Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

Οἱ φύσεις ἀριθμῶν ἐρευνήσαντες πρῶτον μὲν τέλειον τὸν ἓξ εἰρήκασιν, τοῖς ἑαυτοῦ μέρεσιν ἰσούμενον, ἔκ τε τῆς συνθέσεως τοῦ ἀπὸ μονάδος διπλασιαζομένου, ἑνὸς καὶ δύο, ὃ ἐστὶ τρία, πρῶτος, καὶ τοῦ ἐφ’ ὃν ἔφθασεν ὁ διπλασιασμός, λέγω δὲ τοῦ δύο·

γενόμενος γὰρ ὁ δύο ἐπὶ τὸν τρία πεποίηκεν τὸν ἕξ. τέλειόν φασιν εἶναι τὸν εἴκοσι καὶ ὀκτώ, συνιστάμενον ἔκ τε τοῦ συνθέτου τῶν ἀπὸ μονάδος διπγασιαζομένων, ἕως γένηται πρῶτος ἀριθμός, καὶ τοῦ ἐφ’ ὃν ἔφθασεν ὁ διπλασιασμός. τέσσαρα μὲν γάρ ἐστιν ὁ ἀπὸ μονάδος διπλασιαζόμενος ἐν τῷ ἕν δύο τέσσαρα.

ἑπτὰ δὴ τούτων σύνθεσις, κοὶ αὐτὸς πρῶτος ἀριθμὸς ὑπὸ μονάδος μόνης μετρούμενος· γινόμενος δὲ ὁ τέσσαρα ἐπὶ τὸν ἑπτὰ πεποίηκεν τὸν εἴκοσι καὶ ὀκτπώ καὶ αὐτὸν τοῖς ἑαυτοῦ μέρεσιν ἴσον.

Διὰ τοῦτο δ’ οἶμαι † ῥᾴδιον διαλαμβάνεται ἀπὸ τοῦ παιδευθέντος » πάσῃ σοφίᾳ καὶ] Αἰγυπτίων « Μωσέως εἰς τὴν τῆς σκηνῆς τοῦ μαρτυρίου κατασκευήν· αἱ γὰρ αὐλαῖαι εἴκοσι καὶ ὀκτὼ πηχῶν τὸ μῆκός εἰσιν.

καὶ ἐχρῆν γε τὴν εἰς δόξαν θεοῦ κατασκευαζομένην σκηνὴν τοῦ μαρτυρίου μετὰ τῶν ἐξαιράτων ἀριθμῶν ἀριθμῶν καὶ τὸν εἴκοσι ὀκτώ.

ἐφ’ ὅν, ἱερὲ ἀδελφὲ Ἀμβρόσιε, φθάσαντες τῶν τῶν τὸ κατὰ Ἰωάννην ἐξηγητικῶν οὗτος γὰρ ἔσται, θεοῦ χαριζομένου, ὄγδοος εἰς τὸ εὐαγγέλιον τόμος), ἐπικαλεσάμενοι τὸν τέλειον καὶ τελειότητος χορηγὸν θεὸν διὰ τοῦ τελείου ἀρχιερέως ἡμῶν Ἰησοῦ [*](1 Vgl. [,,Philo, De opif. mundi 3 § 13 “ We] M. Cantor, Vorlesungen über Gesch. d. Mathematik Ι, 142. — 14 Vgl. Act. 7, 22. — 15 Vgl. Exod. 26, 2. — 21 Vgl. Hebr. 2, 17.) [*](Überschrift unter roter u. schwarzer Randleiste | 1 Das Wesen der hier Grande liegenden Zahlenspielerei beruht darauf, dass als „vollkommene Zahl“ Zahl angesehen wird, die gleich der Summe ihrer aliquoten Teile ist: 6= (1 + 2) Χ2, oder = 1 + 2 + 3; 28 = (1 + 2 +4) Χ4, oder = 1 + 2 + 4 + 7 + 14 | 2 We] ἱστάμενον Μ | 13 τὸν ἀριθμὸν λαμβάνεσθαι? We | 14 [καὶ] doch ist vielleicht auch danach ein <τέχνῃ> zu erg.)

