Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

οὐκ ἀτόπως δὲ καὶ πρὸς ταῦτα ζητήσαι τις ἄν, ὅτι Πῶς κατὰ τὸν σωτῆρά ἐστιν, μὴ συγκατατιθέμενον εἶναι αὐτοὺς τέκνα τοῦ ᾿Αβραάμ, τὸ λέγειν αὐτοῖς· »Καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ »πατρὸς ποιεῖτε« ἀναφερομένου τοῦ »Παρὰ τοῦ πατρὸς‘ ἐπὶ τὸν θεόν.

ὁ γὰρ μὴ ὢν τέκνον τοῦ Ἀβραὰμ * * * † αν οὖν τῶν μετὰ τὸν Ἀβραὰμ ψεκτὸς ὡς οὗτοι πρὸς οὓς ὁ λόγος, πολλῷ μᾶλλον οὐκ ἔσται τέκνον τοῦ θεοῦ.

ὅρα δὲ εἰ καὶ πρὸς τοῦτο δυνάμεθα λέγειν ὅτι οὐκ εἴρηται· καὶ ὑμεῖς οὖν ἃ ὴκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν [*](3 Vgl. Joh. 10, Itf. — 6 Joh. 10, 26. — 17 Jok 8, 38. — 19 Joh. 8, 39. — 22 Joh. 8, 38. — 25 Joh. 8, 39. 1 ὅτι ἀνεπιτήδειοι] τι ἀν a. Ras. | 8 ἑαυτοὺς | 21 φήσει, corr. We | ἑαυτοῖς] ε ü. d. Z. Μ | 30 der Text durcb Ausfall verstümmelt; viell. πκολουθούντων μ. τ. ᾿α. ψεκτῶς? V erg. κατὰ μίμησιν ἀρετῆς ὁποι ανοῦν τῶν κτλ. ἔστε Μ, corr. V; ἔστι Ausgg.)

337
<ἢ> παρὰ τοῦ πατρὸς ἡμῶν<, ἀλλὰ παρὰ τοῦ πατρός«, πατήρ, οὐ πάντως καὶ τῶν μὴ τέκνων τοῦ Ἀβραάμ ἐστιν πατὴρ καὶ μὴ με μορφωμένων ἀπὸ σπέρματος Ἀβραὰμ ἐπὶ τὰ τέκνα τοῦ ᾿Αβραάμ· ἢ ἀδιορίστως εἰρημένον τὸ »Ἅ ἠκούσατε παρὰ τοῦ πατρὸς« δύναται λαμβάνεσθαι ἀντὶ τοῦ ἀπὸ τοῦ πατρός , καὶ τοῦτο σαφὲς ἐκ τοῦ »Ἅ ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ« ἴσον δυναμένου νου τῷ παρὰ τῷ πατρί μου«.

καὶ ἐν τοῖς ἐξῆς δὲ διδασκόμεθα τίνων ἐστὶν ὁ θεὸς πατήρ, δι᾿ ὧν καὶ ταῦτα λέγει ὁ σωτήρ· »Εἰ ὁ »θεὸς πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ‘.

σαφὲς δὲ ὅτι οἱ ζητοῦντες ἀποκτεῖναι τὸν υἱὸν οὐκ ἠγάπων αὐτόν· μὴ ἀγαπῶντες δὲ αὐτὸν οὐκ ἂν ἐχρημάτιζον οἱ] υἱοὶ τοῦ θεοῦ. ὥστε δῆλον ὅτι τὸ »Καὶ ὑμεῖς οὖν »ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε« οὐκ ἴσον δύναται τῷ παρὰτοῦ> πατρὸς .

VIII, 39. Λέγει αὐτοῖς ὀ ᾿Ιησοῦς· Εἰ τέκνα τοῦ ᾿Αβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε.

