Commentarii In Evangelium Joannis

Origen

Origenes. Origenes Werke, Vol 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ νομίζων λύειν τὴν ἀνθυποφορὰν ταῦτά φησιν· καλῶς λέγει· ὁ γὰρ κριτὴς ὡς ὑπηρέτης τὸ θέλημα τούτου ποιῶν κρίνει, ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων φαίνεται γινόμενον.

πῶς δὲ ἄλλῳ τινὶ ἀνατίθησι τὴν κρίσιν ὡς ὑποδεεστέρῳ τοῦ σωτῆρος, καθ᾿ ὅ νομίζει, τῷ δημιουργῷ, οὐδ᾿ οὕτω ἀποδεῖξαι δύναται, σαφῶς γεγραμμένου τοῦ »Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν »δέδωκεν τῷ υἱῷ‘· ·καὶ τοῦ » Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν«.

VIII, 51. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.

Ὥσπερ ἐστίν τις ζωὴ ἀδιάφορος, ἡ μήτε ἀγαθὸν μήτε κακὸν τυγχάνουσα, καθ’ ἥν λέγομεν ζῆν καὶ τοὺς ἀσεβεῖς καὶ τὰ ἄλογα ζῷα· καὶ ἑτέρα διάφορος ἀλλὰ ἀγαθόν , περὶ ἡς φησιν ὁ Παῦλος· »Ἡ ζωὴ † ἡμῶν κέκρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ«· καὶ αὐτὸς ὁ κύριος ἡμῶν περὶ ἑαυτοῦ· »Ἐγώ εἰμι ἡ ζωή‘, οὕτως τὸν μὲν ἐναντίον τῇ ἀδιαφόρῳ ζωῇ θάνατον ἀδιάφορον ἐρεῖς· τὸν δὲ ἐχθρὸν τῷ εἰπόντι· »Ἐγώ εἰμι ἡ ζωή« πονηρόν τινα καὶ χαλε- [*](5 Vgl. Joh. 5, 27. — 7 Joh. 8, 50. — 10 Vgl. Röm. 13, 4. — 13 Joh. 5 — 22 Joh. 5, 22. — 23 Joh. 5, 27. — 30 Kol. 3, 3. — 31 Joh. 11, 25. — 33 Joh. 11, 25.) [*](11 οὕτως | 29 ἔτερα <μὴ ἀ> διάφορος, ἀλλὰ We | 30 ἡμῶν] 1. ὑμῶν.)

381
πὸν θάνατον, ὃν ὁ ἀποθνήσκων ἐστὶν ἐν τῷ θανάτῳ· περὶ οὗ γέγραπται·

» Εσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος‘. καὶ περὶ τούτου γε τοῦ θανάτου νομιστέον λέγειν τὸν ἀπόστολον ταῦτα· Διὰ τοῦτο ὥσπερ δι᾿ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλ- »θεν καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος, καὶ οὕτως εἰς πάντας ἀν- »θρώπους ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον· ἄχρι γὰρ νόμου ἡ ἁμαρτία ἦν ἐν κόσμῳ ἁμαρτία γὰρ οὐκ ἐλλογεῖται μὴ » ὄντος νόμου), ἀλλ᾿ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως »Ἀδάμ«· καὶ μετ’ ἀλίγα· »Εἰ γὰρ ἐν ἑνὸς παραπτώματι ὁ θάνατος »ἐβασίλευσεν διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς »χάριτος καὶ τῆς δικαιοσύνης λαμβάνοντες ἐν ζωῇ βασιλεύσουσιν »διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ«.

τίς γάρ ἐστιν ὁ διὰ τῆς ἁμαρτίας θάνατος εἰς τὸν κόσμον εἰσελθών, ἢ ὁ ἔσχατος ἐχθρὸς Χριστοῦ καταργηθησόμενος; καὶ τίς ὁ εἰς πάντας ἀνθρώπους θάνατος διελθών, τῷ πάντας ἡμαρτηκέναι, ἢ αὐτὸς οὗτος ὃς καὶ ἐβασίλευσεν ἀπὸ Ἀδὰμ μέχρι Μωσέως;

Μωσῆς δέ , τουτέστιν ὁ νόμος, ἦν μέχρι τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ ἐπιδημίας, καὶ ἐβασίλευσέν γε ἐν ἑνὸς παραπτώματι διὰ τοῦ ἑνός, ἴως οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαβόντες ἐν ζωῇ βασιλεύσωσι διὰ τοῦ ἑνὸς Χριστοῦ Ἰησοῦ.

τοῦτον οὐν τὸν θάνατον οὐ θεωρήσει εἰς τὸν αἰῶνα ὀ τὸν λόγον τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης κτίσεως τηρήσας, πεφυκότα κωλύειν θεωρεῖσθαι τὸν θάνατον.

