῥομφαίαν αὐτοῦ ἐσπασμένην ἐν τῇ »χειρὶ αὐτοπυ, καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς »τὸ πεδίον. καὶ ἐπάταξεν Βαλαὰμ τὴν ὅνον ἐν τῇ ῥάβδῳ τοῦ »εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ· καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξι »τῶν ἀμπέλων, φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν«. εἶτα μετ’ ὀλίγα·

»Ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω Βα- »λαάμ«. καὶπάλιν μετ’ ὀλίγα· »Εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ· Διατί »ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον; καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς δια- »βολήν σου, ὅτι οὐκ εὐθεῖα ἡ ὁδός σου ἐναντίον μου· καὶ ἰδοῦσά με« »ἡ ὄνος ἐξέκλινεν ἀπ’ ἐμοῦ τοῦτο τρίτον· καὶ εἰ μὴ ἐξέκλινεν ἀπ’ »ἐμοῦ, νῦν σὲ μὲν ἂν ἀπέκτεινα ἐκείνην δ’ ἂν περιεποιησάμην. καὶ [*](2 Joh. 20, 22. –7 Mark. 1, 24; vgl. Luk. 8, 31. – 11 Act. 16, 16f.–19 Vgl. S. 404, 25ff. – 21 Num. 22, 22–24. – 29 Num 22, 27. – 30 Num. 22, – 35.) [*](7 οἴδαμεν mit LΔ Boh. Arm. Aeth. Iren. u. o. S. 181, 5 | 13 κατακολουθήσασα mit ACE 13. 31. DL | 14 ἔκραξεν singulär; wahrscheinlich ist mit allen Zeugen ἔκραζεν z. l., wie die Ausgg. corr. | ὅτι fehlt in T | 21 ἐνδιαβάλλων Μ * |31 τοῦτο – ἰδοὺ a. Ras.)

410
»εἶπεν βαλαὰμ τῷ ἀγγέλῳ· Κύριε, ἡμάρτηκα, οὐ γὰρ ἠπιστάμην ὅτι »σὺ ἀνθέστηκας εἰς συνάντηςίν μοι ἐν τῇ ὁδῷ· καὶ νῦν εἰ μή σοι »ἀρέσκει, ἀποστραφήσομαι. καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς »Βαλαάμ· Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων· πλὴν τὸ ῥῆμα ὃ »ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλάξῃ λαλῆσαι«.

παρατήρει γὰρ ὅτι ἄγγελός ἐστιν ὁ λέγων· »Τὸ ἡῆμα ὃ ἐὰν εἴπω πρὸς σὲ τοῦτο φυλ- »λάξῃ λαλῆσαι«.

ἀλλὰ φήσεις ὅτι μετ’ ὀλίγα ἀφάνη ὁ θεὸς τῷ Βαλαὰμ καὶ εἶπεν πρὸς αὐτὸν Βαλαάμ· »Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα »καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν. καὶ ἐνέβαλεν ὁ »θεὸς ῥῆμα εἰς τὸ στόμα Βαλαὰμ καὶ εἶπεν· Ἐπιστραφεὶς πρὸς βα- »λαὰμ οὕτω λαλήσεις«.

καὶ σὺ δὲ πρόσχες πῶς ἀμφότερα ἀληθῆ ἐστὶν καὶ τὸ ὑπὸ τοῦ ἀγγέλου λεγόμενον ἐν τῷ »Ὅ ἐὰν εἴπω πρὸς »σὲ τοῦτο φυλάξῃ λαλῆσαι«· καὶ τὸ ὑπὸ τῆς γραφῆς ἀπαγγελλόμενον ὅτι »Ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς τὸ στόμα βαλαὰμ καὶ εἶπεν«.

τὸ δὲ »Ἐγενήθη πνεῦμα θεοῦ ἐπ’ αὐτῷ« ὠβελίσαμεν, μήτε αὐτὸ μήτε παραπλήσιόν τι αὐτῷ εὑρόντες ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν.

πάλιν τε αὖ μετ’ ὀλίγα· »Συνήντησεν, φησίν, ὁ θεὸς τῷ Βαλαὰμ καὶ ἐνέ- »βαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν· Ἀποστράφηθι πρὸς Βα- »λαὰκ καὶ τάδε λαλήσεις«.

Εἰς ταῦτα δὲ πάντα ὁ ἀποτολμῶν φήσει ὅτι καὶ ἐπὶ τοῦ Σαοὺλ εἴρηται· »Πνεῦμα θεοῦ πονηρὸν »ἔπνιγεν αὐτόν«. ἀλλὰ καὶ πνεῦμα ψευδὲς ἐξελθὸν γέγονεν ἐν στόματι πάντων τῶν προφητῶν τοῦ Ἀχαάβ, εἰπόντος κυρίου· »Τίς »ἀπατήσει τὸν Ἀχαάβ«;· καὶ ἐξελθόντος πνεύματος ψευδοῦς καὶ εἰπόντος· »Ἐγὼ ἀπατήσω«.

Ταῦτα μὲν οὖν εἰς τοὺς τόπους ἐζητήσθω, δυναμένου τινὸς ἀφ’ ἐαυτοῦ τὰ ἀκόλουθα τοῖς ἐκτεθεῖσιν ῥητοῖς σκοπῆσαι περὶ τοῦ πῶς προεφήτευσεν ὁ Καϊάφας. μήποτε δὲ καὶ ταῦτα εἰς τὴν προφητείαν αὐτοῦ λεκτέον, ὅτι ἐπεὶ μὴ ἅγιος ἦν, εἰ καὶ προεφήτευσεν, <ἀλλ’ οὐκ ἀπὸ πνεύματος ἁγίου προεφήτευσεν>.