390
Χριστοῦ, έν ἡμῶν τὸν νοῦν δῷ εὑρεῖν τὴν περὶ τῶν ἐξετασθησομένων ἀλήθειαν καὶ κατασκευὴν αὐτῶν, καὶ] οὕτως ὁδεύσωμεν καὶ ἐπὶ τὰ ἑξῆς.

11, 39 Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον.

ΙΙ. Ἐπείπερ ἐνθάδε μὲν τὸν ἐπικείμενον τῷ σπηλαίῳ λίθον οὐκ αὐτὸς ὁ Ἰησοῦς αἵρει ἀλλὰ λέγει· » Ἄρατε τὸν λίθον «, ἐν δὲ τῇ Γενέσει, ἡνίκα » λίθος ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος, καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια, καὶ ἀπεκύλιον λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ συνήγοντο καὶ ἐπότιζον τὰ πρόβατα, καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον τόπον καὶ τῷ μηδέπω τοῦτο γεγονέναι διὰ τὸ μὴ συνῆχθαι τὰ κτήνη, ὁ Ἰακὼβ ἰδὼν Ῥαχὴλ τὴν θυγατέρα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πράβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, προσελθὼν αὐτὸς ἀπεκύλιδε τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς « , βουλόμεθα ἀμφοτέρους τοὺς λίθους ἀλλήλοις συνεξετάσαι, ἵνα τὸ εὔλογον κατανοήσωμεν τοῦ ἐνθάδε μὲν μὴ αὐτὸν τὸν Ἰησοῦν ἠρκέναι τὸν λίθον ἀπὸ τοῦ σπηλαίου, ἀλλ’ εἰρηκέναι· Ἄρατε τὸν λίθον «, ἐν δὲ τῇ Γενέσει αὐτὸν τὸν Ἰακὼβ ἀποκεκυλικέναι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος.

καὶ πρόσχες εἰ δυνάμεθα λέγειν ὅτι τοῦ μὲν ἐπὶ τῷ σπηλαίῳ λίθου, ἐπεὶ τὸ σπήλαιον μνημεῖον ἠν, οὐκ ἐχρῆν αὐτὸν ἅψασθαι τὸν Ἰησοῦν, ἀλλὰ προστάξαι μόνον τοῖς ἐπιτηδείοις πρὸς τὸ ἔργον ἆραι τὸν λίθον, τοῦ δὲ ἐπικειμένου τῷ στόματι τοῦ φρέατος καὶ ἐμποδίζοντος τοῦ πίνειν τὰ πρόβατα, ἀφ’ ὧν ἔμελλεν γενέσθαι τὰ ἐπίσημα καὶ ἡ μερὶς τοῦ Ἰακώβ, αὐτὸν ἕδει λαβέσθαι τὸν Ἰακώβ, καὶ προσελθόντα τῷ λίθῳ ἀποκυλίσαι αὐτὸν ἀπὸ τοῦ στόματος τοῦ φρέατος, ἴνα ποτισθῇ τὰ πρόβατα Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ.

καὶ ἔδει γε ἐπὶ μὲν τοῦ φρέατος αὐτὸν προσελθεῖν τὸν Ιακώβ, ἔξω δὲ τοῦ σπηλαίου στῆναι τὸν Ἰησοῦν.