οὕτω δὲ ἀκουστέον τοῦ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«, ὡς εἰ χαρισάμενος ὁ ταῦτα λέγων φῶς τοῖς ἀκούουσιν ἔφασκεν αὐτοῖς· ἐάν τις τὸ ἐμὸν τοῦτο τηρήσῃ φῶς, σκότος οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα.

ἀδύνατον γὰρ γενέσθαι σκότος τῷ τηροῦντι τὸ φῶς· εἰ μέντοι γε ἀπολέσαι τις τοῦτο τὸ φῶς, ἕπεται τῷ ἀπολωλεκότι εὐθέως ἰδεῖν τὸ σκότος. οὕτω τοίνυν καὶ ἐν τῷ λόγῳ ἐν ἀρχῇ πρὸς τὸν θεὸν γέγονεν ἡ ζωή.

διόπερ ἠ ἀρχή τουτέστιν ἡ σοφία ἡ λέγουσα· »Ὁ θεὸς ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα ·αὐτοῦ‘) περὶ τοῦ ἐν αὐτῇ λόγου, ἐν ᾧ γέγονεν ἡ ζωή, διδάξει κοὶ φήσει· »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ [*](1 Vgl. Ι Joh. 3, 14. — 2 Ι Kor. 15, 20. — 3 Röm. 5, —14. — 10 Röm. 5, 17. — 22 Vgl. Kol. 1, 15. — 24 Joh. 8, 51. — 29 Vgl. Joh. 1, 1. 4. — 31 Prov. 8, 22. — 3.3 Joh. 8, 51.) [*](4 ἡ vor ἁμαρτία singulär | 9 μὴ str. Griesbacb, opusc. acad. I, 282; vgl. u. 384, 22 | 10 ἐν ἑνὸς mit 47, vgl. ἐν τῷ ἑνὶ D | 11 τῆς δωρεᾶς vor χάριτος fehlt hier mit Β Iren.; doch vgl. u. S. 384, 34 | 13 Χριστοῦ Ἰησοῦ mit Β; u. S. 384, 30 Ἰησοῦ Χριστοῦ mit AℵCD rell. Iren. | 24 θεωρήσῃ] η2 a. Ras. | 26 σκότον, corr. We.)

382
»εἰς τὸν αἰῶνα«· ἅμα γὰρ τηρήσει τις τὸν λόγον καὶ τὴν ἀχώριστον αὐτοῦ γενομένην ἐν αὐτῷ ζωήν, ἥτις ἅμα καὶ φῶς ἐστιν τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον καὶ μὴ καταλαμβανόμενον ὑπαὐτῆς.

ἐὰν οὖν οἰονεὶ πυνθανόμενος ὁ προφήτης λέγῃ· »Τίς ἐστιν ὁ ἄνθρωπος ὅς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; ἀποκρινούξμεθα μαθόντες ἀπὸ τοῦ σωτῆρος ἡμῶν καὶ ἐροῦμεν ὅτι ὁ ἄνθρωπός ἐστιν »ὅς ζήσεται καὶ οὐκ ὄψεται θἀνατον«, ὃς τηρεῖ τὸν λόγον τοῦ εἰπόντος· »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ , θάνατον οὐ μὴ θεωρήσῃ εἰς »τὸν αἰῶνα«.

Ἅμα δὲ ἐν τῷ τόπῳ ζητῶ μήποτε τὸ »Εἰς τὸν αἰῶνα« ἀπὸ κοινοῦ ληπτέον, ὥστ᾿ ἂν εἶναι τοιοῦτον τὸ ὅλον· ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ εἰς τὸν αἰῶνα, θάνατον οὐ μὴ θεωρήσῃ.

καὶ γὰρ ἔοικεν ἐπὶ τοσοῦτόν τις μὴ θεωρεῖν τὸν θάνατον, ὅσον τηρεῖ τὸν τοῦ Ἰησοῦ λόγον· ἅμα γάρ τις ἀπώλεσεν αὐτὸν καὶ θάνατον ἐθεώ- ρησεν.

Εἰ δὲ καὶ ἀνατρέχειν τις δύναται ἐπὶ τοὺς βαθυτέρους λόγους καὶ νοεῖν πῶς ὑπὸ ἀνθρώπου λέγοιτ᾿ ἂν τὸ »Εἰς χοῦν θανάτου »κατήγαγές με«, καὶ ὑπὸ Παύλου· »Τίς με ῥύσεται ἐκ τοῦ σώματος Ποῦ θανάτου τούτου;« θεωρήσει τίνα τρόπον ὅσον μὲν ἐτηρεῖτο ὁ λόγος, θάνατος οὐκ ἐθεωρεῖτο τῷ τηροῦντι αὐτόν· ὅτε δέ τις καμὼν έν τῇ προσοχῇ καὶ τηρήσει τοῦ λόγου ἢ ἀπροσεκτήσας περὶ τὸ τηρεῖν οὐκέτι αὐτὸν τετήρηκεν , τότε τὸν θάνατον ἐθεώρησεν οὐ παρ᾿ ἄλλον ἢ παρ᾿ ἑαυτόν.