Χ. Οἱ ἔν τι ἐπιλεξάμενοι τῶν τοῦ Ἀβραὰμ ἔργων, τὸ «Ἑπίστευσεν »δὲ ᾿Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«, καὶ τοῦτο νομίζοντες εἶναι ἐφ᾿ ὃ ἀναφέρεται τὸ Τὰ »Τὰ τοῦ Ἀβραὰμ ποιεῖτε« ἴνα καὶ συγχωρηθῇ αὐτοῖς ὅτι ἔργον ἐστὶν ἡ πίστις, οὐ συγχωρηθὲν ἂν ὑπὸ τῶν παραδεχομένων τὸ »Πίστις χωρὶς ἔργων νεκρά ἐστιν« οὐδ᾿ ὑπὸ τῶν ἀκουόντων ὅτι διαφέρει τὸ δικαιοῦσθαι »ἐκ πίστεως« ἤπερ »ἐξ ἔργων νόμου«, ἀπολεγέτωσαν διὰ τί οὐκ εἴρηταί· »Εἰ τέκνα »τοῦ Ἀβραάμ ἐστε, τὸ ἔργον τοῦ Ἀβραὰμ ποιεῖτε« ἑνικῶς, ἀλλὰ πληθυντικῶς· »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«, ἵσον, ὡς οἶμαι, τυγχάνον τῷ πάντα>< »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«.

εἰ δὲ ἵσον ἐστὶν πάντα>< »τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« καὶ μήτε σωματικῶς δεῖ προσελθεῖν τὸν ἔχοντα γαμετὴν μήτε μετὰ τὴν τελευτὴν τῆς γεγαμημένης ἐν γήρᾳ ἄλλην γυναῖκα λαβεῖν τὸν κατὰ τὴν τοῦ σωτῆρος ὑφήγησιν θέλοντα τέκνον ἀποδειχθῆναι τοῦ Ἀβραὰμ ἐκ τοῦ ποιεῖν τὰ ἔργα τοῦ Ἀβραάμ, σαφῶς καὶ ἐντεῦθεν μανθάνομεν ὅτι δεῖ πᾶσαν τὴν κατὰ τὸν ᾿Αβραὰμ ἀλληγοροῦντα ἱστορίαν ἕκαστον πνευματικῶς ποιῆσαι τῶν πεπραγμένων ὑπ᾿ αὐτοῦ, ἀρξάμενον ἀπὸ τοῦ »Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου [*](6 Joh. 8, 38. — 8 Joh. 8, 42. — 9 Vgl. Joh. 8, 40. — 16 öm. 4, 3. Jak. 2, 23; vgl. Gen. 1,0, 6. — 20 Jak. 2, 20. — 21 Vgl. öm. 3, 28. — 3.3 Gen. 12, 1. 11 οἱ] str. We | 20 νεκρά] ἀργή BC* It. Boh. Sah. Arm. | 21 ἀκούτων Μ | 22 ἀπολέτωσαν Μ, ἀποκριθήτωσαν γὰρ καὶ λεγέτωσαν V | 25 πάντα τὰ] über π e. zweites τὰ von Μ übergeschrieben, τὰ πάντα ἔργα Br | 31 πνευματικὸν, corr. We. Origeues IV. 22)

338
»τοῦ πατρός σου, εἰς τὴν γῆν ἣν ἄν σοι δείξω«, εἰρημένου οὐ μόνῳ τῷ Ἀβραὰμ ἀλλὰ καὶ παντὶ τῷ ἐσομένῳ τέκνῳ αὐτοῦ.

ἔστιν γάρ τις καὶ ἑκάστου ἡμῶν γῆ, καὶ ἡ πρὸ τοῦ θείου χρηματισμοῦ οὐκ ἀγαθὴ συγγένεια, καὶ ὁ πρὸ τοῦ φθάσαντος εἰς ἡμᾶς λόγου θεοῦ εἶκος τοῦ πατρὸς ἡμῶν, † δι᾿ ἅτινα ἅπαντα κατὰ λόγον θεοῦ δεήσει ἡμᾶς ἐπεξελθεῖν, εἴπερ ἀκούομεν τοῦ σωτῆρος λέγοντος· »Εἰ τέκνα »τοῦ ᾿Αβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«· οὕτω γὰρ φθάσομεν, ὡς καταλιπόντες τὴν ἡμετέραν γῆν, ἐφ᾿ ἣν δείξει ἡμῖν γῆν ὁ θεός, τὴν ἀληθῶς ἀγαθὴν καὶ ὄντως πολλήν, ἣν ἀπὸ κυρίου τοῦ θεοῦ πρέπει δίδοσθαι τοῖς ποιήσασι τὸ προστεταγμένον ἐν τῷ »Ἔλξεθε »ἐκ τῆς γῆς σου«.