εἰ δὲ δύνασαι, ἐπίστησον τί δήποτε ἐπὶ μὲν τοῦ σπηλαίου οὐ κεκύλισται ὁ ἐπικείμενος αὐτῷ λίθος ἀλλὰ αἴρεται, ἐπὶ δὲ τοῦ φρέατος οὐ παντελῶς αἴρεται ἀλλὰ [*](7 Gen. 29, 2f. — 11 Vgl. Gen. 29, 8. - 12 Gen. 29, 10. — 18 Job. 11, 39. 21 ἐπεὶ — 29 Ἰησοῦν Cat 84. — 24 Vgl. Gen. 30, 42.) [*](2 καὶ str. We | 4 τὸν] τὸ | 9 ἀποκαθιστῶν | 11 εἰδῶν | 21 οὐχ οὐχ ἥψατο τοῦ λίθου Cat. | 22 προστάξαι μόνον] ἐπέτρεπεν ἆραι Cat. | ἆραι τὸν λίθον < Cat. | φρέατος] + ἐν τῇ Γενέσει Cat. | 24 τοῦ Cat. , τῶ πρόβατα τοῦ πίνειν Cat. | γενέσθαι] γ . . . σθαι, etwa vier Buchstaben sind oder abgebröckelt; γενέσθαι Cat., γεύσασθαι Br | 25 αὐτὸν Cat., αὐτὰς ἔδει Cat.] ἔστιν | 26 ἀπὸ — 28 αὐτοῦ < Cat. Ι 29 ἐπιστῆσαι, corr.)

391
μόνον ἀποκυλίεται· ἐχρῆν πάντη μὲν ἀρθῆναι τὸν ἐπὶ τοῦ μνημείου λίθον καὶ μὴ πάλιν κυλισθῆναι· τὸν δὲ ἐπὶ τοῦ φρέατος ἀποκυλισθῆναι μόνον.

προείρηται γάρ, ὅτι ἀπε * * * * * * * * * * * * * * * * * * δόξαν θεοῦ,

νοήσαντες τὸ μέγεθος εἰς εἰς δικαιοσύνην λογιζομένης πίστεως πιστεύσωμεν.

εἰ δέ τις οὐδέπω εἶδεν τὴν τὴν θεοῦ τῶν οἰομένων πεπιστευκέναι, μανθανέτω ὅτι ἐλέγκεται δἰ ὡν οὐδέπω εἶδεν τὴν δόξαν τοῦ θεοῦ μὴ πεπιστευκώς· ἀψευδὴς γὰρ ὁ μὴ Μάρθᾳ μόνῃ ἀλλὰ καὶ παντί τῳ λέγων τὸ Ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ θεοῦ.

11, 41 Ἦραν οὖν τὸν λίθον.

ΙΙΙ. Ἡ βραδυτὴς τοῦ ἀρθῆναι τὸν ἐπικείμενον τῷ σπηλαίῳ λίθον ἀπὸ τῆς ἀδελφῆς τοῦ τετελευτηκότος γεγένηται· οἱονεὶ γὰρ ἐνεπόδισεν οἷς προσέταξεν ὁ Ἰησοῦς εἰπών· Ἄρατε τὸν λίθον « Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν «.

καὶ εἰ μὴ κεκόλουστό γε ἡ τῆς Μάρθας ἀπιστία εἰπόντος αὐτῇ τοῦ Ι Ἰησοῦ· Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ θεοῦ; « οὐκ ἂν οἱ ἀκούσαντες· Ἄρατε τὸν λίθον « ἦραν τὸν λίθον.

φέρε φέρε καθ’ ὑπόθεσιν εἰπόντος τοῦ τοῦ Ἰησοῦ· Ἅρατε τὸν λίθον‘ μὴ ἀποκεκρίσθαι τὴν ἐδελρὴν τοῦ τετελευτηκότος μηδὲ εἰρηκέναι· Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν «· τί οὖν ἠκολούθησεν ἂν τούτῳ γεγράρθαι ἢ τοῦτο· Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον·