καὶ νομιστέον γε τοῦτο δόγμα εἶναι καὶ νόμον αἰώνιον, ἀεὶ ἄν ἡμῖν λεχθησομένου παραλαβοῦσι τὸν λόγον τοῦ » Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ ὄψεται εἰς »τὸν αἰῶνα«.

ὥσπερ δέ, ἕν οὕτως ὀνομάσω, ἐπιπλεῖον θεωρηθὲν τὸ σκότος ἀφανίζει τὰς ὄψεις τοῦ θεωρήσαντος, οὕτως θεωρηθεὶς ὁ θάνατος ὑπὸ τοῦ τὸν λόγον μὴ τηρήσαντος θανατοῖ καὶ νεκροῖ τὴν θεωρήσασαν αὐτὸν ὄψιν καὶ ἀποτυφλοῖ, ὡς διὰ τοῦτο δεηθῆναι τοῦ ἀνοίγοντος ὀφθαλμοὺς τυφλῶν.

καὶ οἶμαί γε διὰ τοῦτο οἱ τυφλοί, ὧν σύμβολον ἦσαν οἱ ἐν τῷ εὐαγγελίῳ τυφλοί, τὰς ὄψεις ἀπολωλέκασιν, ἐπείπερ τὸν λόγον μὴ τηρήσαντες τὸν θάνατον ἐθεώρησαν.

VIII, 52. Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις.

Οἱ μὲν πολλοὶ καὶ τῶν σοφῶν πᾶν γένος ἁμαρτήματος, οὑ ἐν εἴδει ἐστὶν καὶ τὸ ἐν λόγῳ ἁμάρτημα, οὐκ ἄλλοθεν ἢ ἀπὸ κριμάτων [*](3 Vgl. Joh. 1, 4. 5. — 4 Ps. 88, 49. — 8 Joh. 8, 51. — 10 Joh. 8, 51. — 17 Ps. 21, 16. — 18 Röm. 7, 24. — 25 Joh. 8, 51. — 35 ,,Stoisch We.) [*](1 τηρήση, corr. V | 5 άπεκρινούμεθα | 26 ἐπιπλεῖον] ν a. Ras. | 27 ἀφανίζειν, corr. V | 28 ἀπὸ, corr. We.)

383
μοχθηρῶν οἴονται γίνεσθαι· οἱ δὲ ταῖς ἁγίαις γραφαῖς ὡς θείαις πεπιστευκότες διαλαμβάνουσιν περὶ τῶν παρὰ τὸν ὀρθὸν λόγον ὑπ ἀνθρώπων πραττομένων, ὡς οὐ χωρὶς δαιμονίων Τι ὁποιωνδήποτε δυνάμεων ἀντικειμένων τῶν τοιούτων ἐπιτελουμένων.

καὶ οἱ Ἰου- δαῖοι τοίνυν δαιμονίου ἐνεργείᾳ ὑπελάμβανον εἰρηκέναι τὸν Ἰησοῦν τὸ »Ἀμὴν ἀμὴν λέγω ὑμῖν· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνα- τον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα«.

καὶ τοῦτ᾿ ἐπεπόνθεισαν μήτε τὸν λόγον τηρήσαντες μήτε τοῦ λεγομένου τὴν δύναμιν θεωρήσαντες· ὁ μὲν γὰρ θάνατόν τινα ἐχθρὸν τῷ λόγῳ ἐπιστάμενος, ὃν ἀποθνήσκουσιν οἱ ἁμαρτάνοντες, τοῦτον ἔφασκεν μὴ θεωρεῖσθαι εἰς τὸν αἰῶνα ὑπὸ τοῦ τὸν λόγον αὐτοῦ τηρήσαντος· οἱ δὲ περὶ τοῦ κοινοτέρου θανάτου νομίσαντες εἶναι τὸ λεγόμενον παραπαίειν ᾤοντο τὸν λέγοντα. ἀποθανόντος Ἀβραὰμ καὶ τῶν προφητῶν, μὴ ἀποθνεῖσθαι εἰς τὸν αἰῶνα πάντα τὸν τηρήσαντα αὐτοῦ τὸν λόγον.

VIII, 52f. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ συ λέγεις· Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, οὐ μὴ γεύσηται θάνατον εἰς τὸν αἰῶνα. μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀΠέθανεν ; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν Ποιεῖς;