καὶ ὡς καταλιπόντες συγγένειαν οὐ καλὴν εἰς ἔθνος ἐσόμεθα μέγα καὶ μεῖζον ἢ κατὰ ἀνθρώπους· καὶ ὡς καταφρονήσαντες οἴκου πατρὸς οὐκ ἐπαινετοῦ, εὐλογηθησόμεθα μεγαλυνομένου τοῦ ὀνόματος ἡμῶν, γινόμενοι εὐλογητοὶ ἐπὶ τοσοῦτον, ὡς τοὺς μὲν εὐλογοῦντας ἡμᾶς εὐλογεῖσθαι ὑπὸ τοῦ θεοῦ, τοὺς δὲ καταρωμένους ὑπὸ κατάραν ἔσεσθαι, πᾶσάν τε γῆς φυλὴν ἐν ἡμῖν εὐλογεῖσθαι (ὅτε καὶ περὶ ἡμῶν εἴποι ἂν ὁ λόγος· »Ἐπορεύθη«, περὶ ᾿Αβραάμ· »Καὶ ἐπορεύθη ᾿Αβραάμ, καθάπερ ἐλάλησεν αὐτῷ »κύριος«· οἶμαι δὲ ὅτι έν ταῖς ἀρχαῖς καὶ ἐπὶ ποσὸν ὁ Λὼτ ἔψεται ἡμῖν, οὗ σύμβολον ἦν τὸ Καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ«), καὶ ἐπανελθόντες εἰς γῆν Χαναὰν διοδεύσομεν τὴν γῆν ἕως τοῦ τόπου Συχέμ οὕτω τῇ ἀναβάσει τῆς διανοίας προκόπτοντες ἕως ἔλθωμεν ἐπὶ τὴν δρῦν τὴν ὑφηλήν.

καὶ ὀφθήσεται ἡμῖν κύριος ὁ θεός, ὁ ὀφθεὶς τῷ Ἀβραάμ, καὶ ἐπαγγελεῖται τὴν περὶ τὴν ὑψηλὴν δρῦν τώ νοητῷ τῆς ψυχῆς ἡμῶν σπέρματι.

τοῦ δὲ νοήσαντός ἐστιν τὸ »Τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε« κοὶ τὸ οἰκοδομῆσαι θυσιαστήριον κυρίῳ τῷ ὅπου ἡ ὑψηλὴ δρῦς ἐπιφαινομένῳ καὶ ἡμῖν, καὶ μετὰ ταῦτα ἀποστῆναι ἀπὸ τοῦ τόπου τῆς ὑψηλῆς δρυὸς ὡς ἐπὶ τὸ ὄρος, καὶ τοῦ ὄρους κατὰ τὰς ἀνατολὰς τῆς Βαιθήλ, ὃ ἑρμηνεύεται Οἶκος , ἔνθα στήσει ἑαυτοῦ τὴν σκηνήν, τῆς μὲν Βαιθὴλ ὡς ἐπὶ κατὰ θάλασσαν, τῆς δὲ Ἀγγαὶ ὡς ἐπὶ κατ᾿ ἀνατολάς· ἑρμηνεύεται δὲ ᾿Αγγαὶ >Ἑορταί<.