ἠραν οὐν τὸν λίθον «; νυνὶ δὲ μεταξὺ τοῦ Ἄρατε τὸν λίθον « καὶ τοῦ Ἠραν οὐν τὸν λίθον‘ τὰ εἰρημένα ὑπὸ τῆς ἀδελφῆς τοῦ τετελευτηκότος ἐνεπόδισεν τῷ ἀρθῆναι τὸν λίθον. καὶ οὐκ ἂν οὐδὲ τὴν ἀρχὴν κἂν βράδιον ἤρθη, εἰ μὴ ἀποκριθεὶς ὁ Ἰησοῦς πρὸς τὴν ἐκείνης ἀπιστίαν εἰρήκει τὸ Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὅψῃ τὴν δόξαν [*](6 Vgl. Gen. 15, 6. — 10 Joh. 11, 40. — 13 Ἡ βραθυτὴς — 19 κίθον 2 Cat. 84a — 15 Joh. 11, 39. — 17 Job. 11, 40. — 18 Job. 11, 39. — 20 Job. 11, 39. - 21 Job. 11, 39. — 22 Job. 11, 39. — 27 Job. 11, 40. 1 ἐπὶ We] ἀπὸ Ι 3 προήρηται Ι ἀπε . . . danach sind in Μ 41 (in V 40 1/2) Zeilen freigelassen. Offenbar fehlte in der Vorlage ein Blatt, das wohl absichtlich (wegen der Erklärung des ὄζει ἤδη ?) herausgerissen war Ι 6 τῆς εἰς] τῆς Μ Ι 7 εἶδεν] εἴν, corr. V Ι 8 μανθάνεται, corr. V Ι 9 ἀψευδεὶς Ι 13 τῷ Cat. | 15 Ἰησοῦς] κύριος Cat. Ι 16 ἤ[δη ὄ]ζει a. Ras. Μ Ι τεταρταῖος γάρ ἐστιν Cat. | κεκώλυτο Cat. | 17 οὐκ — ὕτι < Cat. | 18. ὄψει Cat. | 22. τοῦτῳ] τοῦτο.)

392
»τοῦ θεοῦ;« καλὸν οὖν τὸ μηδὲν γενέσθαι μεταξὺ τῆς Ἰησοῦ προστάξεως καὶ τοῦ ἀπὸ τῶν προστασσομένων, περὶ ὧν Ἰησοῦς ἐκέλευσεν, ἔργου.

καὶ οἶμαί γε ἁρμόσειν τῷ τοιούτῳ τὸ εἰπεῖν ὅτι μιμητὴς γὲγνονευ Χριστοῦ.

ὡς γὰρ τούτῳ εἶπεν ὁ θεὸς καὶ »ἐγενήθησαν, ἐνε- »τείλατο καὶ ἐκτίσθησαν«, οὕτως τῷ πιστῷ εἶπεν μὲν Χριστός, πεποίηκεν δὲ οὗτος· καὶ ἐνετείλατο ὁ υἱὸς τοῦ θεοῦ, οὗτος δὲ τὴν ἐντολὴν πεπλήρωκεν, μηδὲν ὑπερθέμενος μηδὲ ζημιώσας ἑαυτὸν παρακοῇ τοῦ μεταξὺ τῆς προστάξεως καὶ τοῦ ἔργου χρόνου· νομιστέον γὰρ τῷ ὕστερον ποιοῦντι τὸ προστεταγμένον παρακοῆς χρόνον εἶναι περὶ τὴς ἐντολῆς τῆς ἀναβολῆς.

διὰ τοῦτο δὲ καὶ ὁ ἐν τῇ παραβολῇ τοῦ εὐαγγελίου προσταχθεὶς ὑπὸ τοῦ πατρὸς πορευθῆναι εἰς τὸν ἀγρὸν καὶ ἐργάσασθαι, μὴ παραχρῆμ ποιήσας ἀλλ᾿ ὅτε ὕστερον μεταμεληθεὶς ἀπῆλθεν, οὐκ ἐποίησεν τὸ θέλημα τοῦ πατρὸς ἐν τῷ πρὸ τῆς μεταμελείας χρόνῳ.