καὶ ὡς προκόπτων γε ὁ τοιοῦτος μετὰ [*](2 Vgl. Philo, de migr. Abr. § 1 ff We — 6 Joh. 8, 39. — 10 Gen. 12, 1. — 11 Vgl. Gen. 12, 2f. — 17 Vgl. Philo, de migr. Abr. 23, § 127 ff. We — 18 Gen. 12, 4. — 20 Gen. 12, 4. — 21 Vgl. Gen. 12, G. — 23 Vgl. Gen. 12, 7. — 24 Vgl. Gen. 12, 6. — 26 Joh. 8, 39. — 27 Vgl. Gen. 12, 8. — 29 Vgl. Lagarde, Onom. sacra p. 182, 93 Βεθήλ· οἶκος θεοῦ; vgl. 188, 59. Armen. Onom.: „Bethêl: Haus Gottes.“ — Lagarde, Onom. s. p. 181, 76: ᾿Αγγαί· ἑορτή; vgl. 42. Armen. Onom.: „Angê; “ 8. 11 καταλειπόντες | 11 ὠς a. Ras. | 17 ὡς] ὀς, corr. V (doch steht d. Wort a. Ras.) | 21 διοδεύσωμεν Μ, corr. V (vgl. Ζ. 19 | 24 ἐπαγγέλλεται, corr. V | τὴν + Br I 31 ἀγγει, corr. V | ἀγγαει.)

339
οἰκοδομήσει τῷ κυρίῳ θυσιαστήριον, ἤδη καὶ ἐπικαλεῖσθαι δυνάμενος ἐπὶ τῷ ὀνόματι τοῦ κυρίου. καὶ ἑξῆς ἀπαίρων κἀκεῖθεν ὁ ἐσόμενος τέκνον τοῦ Ἀβραάμ, γενόμενός πως στρατηγικώτερος καὶ συνιεὶς πρὸς ὅσους πολεμίους αὑτὸν παρασκευάσασθαι δεῖ, στρατοπεδεύσει ἐν τῇ

ἐρήμῳ. μετὰ ταῦτα πεῖραν λιμοῦ λήψεται τοῦ ἐπὶ τῆς γῆς καὶ εἰς τὴν Αἴγυπτον καταβήσεται παροικῆσαι ἐκεῖ, ἴνα μὴ καὶ αὐτοῦ κατισχύσῃ ὁ λιμὸς ὁ ἐνισχύσας ἐπὶ τῆς γῆς. καὶ καταβήσεται εἰς Αἴγυπτον μετὰ τῆς εὐπροσώπου ἑαυτοῦ γυναικός, συνθήκας τινὰς τιθέμενος πρὸς αὐτήν, ἴν εὐ ἑαυτῷ δι᾿ αὐτὴν οἱ καὶ γένωνται ἐν Αἰγύπτῳ »αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ »παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι«.

περὶ ὡν ἑκάστου σοφοῦ τινος καὶ ἐπὶ τὰ βάθη τῆς γραφῆς ἐπισταμένως φθάνειν δυνα- μένου ἔργον ἂν εἴη λέγειν καὶ ἁπαξαπλῶς γε πᾶσαν τὴν κατὰ τὸν Ἀβραὰμ ἱστορίαν βασανίζοντος καὶ ὅλα τὰ περὶ αὐτοῦ γεγραμμένα, ἅτινά ἐστιν ἀλληγορύμενα· <ἃ> ὡς πνευματικοὶ πειρασόμεθα.

Ὀρα δὲ εἰ μὴ σαφῶς ἀπὸ τῆς ἐξετάσεως τῶν κατὰ τὸν τόπον παρίσταται ἡμῖν, ὅτι σοφοῦ τινός ἐστιν καὶ πάσῃ ἀρετῇ κεκοσμημένου τὸ γενέσθαι τοῦ Ἀβραὰμ τέκνον.

τί γὰρ δεῖ λέγειν ὅσης σοφίας χρῄζομεν εἰς τὸ νοῆσαι τὰ ἔργα τοῦ Ἀβραάμ; καὶ ὅσης δυνάμεως εἰς τὸ ποιῆσαι αὐτά; ποίας δὲ σοφίας ἢ ποίας δυνάμεως δεόμεθα, ἢ Χριστοῦ, ὅς ἐστιν θεοῦ δύναμις καὶ Μοῦ σοφία;«

τὸ μὲν γεγραμμένον ἐστίν· »Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε«· ἀκολούθως δ᾿ ἂν παρὰ τοῦτο εἴποις· εἰ τέκνα τοῦ Ἰσαάκ ἐστε, τὰ ἔργα τοῦ Ἰσαὰκ ποιεῖτε· τὰ δὲ ὅμοια καὶ περὶ τοῦ Ἰακὼβ καὶ ἑνὸς ἑκάστου τῶν ἁγίων πατέρων.

καὶ ἐκ τῶν ἐναντίων δὲ ἕκαστος τῶν ἁμαρτανόντων γενικῶς μὲν τέκνον ἐστὶν τοῦ διαβόλου, ἐπεὶ πᾶς »ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγένηται«, ἤδη δὲ καὶ ἰδικώτερον ἤτοι τοῦ Κάϊν, ἥ τοῦ Χάμ, ἢ τοῦ Χαναάν, ἢ τοῦ Φαραώ, ἢ τοῦ Ναβουχοδονόσορ, ἤ τινος τῶν ἀσεβῶν.

τούτοις δὲ ἀκολούθως ἐρεῖς ὅτι ἕκαστος ἀπαλλαττόμενος τοῦ βίου τούτου ἀπελεύσεται πρὸς τοὺς ἰδίους πατέρας· νομιστέον γὰρ οὐ μόνῳ τῷ Ἀβραάμ, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις λέγεσθαι πρὸς τῇ ἐξόδῳ τὸ »Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου«· οὐκέτι δὲ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις τοῖς ἁγίοις [*](2 Vgl. Gen. 12, 9. — 5 Vgl. Gen. 12, 10f. — 7 Vgl. Gen. 12, 11 f. — 9 Gen. 12, 10. — 15 Vgl. Gal. 4, 24. — 22 I Kor. 1, 24. — 23 Job. 8, 39. — 27 I Job. 3, 8. — 33 Gen. 15, 15. 9 ἵν᾿ <εὖ> ] über ἱν ist in Μ etwas zugesetzt, das etwa wie ῶ aussieht; soll es das nacb Gen. 12, 16 unentbebrlicbe εὐ sein | 14 βασανίζοντες, corr. We <ἃ> + We | 24 ἐστε | 25 Ἰσαάκ (ἰσὰκ Μ) ü. d. Ζ. | 30 22)

340
τὸ »Μετὰ εἰρήνης«· τοῖς δὲ τετελειωμένοις καὶ πνευματικῶς μακροημέροις γενομένοις καὶ τὸ »Τραφεὶς ἐν γήρᾳ καλῷ«, ἐπείπερ »Πολιά »ἐστιν φρόνησις ἀνθρώποις« καὶ Στέφανος καυχήσεως γῆρας« καὶ δόξα τοῖς ἀληθινοῖς καὶ θείοις πρεσβυτέροις αἱ κοσμοῦσαι αὐτοὺς νοηταὶ πολιαί.

VIII, 40. Νῦν δέ ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον ὸς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ὴν ἤκουσα Παρὰ τοῦ θεοῦ.

ΧΙ. Οἱ ζητοῦντες ἀποκτεῖναι, ἐπεὶ θεὸς οὐκ ἀποκτίννυται, κἂν ἀποκτιννύωσιν, ἄνθρωπον ἀποκτιννύουσιν. κἂν ζητῶσιν ἀποκτεῖναι, μήπω ἀποκτιννύντες, οὐχὶ θεὸν νομίζοντες εἶναι, ᾧ ἐπιβουλεύουσιν, ὡς ἀνθρώπῳ ἐπιβουλεύουσιν· οὐδεὶς γὰρ πειθόμενος εἶναι θεὸν τοῦτον ᾧ ἐπιβουλεύει, ἐπιβουλεύσαι ἂν αὐτῷ ἔτι.